Migne Reading Room

PG 44 · cols. 300–309 · Read from the page

On the Life of Moses

On the Life of Moses

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:300Read from the page
νοίᾳ τῇ πρὸς τοὺς ἀγωνιζομένους, φωνῇ τε καὶ σχήματι τὴν σπουδὴν ὑπὸ προθυμίας ἐπισημαίνοντες· τοιοῦτόν τί μοι δοκῶ καὶ αὐτὸς ποιεῖν ἐπὶ σοῦ, φίλων μοι καὶ ἀδελφῶν τιμιώτατε, ὅτι σου κατὰ τὸ τῆς ἀρετῆς στάδιον καλῶς ἐναγωνιζομένου τῷ θείῳ δρόμῳ, καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως πυκνοῖς τε καὶ κούφοις συντεινομένου τοῖς ἅλμασιν, ὑποφωνῶ τε καὶ ἐπισπεύδω, καὶ ἐπιτείνειν τῇ σπουδῇ τὸ τάχος διακελεύομαι. Ποιῶ δὲ ταῦτα, οὐκ ἀλόγῳ τινὶ προθυμίᾳ πρὸς τοῦτο φερόμενος, ἀλλ' ὡς ἀγαπητῷ τέκνῳ καθ' ἡδονὴν χαριζόμενος. Τῆς γὰρ ἐπιστολῆς, ἣν πρώην διεπέμψω, ταύτην ἀπαγγελλούσης τὴν αἴτησιν, τὸ γενέσθαι σοί τινα παρ' ἡμῶν ὑποθήκην εἰς τὸν τέλειον βίον· πρέπειν ᾠήθην παρασχεῖν· ἄλλο μὲν σοί τι χρήσιμον ἐκ τῶν λεγομένων ἴσως οὐδὲν, αὐτὸ δὲ τοῦτο πάντως οὐκ ἄχρηστον, τὸ γενέσθαι σοι τῆς εὐπειθείας ὑπόδειγμα. Ει γὰρ ἡμεῖς, οἱ τοσούτων ψυχῶν ἐν πατέρων τάξει προτεταγμένοι, πρέπειν οἰόμεθα τῇ πολιᾷ ταύτῃ, νεότητος σωφρονούσης ἐπίταγμα δέχεσθαι, πολλῷ μᾶλλον εἰκός ἐστιν ἐν σοὶ κρατυνθῆναι τὸ τῆς εὐπειθείας κατόρθωμα πρὸς ὑπακοὴν ἑκούσιον δι' ἡμῶν παιδοτριβηθείσης σοι τῆς νεότητος. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
will towards the contestants, signalling their zeal out of eagerness both by voice and by gesture; some such thing I seem to myself also to be doing in your case, O most honoured to me of friends and brothers, because, while you contend nobly across the stadium of virtue in the divine race, and strain forward with frequent and light leaps towards the prize of the upward calling, I call out in encouragement and urge you on, and bid you intensify your speed with zeal. Yet I do these things not because I am borne towards this by some irrational eagerness, but as gratifying a beloved child according to his pleasure. For since the letter which you recently sent announced this request, that some counsel for the perfect life should come to you from us, I deemed it fitting to supply: perhaps nothing else useful to you from what is said, yet this very thing at all events not unprofitable, that there should come to be for you a pattern of ready obedience. For if we, who have been stationed in the rank of fathers over so many souls, think it fitting for these grey hairs to accept the command of temperate youth, how much more reasonable is it that the achievement of ready obedience should be strengthened in you, once your youth has been trained by us for voluntary obedience. And so much, then, for these matters.
Ἐγχειρητέον δὲ ἤδη τῷ προκειμένῳ, Θεὸν καθηγεμόνα ποιησαμένοις τοῦ λόγου. Ἐπεζήτησας, ὦ φίλη κεφαλὴ, ὑπογραφῆναί σοι παρ' ἡμῶν, τίς ὁ τέλειός ἐστι βίος· δηλαδὴ πρὸς τοῦτο βλέπων, ὡς εἴπερ εὑρεθείη τῷ λόγῳ τὸ σπουδαζόμενον, μετενεγκεῖν εἰς τὸν ἴδιον βίον τὴν ὑπὸ τοῦ λόγου μηνυθεῖσαν χάριν. Ἐγὼ δὲ ἐν ἀμφοτέροις ἐπίσης ἀμηχανῶ· τό τε γὰρ περιλαβεῖν λόγῳ τὴν τελειότητα, καὶ τὸ ἐπὶ τοῦ βίου δεῖξαι ὅπερ ἂν ὁ λόγος κατανοήσῃ, ὑπὲρ τὴν ἐμὴν δύναμιν ἑκάτερον τούτων εἶναί φημι. Τάχα δὲ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πολλοὶ τῶν μεγάλων τε καὶ κατ' ἀρετὴν προεχόντων, ἀνέφικτον αὐτοῖς εἶναι τὸ τοιοῦτον ὁμολογήσουσιν. Ὡς δ' ἂν μὴ δοκοίην, κατὰ τὸν Ψαλμῳδὸν εἰπεῖν, ἐκεῖ φοβεῖσθαι φόβον, ὅπου οὐκ ἔστι φόβος· σαφέστερον, ὃ βούλομαι, παραστήσω σοι.
Yet we must now set hand to the subject before us, having made God the leader of our discourse. You sought, O dear friend, that there be sketched out for you by us what the perfect life is—plainly looking towards this, that if indeed the object of your zeal should be found by reason, you might transfer into your own life the grace disclosed by the discourse. Yet I am equally at a loss in both respects: for both to encompass perfection in speech and to exhibit in life whatever reason may apprehend, each of these I declare to be beyond my power. And perhaps not I alone, but also many of those who are great and pre-eminent in virtue will confess that such a thing is unattainable for them. Yet lest I should seem, to speak with the Psalmist, to fear a fear there where no fear is, I shall set before you more clearly what I mean.
Ἡ τελειότης ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων, ὅσα τῇ αἰσθήσει μετρεῖται, πέρασί τισιν ὡρισμένοις διαλαμβάνεται, οἷον ἐπὶ τοῦ ποσοῦ, τοῦ τε συνεχοῦς καὶ τοῦ διωρισμένου. Πᾶν γὰρ τὸ ἐν ποσότητι μέτρον, ἰδίοις τισὶν ὅροις ἐμπεριέχεται· καὶ ὁ πρὸς τὸν πῆχυν, ἢ τὴν τοῦ ἀριθμοῦ δεκάδα βλέπων, οἶδε τὸ ἀπό τινος ἀρξάμενον, καὶ εἰς τὶ καταλῆξαν, ἐν ᾧ ἐστι τὸ τέλειον ἔχειν. Ἐπὶ δὲ τῆς ἀρετῆς παρὰ τοῦ Ἀποστόλου ἕνα τελειότητος ὅρον ἐμάθομεν, τὸ μὴ ἔχειν αὐτὴν ὅρον. Ὁ γὰρ πολὺς ἐκεῖνος καὶ ὑψηλὸς τὴν διάνοιαν, ὁ θεῖος Ἀπόστολος, διὰ τῆς ἀρετῆς τρέχων, οὐδέποτε τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος ἔληξεν· οὐδὲ γὰρ ἀσφαλὴς αὐτῷ ἦν ἡ τοῦ δρόμου στάσις. Διὰ τί; Ὅτι πᾶν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει ὅρον οὐκ ἔχει, τῇ δὲ τοῦ ἐναντίου παραθέσει ὁρίζεται· ὡς ἡ ζωὴ, τῷ θανάτῳ· καὶ τὸ φῶς, τῷ σκότει· καὶ πᾶν ὅλως ἀγαθὸν εἰς πάντα τὰ τοῖς ἀγαθοῖς ἐκ τοῦ ἐναντίου νοούμενα, λήγει. Ὡς γὰρ τὸ τῆς ζωῆς τέλος ἀρχὴ θανάτου ἐστίν· οὕτω καὶ τοῦ κατ' ἀρετὴν δρόμου ἡ στάσις
Perfection in all other things that are measured by perception is marked off by certain definite limits, as for instance in quantity, both continuous and discrete. For every measure in quantity is circumscribed by certain proper bounds; and one who looks to the cubit or to the decade of number knows that which has begun from a certain point and come to an end at a certain point, wherein its possession of perfection consists. Yet in the case of virtue we have learned from the Apostle a single limit of perfection: its having no limit. For that great man, lofty in understanding, the divine Apostle, running the course through virtue, never ceased straining forward to the things ahead; for halting in the race was not safe for him. Why so? Because every good by its own nature has no limit, but is bounded by the juxtaposition of its opposite—as life by death, and light by darkness, and every good altogether terminates at all things conceived as contrary to what is good. For just as the end of life is the beginning of death, so also halting in the race according to virtue
Notes, col. 300

On the reading

Printed Ει, for Εἰ.

PG 44:301Read from the page
ἀρχὴ τοῦ κατὰ κακίαν γίνεται δρόμου. Οὐκοῦν οὐ διεψεύσθη ὁ λόγος ἡμῖν, ἀμήχανον ἐπὶ τῆς ἀρετῆς εἶναι τὴν τῆς τελειότητος περίληψιν λέγων· ἐδείχθη γοῦν ὅτι τὸ διαλαμβανόμενον πέρασιν, ἀρετὴ οὐκ ἔστιν.
becomes the beginning of the race according to vice. Therefore our argument has not proved false in saying that with respect to virtue the comprehension of perfection is impossible; at all events it has been shown that what is marked off by limits is not virtue.
Ἐπεὶ δὲ καὶ τοῖς μετιοῦσι τὸν κατ' ἀρετὴν βίον, ἀδύνατον εἶναι εἶπον τὸ ἐπιβῆναι τῆς τελειότητος· οὕτως ὁ λόγος καὶ περὶ τούτου σαφηνισθήσεται. Τὸ πρώτως καὶ κυρίως ἀγαθὸν, οὗ ἡ φύσις ἀγαθότης ἐστὶν, αὐτὸ τὸ Θεῖον, ὅ τί ποτε τῇ φύσει νοεῖται, τοῦτο καὶ ἔστι καὶ ὀνομάζεται. Ἐπεὶ οὖν οὐδεὶς ἀρετῆς ὅρος, πλὴν κακίας, ἐδείχθη, ἀπαράδεκτον δὲ τοῦ ἐναντίου τὸ Θεῖον· ἀόριστος ἄρα καὶ ἀπεράτωτος ἡ θεία φύσις καταλαμβάνεται. Ἀλλὰ μὴν ὁ τὴν ἀληθῆ μετιὼν ἀρετήν, οὐδὲν ἕτερον ἢ Θεοῦ μετέχει· διότι αὐτός ἐστιν ἡ παντελὴς ἀρετή. Ἐπεὶ οὖν τὸ τῇ φύσει καλὸν, ἐπιθυμητὸν εἰς μετουσίαν πάντως ἐστὶ τοῖς γινώσκουσι, τοῦτο δὲ ὅρον οὐκ ἔχει· ἀναγκαίως καὶ ἡ τοῦ μετέχοντος ἐπιθυμία τῷ ἀορίστῳ συμπαρατείνουσα, στάσιν οὐκ ἔχει. Οὐκοῦν ἄπορόν ἐστι παντάπασι τοῦ τελείου τυχεῖν· διότι ἡ τελειότης, καθὼς εἴρηται, ὅροις οὐ διαλαμβάνεται· τῆς δὲ ἀρετῆς εἷς ὅρος ἐστὶ, τὸ ἀόριστον. Πῶς οὖν ἄν τις ἐπὶ τὸ ζητούμενον φθάσειε πέρας, οὐχ εὑρίσκων τὸ πέρας; Οὐ μὴν ἐπειδὴ καθόλου τὸ ζητούμενον ἄληπτον ὁ λόγος ὑπέδειξεν, ἀμελητέον ἂν εἴη τῆς ἐντολῆς τοῦ Κυρίου, ἥ φησι· «Γίνεσθε τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.» Ἐπὶ γὰρ τῶν φύσει καλῶν, κἂν μὴ τοῦ παντὸς τυχεῖν δυνατὸν ᾖ, τὸ καὶ μὴ τοῦ μέρους ἀποτυχεῖν, κέρδος ἂν εἴη μέγα τοῖς γε νοῦν ἔχουσι. Πᾶσαν τοίνυν ἐπιδεικτέον σπουδήν, μὴ παντελῶς ἐκπεσεῖν τῆς ἐνδεχομένης τελειότητος· ἀλλὰ τοσοῦτον ἀπ' αὐτῆς κτήσασθαι, ὅσον ἂν ἰδεῖν τοῦ ζητουμένου χωρήσωμεν. Τάχα γὰρ τὸ οὕτως ἔχειν, ὡς ἀεὶ θέλειν ἐν τῷ καλῷ τὸ πλέον ἔχειν, ἡ τῆς ἀνθρωπίνης φύσεως τελειότης ἐστί. Δοκεῖ δέ μοι καλῶς ἔχειν τῇ Γραφῇ περὶ τούτου συμβούλῳ χρήσασθαι. Φησὶ γάρ που διὰ τῆς Ἠσαΐου προφητείας ἡ θεία φωνή· «Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς.» Ταῦτα γὰρ πάντως ὁ λόγος τοῖς ἔξω τῆς ἀρετῆς πλανωμένοις διακελεύεται, ἵνα, καθάπερ οἱ ἐν πελάγει τῆς εὐθείας τοῦ λιμένος παρενεχθέντες, κατὰ τὸ φανὲν σημεῖον τῆς πλάνης ἑαυτοὺς ἐπανάγουσιν, ἢ πυρσὸν ἰδόντες ἀπὸ ὕψους αἰρόμενον, ἢ κορυφήν τινος ἀκρωρείας ἀναφανεῖσαν, τὸν αὐτὸν τρόπον τοὺς ἀκυβερνήτῳ τῇ διανοίᾳ κατὰ τὴν τοῦ βίου θάλασσαν πλανωμένους, τῷ κατὰ τὴν Σάῤῥαν καὶ Ἀβραὰμ ὑποδείγματι πάλιν κατευθύνῃ πρὸς τὸν λιμένα τοῦ θείου θελήματος. Ἐπειδὴ γὰρ πρὸς τὸ θῆλύ τε καὶ ἄῤῥεν ἡ ἀνθρωπίνη μεμέρισται φύσις, καὶ ἀμφοτέροις ἐπίσης κατ' ἐξουσίαν ἡ πρὸς ἀρετὴν καὶ κακίαν αἵρεσις πρόκειται· διὰ τοῦτο ἑκατέρῳ τμήματι τὸ κατάλληλον τῆς ἀρετῆς ὑπόδειγμα παρὰ τῆς θείας προεδείχθη φωνῆς, ἵνα πρὸς τὸ συγγενὲς ἑκάτεροι βλέποντες, πρὸς μὲν τὸν Ἀβραὰμ οἱ ἄνδρες, πρὸς δὲ τὴν Σάῤῥαν τὸ ἕτερον μέρος, ἀμφότεροι διὰ τῶν οἰκείων ὑποδειγμάτων πρὸς τὸν κατ' ἀρετὴν βίον διευθύνοιντο. Ἴσως δ' ἂν τοίνυν ἐξαρκέ-
And since even for those who pursue the life according to virtue I said it was impossible to set foot upon perfection, in this way our discourse concerning this point too shall be made clear. That which is primarily and properly good, whose nature is goodness—the Divine itself—whatever by nature it is conceived to be, this it both is and is named. Since, then, no limit of virtue except vice has been shown, and the Divine does not admit of its opposite, the divine nature is consequently apprehended as boundless and infinite. Yet assuredly he who pursues true virtue participates in nothing other than God, because He Himself is complete virtue. Since, then, what is fair by nature is altogether desirable for participation to those who know it, and this has no limit, of necessity the desire of the participant also, stretching out alongside the boundless, has no halting-place. Therefore it is altogether impossible to attain perfection, because perfection, as has been said, is not marked off by limits, whereas of virtue there is one limit: boundlessness. How then could anyone reach the sought-for limit when he finds no limit? Yet not because our argument has shown that what is sought is wholly unattainable ought one to neglect the commandment of the Lord, which says: "Be perfect, as your heavenly Father is perfect." For in things fair by nature, even if it be impossible to attain the whole, even not to miss a part would be a great gain, at least for those who have understanding. All zeal, therefore, must be displayed not to fall away altogether from the perfection that is attainable, but to acquire as much of it as we may be capable of beholding of what is sought. For perhaps to be so disposed as ever to wish to have more in what is good is the perfection of human nature. Yet it seems good to me to use Scripture as a counsellor concerning this. For the divine voice says somewhere through the prophecy of Isaiah: "Look unto Abraham your father, and unto Sarah who bore you in travail." For the word by all means enjoins these things upon those wandering outside virtue, in order that, just as those at sea who have been carried off the straight course to the harbour bring themselves back from their wandering according to the sign that appears—either beholding a beacon raised from on high, or catching sight of the peak of some mountain ridge—in the very same way it may steer back towards the harbour of the divine will, by the example of Sarah and Abraham, those wandering with unpiloted mind across the sea of life. For since human nature has been divided into female and male, and the choice towards virtue and vice lies equally before both according to free power, on this account the corresponding example of virtue was set forth beforehand by the divine voice for each division, so that, looking each towards what is akin—men towards Abraham, and the other part towards Sarah—both might be guided through their own proper examples towards the life according to virtue. Perhaps, then, it might suf-
PG 44:304Read from the page
σειε καὶ ἡμῖν ἑνός τινος τῶν κατὰ τὸν βίον εὐδοκίμων ἡ μνήμη τὴν τοῦ πυρσοῦ χρείαν πληρῶσαι, καὶ ὑποδεῖξαι, πῶς ἐστι δυνατὸν τῷ ἀκλύστῳ τῆς ἀρετῆς λιμένι τὴν ψυχὴν καθορμίσαι, μηδαμοῦ ταῖς τοῦ βίου ζάλαις ἐγχειμασθεῖσαν, μηδὲ κατὰ τὰς ἐπαλλήλους τῶν παθῶν τρικυμίας τῷ βυθῷ τῆς κακίας ἐνναυαγήσασαν.
fice for us too that the memory of some one of those who were renowned in life should fulfil the office of the beacon, and show how it is possible to bring the soul safely to anchor in the surge-free harbour of virtue, nowhere storm-tossed by the squalls of life, nor shipwrecked in the depths of vice amid the successive triple waves of the passions.
Τάχα γὰρ καὶ τούτου χάριν ἡ τῶν ὑψηλῶν ἐκείνων πολιτεία δι' ἀκριβείας ἱστόρηται, ὡς ἂν διὰ τῆς τῶν προκατωρθωκότων μιμήσεως ὁ ἐφεξῆς βίος πρὸς τὸ ἀγαθὸν ἀπευθύνοιτο. Τί οὖν, ἐρεῖ τις, εἰ μήτε Χαλδαῖος ἐγὼ, ὥσπερ ὁ Ἀβραὰμ μνημονεύεται, μήτε τῆς θυγατρὸς τοῦ Αἰγυπτίου τρόφιμος, ὡς περὶ τοῦ Μωϋσέως ὁ λόγος κατέχει, μηδόλως ἐν τοῖς τοιούτοις πρὸς τινὰ τῶν ἀρχαίων ἔχων τι κατὰ τὸν βίον κατάλληλον· πῶς εἰς τὴν αὐτὴν τάξιν ἑνὶ τούτων ἐμαυτὸν καταστήσω, μὴ ἔχων ὅπως τὸν τοσοῦτον ἀφεστῶτα διὰ τῶν ἐπιτηδευμάτων μιμήσωμαι; Πρὸς ὃν ἐροῦμεν, ὅτι οὔτε τῷ Χαλδαῖον εἶναι κακίαν ἢ ἀρετὴν κρίνομεν· οὔτε τῇ ἐν Αἰγύπτῳ ζωῇ, οὔτε τῇ ἐν Βαβυλῶνι διατριβῇ, τοῦ βίου τις τοῦ κατ' ἀρετὴν ἐξοικίζεται· οὐδ' αὖ πάλιν ἐν τῇ Ἰουδαίᾳ [μόνον] γνωστὸς ὁ Θεὸς τοῖς ἀξίοις γίνεται· οὐδὲ Σιὼν, κατὰ τὴν πρόχειρον ἔννοιαν, τὸ θεῖόν ἐστιν οἰκητήριον· ἀλλά τινος λεπτοτέρας ἡμῖν χρεία τῆς διανοίας, καὶ ὀξυτέρας τῆς ὄψεως, ὡς διϊδεῖν ἐκ τῆς ἱστορίας, ποίων Χαλδαίων ἢ Αἰγυπτίων πόῤῥω γενόμενοι, καὶ ποίας Βαβυλωνίων αἰχμαλωσίας ἀπολυθέντες, τοῦ μακαριστοῦ βίου ἐπιβησόμεθα. Μωϋσῆς τοίνυν ἡμῖν εἰς ὑπόδειγμα βίου προτεθήτω τῷ λόγῳ· οὗ τὸν βίον πρῶτον ἐν ἐπιδρομῇ διελθόντες, καθὼς παρὰ τῆς θείας φωνῆς μεμαθήκαμεν, οὕτω τὴν πρόσφορον τῇ ἱστορίᾳ διάνοιαν εἰς ἀρετῆς ὑποθήκην ἀναζητήσομεν, δι' ἧς τὸν τέλειον ὡς ἐν ἀνθρώποις βίον ἐπιγνωσόμεθα. Λέγεται τοίνυν ὁ Μωϋσῆς τεχθῆναι μὲν, ὅτε ζωογονεῖσθαι τὸ ἄῤῥεν ἐν τοῖς τικτομένοις ὁ τοῦ τυράννου νόμος διεκώλυε, προλαβεῖν δὲ τῇ χάριτι πᾶσαν τὴν ἀπὸ τοῦ χρόνου γινομένην συνεισφοράν· καὶ εὐθὺς ἀπὸ σπαργάνων ἀστεῖος ὀφθεὶς, ὄκνον ἐμποιῆσαι τοῖς γεννησαμένοις, θανάτῳ τὸν τοιοῦτον ἐξαφανίσαι. Εἶθ' ὡς ὑπερίσχυεν ἡ ἀπειλὴ τοῦ τυράννου, μὴ ἁπλῶς ἐῤῥιφῆναι τῷ ῥείθρῳ τοῦ Νείλου, ἀλλ' ἐντεθέντα κιβωτῷ τινι, ἀσφάλτῳ καὶ πίσσῃ κατὰ τὰς ἁρμονίας διαχρισθείσῃ, οὕτω δοθῆναι τῷ ῥεύματι (τοῦτο γὰρ οἱ δι' ἐπιμελείας τὰ κατ' αὐτὸν ἱστορήσαντες διηγήσαντο)· θείας δέ τινος δυνάμεως τὴν κιβωτὸν κυβερνώσης, ἐπί τινα κατὰ τὸ πλάγιον ὄχθην ἐξορμισθῆναι, αὐτομάτως τῆς κιβωτοῦ κατ' ἐκεῖνο τὸ μέρος ὑπὸ τῆς φορᾶς τῶν κυμάτων ἐκκυμανθείσης. Τῆς δὲ θυγατρὸς τοῦ βασιλέως ἐπιούσης κατὰ τοὺς λειμῶνας τῆς ὄχθης ἐκείνης, ᾗ ἔτυχεν ἡ κιβωτὸς ἐπωκείλασα, εὕρεμα γενέσθαι τῇ βασιλίδι, βρεφικῶς ἐμβοήσας τῇ λάρνακι· ὀφθεὶς δὲ μετὰ τῆς ἐπιφαινομένης αὐτῷ χάριτος, εὐθὺς οἰκειώσασθαι δι' εὐνοίας τὴν βασιλίδα, καὶ εἰς
For perhaps on this account too the way of life of those exalted men has been recorded with exactness, so that through imitation of those who achieved uprightness before us our subsequent life might be directed towards the good. What then, someone will say, if I am neither a Chaldaean, as Abraham is remembered to have been, nor the foster-child of the Egyptian's daughter, as the account holds concerning Moses, having in such respects nothing at all corresponding in life to any of the ancients—how shall I place myself in the same rank with one of these, not knowing how I may imitate through my pursuits one so far removed? To whom we shall say that neither by one's being a Chaldaean do we judge vice or virtue, nor by life in Egypt, nor by sojourn in Babylon is anyone banished from the life according to virtue; nor again is it in Judaea [alone] that God becomes known to the worthy, nor is Sion, according to the surface notion, the divine dwelling-place; rather, we have need of a more subtle understanding and keener vision, so as to discern from the history from what sort of Chaldaeans or Egyptians we must get far away, and from what sort of Babylonian captivity we must be released, in order to mount upon the blessed life. Let Moses, therefore, be set forth for us in our discourse as a pattern of life; and once we have first gone through his life in summary, just as we have learned from the divine voice, we shall thus seek out the meaning fitting the history as counsel for virtue, through which we shall come to know the life that is perfect so far as is possible among human beings. Moses, then, is said to have been born when the tyrant's law forbade the male among newborns to be kept alive, and by grace to have anticipated every contribution that comes from time; and appearing comely straight from his swaddling-bands, to have implanted reluctance in his parents to blot out such a child by death. Then, as the tyrant's threat prevailed, he was not simply cast into the stream of the Nile, but placed in a certain ark smeared along its joints with asphalt and pitch, and thus committed to the current (for so those who have carefully recounted his affairs have narrated); and as a certain divine power steered the ark, it came to shore along a certain sloping bank, the ark having been washed out of its own accord at that spot by the surge of the waves. And when the king's daughter came along the meadows of that bank where the ark happened to have run aground, he became a treasure-trove for the princess as he cried out like an infant in the chest; and being seen with the grace that shone upon him, straightway he won the princess over to himself through goodwill, and into
PG 44:305Read from the page
υἱοῦ τάξιν ἀναληφθῆναι. Ἀποστραφεὶς δὲ φυσικῶς τὴν ἀλλόφυλον θηλήν, ἐπινοίᾳ τινὸς τῶν πρὸς γένους οἰκείων, ἀνατραφῆναι τῷ μητρῴῳ μαζῷ· ἐκβὰς δὲ ἤδη τὴν ἡλικίαν τῶν παίδων ἐν βασιλικῇ τῇ τροφῇ, καὶ παιδευθεὶς τὴν ἔξωθεν παίδευσιν, ὃ δόξης ἐνομίζετο παρὰ τοῖς ἔξωθεν, οὐχ εἵλετο ἔτι καταδέξασθαι τὴν σεσοφισμένην ἐκείνην ὁμολογεῖν μητέρα, ᾗπερ εἰς υἱοῦ τάξιν εἰσεποιήθη, ἀλλὰ ἐπὶ τὴν κατὰ φύσιν ἐπανελθεῖν πάλιν, καὶ τοῖς ὁμοφύλοις ἐγκαταμιχθῆναι. Μάχης δὲ συστάσης Ἑβραίῳ τινὶ πρὸς Αἰγύπτιον, συμμαχῆσαί τε τῷ οἰκείῳ, καὶ ἀνελεῖν τὸν ἀλλόφυλον. Εἶτα συμπλακέντων ἀλλήλοις Ἑβραίων δύο τινῶν, καταστέλλειν ἐν αὐτοῖς τὴν φιλονεικίαν πειρᾶσθαι. Συμβουλεύσας καλῶς ἔχειν, ἀδελφοὺς ὄντας, μὴ θυμὸν διαιτητὴν ποιεῖσθαι τῶν ἀμφισβητημάτων, ἀλλὰ τὴν φύσιν. Ἀπωσθεὶς δὲ παρὰ τοῦ πρὸς ἀδικίαν βλέποντος, ἀφορμὴν τῆς μείζονος φιλοσοφίας τὴν ἀτιμίαν ταύτην ποιήσασθαι· καὶ τῆς μετὰ τῶν πολλῶν συνδιαγωγῆς πόῤῥω γενόμενος, ἰδιάσαι τῷ μετὰ ταῦτα βίῳ, κηδεύσας τινὶ τῶν ἀλλοφύλων, ἀνδρὶ διορατικῷ τοῦ βελτίονος, καὶ κρίνειν ἤθη τε καὶ βίον ἀνθρώπων ἐπεσκεμμένῳ, ὃς διὰ μιᾶς πράξεως, λέγω δὴ τῆς κατὰ τῶν ποιμένων ὁρμῆς, ἐνιδὼν τοῦ νέου τὴν ἀρετὴν, ὅπως οὐ πρὸς οἰκεῖον βλέπων κέρδος, τοῦ δικαίου ὑπερεμάχησεν, ἀλλ' αὐτὸ τὸ δίκαιον τίμιον τῇ ἰδίᾳ φύσει κρίνων, τὴν ἀδικίαν τῶν ποιμένων ἐκόλασε τῶν εἰς ἐκεῖνον πεπλημμεληκότων οὐδὲν, ἀγασθεὶς ἐπὶ τούτοις τὸν νέον, καὶ τοῦ πολυταλάντου πλούτου τιμιωτέραν αὐτοῦ τὴν ἀρετὴν ἐν τῇ φαινομένῃ πενίᾳ κρίνας, συνοικίζεται αὐτῷ τὴν θυγατέρα, καὶ κατ' ἐξουσίαν ἐφῆκε τὸν καταθύμιον μετιέναι βίον.
the rank of a son was adopted. Yet turning away naturally from the foreign nipple, by the contrivance of one of his kinsfolk by birth he was reared at his mother's breast; and having already passed beyond the age of boyhood in royal upbringing, and been educated in the secular education which was accounted glorious among outsiders, he chose no longer to deign to acknowledge that contrived mother by whom he had been adopted into the rank of a son, but to return again to his mother according to nature, and to mingle among his own race. And when a fight arose for a certain Hebrew against an Egyptian, he fought alongside his kinsman and slew the foreigner. Then, when two Hebrews grappled with one another, he tried to quell the contentiousness between them, counselling that since they were brothers it was right to make not anger, but nature, the arbiter of their disputes. Yet thrust aside by the one whose eye was set upon injustice, he made this dishonour the occasion of the greater philosophy; and withdrawing far from life among the multitude, he lived in solitude in his subsequent life, having allied himself by marriage to one of the foreigners—a man discerning of what is better, and practised in judging the characters and lives of human beings—who through a single deed, I mean his onset against the shepherds, having perceived the young man's virtue, how without looking to private gain he championed justice, but judging what is just to be honourable in its own nature punished the injustice of the shepherds who had committed no offence against himself, admired the young man for these things, and judging his virtue in apparent poverty more precious than wealth of many talents, joined his daughter to him in marriage, and permitted him freely to pursue the life after his own heart.
Τῷ δὲ ἦν ὀρειός τε καὶ ἰδιάζουσα ἡ ζωὴ, πάσης ἀγοραίου τύρβης ἀπηλλαγμένη, ἐν τῇ τῶν προβάτων ἐπιμελείᾳ κατὰ τὴν ἔρημον ἰδιάζοντι. Χρόνου δὲ διαγεγονότος ἐν τῷ τοιούτῳ τῆς ζωῆς εἴδει, φησὶν ἡ ἱστορία, φοβερὰν γενέσθαι αὐτῷ θεοφάνειαν, ἐν σταθηρᾷ μεσημβρίᾳ, φωτὸς ἑτέρου ὑπὲρ τὸ ἡλιακὸν φῶς τὰς ὄψεις περιαστράψαντος. Τὸν δὲ ξενισθέντα τῷ ἀήθει τῆς θέας, ἀναβλέψαι τε πρὸς τὸ ὄρος, καὶ ἰδεῖν θάμνον, ἀφ' οὗ πυροειδῶς τὸ φέγγος ἐξήπτετο, τῶν δὲ κλάδων τοῦ θάμνου καθάπερ ἐν δρόσῳ τῇ φλογὶ συναναθαλλόντων, εἰπεῖν ταῦτα τὰ ῥήματα πρὸς ἑαυτὸν ἐκεῖνον, ὅτι «Διαβὰς ὄψομαι τὸ μέγα ὅραμα τοῦτο.» Εἰπόντα δὲ, μηκέτι μόνοις τοῖς ὀφθαλμοῖς τὸ θαῦμα τοῦ φωτὸς δέξασθαι· ἀλλ' ὃ πάντων ἐστὶ παραδοξότατον, τὸ καὶ τὴν ἀκοὴν ταῖς ἀκτῖσι τοῦ φέγγους ἐναυγασθῆναι. Πρὸς γὰρ ἀμφοτέρας τὰς αἰσθήσεις ἡ τοῦ φωτὸς μερισθεῖσα χάρις, τὰς μὲν ὄψεις ταῖς τῶν ἀκτίνων μαρμαρυγαῖς περιηύγαζε, τὴν δὲ ἀκοὴν τοῖς ἀκηράτοις δόγμασιν ἐφωταγώγει. Κωλύει γοῦν ἡ τοῦ φωτὸς ἐκείνου φωνὴ προσβῆναι τῷ ὄρει τὸν Μωϋσέα, τοῖς νεκροῖς ὑποδήμασι βεβαρημένον, ἀλλ' ἐκλύσαντα τῶν ποδῶν τὸ ὑπόδημα, οὕτω τῆς γῆς ψαύειν ἐκείνης, ὅση τῷ θείῳ φωτὶ κατελάμπετο. Ἐπὶ τούτοις (χρὴ γὰρ οἶμαι μὴ λίαν ἐμβραδύνειν τῇ ψιλῇ τοῦ ἀνδρὸς ἱστορίᾳ, τοῖς λόγοις, ὡς ἂν καὶ τῶν προκειμένων ἔχοιντο) δυναμωθεὶς τῇ ὀφθείσῃ θεοφανείᾳ, ῥύσασθαι τὸ ὁμόφυλον τῆς δουλείας τῶν Αἰγυπτίων προστάσσεται. Καὶ ὡς ἂν μάλιστα μάθοι τὴν ἐγγινομένην αὐτῷ θεόθεν ἰσχὺν, ἐκ τῶν ἐν χερσὶ ποιεῖται τὴν πεῖραν θείῳ
Now his life was mountainous and secluded, freed from all tumult of the marketplace, as he lived apart in the desert tending the sheep. And when time had passed in such a manner of life, the history says, a fearful theophany came to him at high noon, as another light surpassing the sunlight flashed round about his eyes. Astonished at the strangeness of the sight, he looked up towards the mountain and beheld a bush from which the brightness was kindled like fire, while the branches of the bush sprouted up afresh together in the flame just as in dew; and he spoke these words to himself: "Crossing over, I will see this great vision." And having spoken, he received the marvel of the light no longer with his eyes alone, but—what is most paradoxical of all—his hearing too was illuminated by the rays of the brightness. For the grace of the light, distributed towards both senses, beamed round his eyes with the gleaming flashes of its rays, while guiding his hearing in light with undefiled doctrines. At all events, the voice of that light forbids Moses to approach the mountain weighed down with dead sandals, bidding him rather loose the sandal from his feet and so touch that earth which was shone upon by the divine light. After these things (for one ought not, I think, to linger too long over the bare history of the man, so that our words may hold also to the subject before us), strengthened by the theophany that had appeared to him, he is commanded to rescue his kinsfolk from the bondage of the Egyptians. And that he might learn most clearly the strength accruing to him from God, out of what is in his hands he makes trial by divine
PG 44:308Read from the page
προστάγματι. Ἡ δὲ πεῖρα ἦν αὕτη· Ῥάβδος ἐκπεσοῦσα τῆς χειρὸς, ἐψυχώθη, καὶ ζῶον ἐγένετο (δράκων δὲ τὸ ζῶον ἦν)· καὶ πάλιν ὑπὸ τῆς χειρὸς ἀναληφθεῖσα, ὅπερ ἦν πρὸ τῆς θηριώσεως, ἐκεῖνο ἐγένετο. Καὶ ἡ τῆς χειρὸς ἐπιφάνεια, νῦν μὲν προβληθεῖσα τοῦ κόλπου, εἰς χιόνος μετεποιήθη λευκότητα, πάλιν δὲ εἴσω τοῦ αὐτοῦ γενομένη, ἐπὶ τὴν ἰδίαν ἐπανέρχεται φύσιν. Κατιόντος δὲ τοῦ Μωσέως ἐπὶ τὴν Αἴγυπτον, καὶ συνεπαγομένου τὴν γαμετὴν τὴν ἀλλόφυλον, καὶ τοὺς ἀπ' ἐκείνης αὐτῷ γεγονότας παῖδας, ὅτε τις καὶ ἄγγελος αὐτῷ συναντῆσαι λέγεται, τὸν περὶ τοῦ θανάτου φόβον ἐπάγων, ὃν ἡ γυνὴ τῷ αἵματι τῆς περιτομῆς τοῦ παιδὸς ἱλεώσατο· τότε συντυχία γίνεται τοῦ Ἀαρὼν, καὶ αὐτοῦ θεόθεν παρορμηθέντος πρὸς τὴν συνάντησιν. Εἶτα παρ' ἀμφοτέρων ὁ ἐν Αἰγύπτῳ λαὸς εἰς ἐκκλησίαν κοινὴν συναγείρεται, καὶ ἡ τῆς δουλείας ἀπαλλαγὴ τοῖς πεπονηκόσιν ἤδη τῇ κακοπαθείᾳ τῶν ἔργων περιαγγέλλεται, καὶ πρὸς αὐτὸν τὸν τύραννον ὁ παρὰ τούτου γίνεται λόγος. Ἀγανάκτησις ἐπὶ τούτοις τοῦ τυράννου, κατά τε τῶν ἐπιστατούντων τοῖς ἔργοις, καὶ κατὰ τῶν Ἰσραηλιτῶν αὐτῶν μείζων ἢ πρότερον· καὶ ὁ τῆς πλινθείας φόρος ἐπαύξεται, καὶ ἐπιπονώτερον τὸ ἐπίταγμα καταπέμπεται, οὐ τῷ πηλῷ μόνῳ κακοπαθούντων, ἀλλὰ καὶ περὶ τὸ ἄχυρόν τε καὶ τὴν καλάμην ταλαιπωρούντων. Τοῦ δὲ Φαραὼ (τοῦτο γὰρ ἦν ὄνομα τῷ τυράννῳ τῶν Αἰγυπτίων) τοῖς θεόθεν παρ' αὐτοῦ γενομένοις σημείοις ἀντισοφιστεύειν διὰ τῆς τῶν γοήτων μαγγανείας ἐπιχειροῦντος, ὅτε πάλιν τοῦ Μωϋσέως ἐν ὀφθαλμοῖς τῶν Αἰγυπτίων τὴν ῥάβδον ἑαυτοῦ θηριώσαντος, τὸ ἴσον ἐνομίσθη θαυματοποιεῖν ἡ γοητεία ἐν ταῖς τῶν μάγων ῥάβδοις. Καὶ ἠλέγχθη διὰ τῆς ἐνεργείας τὸ σόφισμα· δείξαντος τοῦ δράκοντος τοῦ ἐκ τῆς Μωϋσέως ῥάβδου μεταβληθέντος ἐκ τοῦ διαφαγεῖν τὰ γοητικὰ ξύλα, τοὺς ὄφεις δῆθεν, ὅτι οὐδεμίαν ἀμυντικὴν οὐδὲ ζωτικήν τινα δύναμιν εἶχον αἱ τῶν γοήτων ῥάβδοι, πλὴν τοῦ σχήματος, ὃ τοῖς ὀφθαλμοῖς τῶν εὐεξαπατήτων ἡ γοητεία σοφισαμένη παρέδειξε. Τότε συμφρονοῦντας ἰδὼν ὁ Μωϋσῆς τῷ καθηγουμένῳ τῆς κακίας πᾶν τὸ ὑποχείριον, κοινὴν ἐπάγει παντὶ τῷ ἔθνει τῶν Αἰγυπτίων πληγήν, οὐδένα τῆς τῶν κακῶν πείρας ὑπεξελόμενος. Συνεκινεῖτο δὲ αὐτῷ πρὸς τὴν τοιαύτην κατὰ τῶν Αἰγυπτίων ὁρμήν, οἷόν τις στρατὸς ὑποχείριος, αὐτὰ τὰ στοιχεῖα τῶν ὄντων, τὰ ἐν τῷ παντὶ θεωρούμενα, γῆ τε καὶ πῦρ, καὶ ἀὴρ, καὶ ὕδωρ, τῇ προαιρέσει τῶν ἀνθρώπων τὰς ἐνεργείας συνεξαλλάσσοντα.
command. Now the trial was this: a rod falling from his hand became animate and turned into a living creature (and the creature was a serpent); and grasped again by his hand, it became once more what it had been before its transformation into a beast. And the surface of his hand, on being drawn forth from his bosom, was turned to the whiteness of snow, and on being placed back again within the same, returned to its own nature. And as Moses went down to Egypt, bringing along his foreign wife and the children born to him from her, at which time an angel also is said to have met him, bringing upon him the fear of death, whom his wife appeased with the blood of the child's circumcision, then there took place his meeting with Aaron, who himself too had been impelled from God towards the encounter. Next, the people in Egypt were gathered by both of them into a common assembly, and deliverance from bondage was proclaimed to those already worn out by the hardship of their labours, and word of this came before the tyrant himself. Indignation at these things arose in the tyrant, greater than before, both against the overseers of the works and against the Israelites themselves; and the tribute of brickmaking was increased, and a more grievous command was sent down, as they suffered hardship not in clay alone, but were also distressed over straw and stubble. And when Pharaoh (for this was the name of the tyrant of the Egyptians) attempted through the sorcery of the enchanters to counter with trickery the signs wrought from God through Moses, when Moses again before the eyes of the Egyptians turned his rod into a beast, sorcery was supposed to work an equal marvel in the rods of the magicians. Yet the trick was refuted through its actual working, when the serpent transformed from the rod of Moses showed, by devouring the enchanted sticks—the supposed snakes—that the rods of the enchanters possessed no defensive or vital power whatever, save the outward form which sorcery had cleverly contrived and displayed to the eyes of the easily deceived. Then Moses, seeing all the subject populace of one mind with the leader of wickedness, brought a common stroke upon the whole nation of the Egyptians, exempting no one from the experience of the evils. And the very elements of existing things beheld in the universe—earth and fire, air and water—moved in concert with him towards such an onset against the Egyptians like a subject army, altering their operations together in accordance with human choice.
Τῇ γὰρ αὐτῇ δυνάμει, κατὰ τὸν αὐτὸν καὶ χρόνον καὶ τόπον, τό τε ἀτακτοῦν ἐκολάζετο, καὶ ἀπαθὲς διέμενε τὸ κακίας ἐλεύθερον. Πάσης γὰρ τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ προστάγματι Μωϋσέως εἰς αἷμα τραπείσης, ὡς καὶ τοὺς ἰχθύας, εἰς σαρκώδη παχύτητα τοῦ ὕδατος μετατεθέντος, διαφθαρῆναι, τοῖς Ἑβραίοις ἀρυομένοις μόνοις ὕδωρ τὸ αἷμα ἦν. Ὅθεν ἔσχε καὶ ἡ μαγγανεία καιρὸν ἐν τῷ παρὰ τοῖς Ἑβραίοις εὑρισκομένῳ ὕδατι τὸ αἱματῶδες εἶδος παρασοφίσασθαι. Ὡσαύτως καὶ τῶν βατράχων ἐφερψάντων τῇ Αἰγύπτῳ κατὰ τὸ ἀθρόον (ὧν ἡ γένεσις οὐκ ἀκολουθίᾳ τινὶ φύσεως νενομισμένῃ πρὸς τοσοῦτον ἐχέθη πλῆθος· ἀλλ' αὐτὸ τὸ πρόσταγμα, τῆς τῶν βατράχων συστάσεως τὴν ἀναφανεῖσαν τότε τοῦ ζῴου φύσιν ἐκαινοτόμησε) τὸ μὲν Αἰγύπτιον ἅπαν τοῖς θηρίοις τούτοις κατὰ τὰς οἰκήσεις στενοχωρούμενον κατεφθείρετο· τῶν δὲ Ἑβραίων τῆς ἀηδίας ταύτης ἐκαθάρευεν ἡ ζωή. Οὕτως ὁ ἀὴρ τοῖς Αἰγυ-
For by the selfsame power, at the very same time and place, both the disorderly element was chastised and that which was free of wickedness remained unscathed. For when the entire nature of the waters throughout Egypt had then been turned into blood at the command of Moses, so that even the fish perished as the water was changed into a fleshy thickness, for the Hebrews alone when they drew it the blood was water. Whence sorcery also found opportunity to counterfeit the blood-like appearance in the water found among the Hebrews. In like manner too, when the frogs crept over Egypt in swarms (whose generation was poured forth to so great a multitude not by any customary sequence of nature, but the command itself innovated the nature of the creature that then appeared in the production of the frogs), the whole Egyptian populace, hemmed in throughout their dwellings by these creatures, was ruined, whereas the life of the Hebrews remained pure of this loathsomeness. Thus the air for the Egyp-
Notes, col. 308

On the reading

Printed ἐχέθη, for ἐχύθη.

PG 44:309Read from the page
πτίοις μὲν οὐδεμίαν νυκτὸς καὶ ἡμέρας παρεῖχε διάκρισιν, ἐν ὁμοίῳ διαμενόντων τῷ ζόφῳ· τοῖς δὲ Ἑβραίοις οὐδὲν ἐν τούτοις ἐκαινοτομεῖτο παρὰ τὸ σύνηθες. Καὶ τᾶλλα πάντα, κατὰ τὸν αὐτὸν τρόπον· ἡ χάλαζα, τὸ πῦρ, αἱ φλυκτίδες, οἱ σκνίπες, αἱ κυνόμυιαι, τῶν ἀκρίδων τὸ νέφος, κατὰ μὲν τῶν Αἰγυπτίων ἕκαστον, καθὸ πέφυκεν, ἐνήργει· οἱ δὲ Ἑβραῖοι φήμαις καὶ διηγήμασι τὸ τῶν συνοικούντων πάθος ἐγίνωσκον, οὐδεμίαν ἐν ἑαυτοῖς προσβολὴν τῶν τοιούτων δεχόμενοι. Εἶτα τῶν πρωτοτόκων ὁ ὄλεθρος ἀκριβεστέραν ἐποίει τοῦ Ἑβραίου πρὸς τὸν Αἰγύπτιον τὴν διάκρισιν· τῶν μὲν ἐπὶ τῇ τῶν φιλτάτων ἀπωλείᾳ συγχεομένων τοῖς θρήνοις, τῶν δὲ ἐν ἡσυχίᾳ πάσῃ καὶ ἀσφαλείᾳ διαμενόντων· οἷς ἡ σωτηρία τῇ προσχύσει τοῦ αἵματος κατησφαλίσθη κατὰ πᾶσαν εἴσοδον, ἑκατέρωθεν τῶν σταθμῶν μετὰ τῆς ἐπεζευγμένης αὐτοῖς φλιᾶς κατασημανθέντων διὰ τοῦ αἵματος.
tians afforded no distinction between night and day, as they remained in uniform darkness, whereas for the Hebrews no innovation beyond what was customary took place in these matters. And all the rest, in the selfsame way—the hail, the fire, the boils, the gnats, the dog-flies, the cloud of locusts—each wrought against the Egyptians according to its nature, while the Hebrews learned of the suffering of their neighbours by reports and narratives, receiving in themselves no assault of such things. Next, the destruction of the firstborn made still more exact the distinction of the Hebrew from the Egyptian, as the latter were confounded with lamentations over the loss of their dearest ones, while the former abided in all quietness and safety, their preservation having been secured at every entrance by the affusion of blood, both doorposts together with the lintel joined above them having been marked with the blood.
Ἐπὶ τούτοις τῶν Αἰγυπτίων ἐπὶ τῇ τῶν πρωτοτόκων συμφορᾷ βεβλημένων, καὶ καθ' ἑαυτὸν ἑκάστου, καὶ κοινῇ πάντων ὀλοφυρομένων τὰ πάθη· καθηγεῖται τῆς ἐξόδου τοῖς Ἰσραηλίταις ὁ Μωϋσῆς, προπαρασκευάσας αὐτοὺς, ἐπὶ σχήματι χρήσεως μεθ' ἑαυτῶν τὸν τῶν Αἰγυπτίων πλοῦτον ἀνακομίσασθαι. Καὶ τριῶν ἡμερῶν ὁδὸν ἔξω τῆς Αἰγύπτου γεγενημένων, πάλιν φησὶν ἡ ἱστορία, χαλεπὸν ποιήσασθαι τὸν Αἰγύπτιον, τὸ μὴ παραμεῖναι τῇ δουλείᾳ τὸν Ἰσραήλ· καὶ πολεμικῶς ἅπαν συσκευάσαντα τὸ ὑπήκοον, διὰ τῆς ἱππικῆς δυνάμεως ἐπιδραμεῖν τῷ λαῷ. Τὸν δὲ θεασάμενον τὴν τῶν ἵππων τε καὶ τῶν ὅπλων παρασκευήν, ἀπειροπόλεμον ὄντα, καὶ τῶν τοιούτων θαυμάτων ἀγύμναστον, εὐθὺς καταπλαγῆναι τῷ φόβῳ, καὶ κατὰ τοῦ Μωϋσέως συνίστασθαι. Ὅτε καὶ τὸ παραδοξότατον περὶ τοῦ Μωϋσέως ἡ ἱστορία λέγει, διχῇ ταῖς ἐνεργείαις διατεμνόμενον, τῇ μὲν φωνῇ καὶ τῷ λόγῳ παραθαρσύνειν τε τοὺς Ἰσραηλίτας, καὶ τὰς ἀγαθὰς ἔχειν ἐλπίδας παρακελεύεσθαι· ἔνδοθεν δὲ τῇ διανοίᾳ τῷ Θεῷ προσάγειν τὴν ὑπὲρ τῶν κατεπτηχότων ἱκετηρίαν· καὶ ὅπως ἂν διαφύγῃ τὸν κίνδυνον, διὰ τῆς ἄνωθεν συμβουλῆς ὁδηγεῖσθαι, αὐτοῦ τοῦ Θεοῦ (καθώς φησιν ἡ ἱστορία) τῆς ἀλαλήτου κραυγῆς ἐπαΐοντος. Νεφέλης δὲ τοῦ λαοῦ θείᾳ δυνάμει καθηγουμένης, οὐ κατὰ τὴν κοινὴν φύσιν (οὐδὲ γὰρ ἐξ ἀτμῶν τινων ἢ ἀναθυμιάσεων ἡ σύστασις αὐτῆς ἦν, παχυνομένου τοῖς ἀτμοῖς τοῦ ἀέρος, διὰ τῆς ὁμιχλώδους συστάσεως, καὶ πρὸς ἑαυτὴν συμπιλουμένου τοῖς πνεύμασιν), ἀλλὰ κρεῖττόν τι καὶ ὑψηλότερον τῆς ἀνθρωπίνης καταλήψεως ἐκείνῃ τῇ νεφέλῃ, τῆς Γραφῆς μαρτυρούσης, τοιοῦτον τὸ θαῦμα ἦν, ὡς καὶ τῆς ἡλιακῆς ἀκτῖνος θερμῶς ἐπιλαμπούσης, διατείχισμα πρὸς τὸν λαὸν εἶναι, σκιάζουσάν τε τὸ ὑποκείμενον καὶ λεπτῇ δρόσῳ τὸ φλογῶδες τοῦ ἀέρος ὑπονοτίζουσαν· καὶ διὰ τῆς νυκτὸς πῦρ γίνεσθαι, ἀφ' ἑσπέρας εἰς ὄρθρον τῷ ἰδίῳ φωτὶ τοῖς Ἰσραηλίταις δᾳδουχοῦσαν τὸ φέγγος.
After these things, while the Egyptians were stricken by the calamity of the firstborn, and each by himself and all in common were bewailing their sufferings, Moses led the exodus for the Israelites, having prepared them beforehand under the guise of borrowing to carry off with themselves the wealth of the Egyptians. And when they had come three days' journey outside Egypt, the history says again, the Egyptian took it hard that Israel did not remain in bondage; and having equipped his whole subject host for war, he charged down upon the people with his cavalry force. Beholding the array of horses and weapons, the people, being inexperienced in war and unpractised in such marvels, were straightway panic-stricken with fear and rose up against Moses. At which time too the history relates what is most paradoxical concerning Moses: that, divided twofold in his activities, with voice and word he emboldened the Israelites and exhorted them to hold good hopes, while inwardly in thought he offered supplication to God on behalf of the cowering people, and was guided by counsel from above as to how he might escape the danger, God Himself (as the history says) hearkening to his unuttered cry. And as a cloud led the people by divine power—not according to ordinary nature (for its composition was not from certain vapours or exhalations, as the air thickened with vapours through a misty condensation and was compressed upon itself by the winds), but something superior and loftier than human comprehension—in that cloud, as Scripture bears witness, the marvel was such that even when the sun's ray shone hotly it served as a screen towards the people, both shading the ground beneath and moistening the fiery heat of the air with fine dew; and throughout the night it became fire, bearing its radiance like a torch for the Israelites by its own light from evening until dawn.
Πρὸς ταύτην αὐτός τε βλέπων ὁ Μωϋσῆς, καὶ τὸν λαὸν ἀκολουθεῖν τῷ φαινομένῳ διδάξας· ἐπειδὴ κατὰ τὸ Ἐρυθραῖον ἐγένοντο πέλαγος, ἐκεῖ τῆς νεφέλης πρὸς τὴν πορείαν καθηγουμένης, πανστρατιᾷ τῶν Αἰγυπτίων τὸν λαὸν ἐκ τῶν κατόπιν κυκλωσαμένων, οὐδεμιᾶς αὐτοῖς οὐδαμόθεν τῶν δεινῶν φυγῆς περιούσης, πολεμίων καὶ ὕδατος κατὰ τὸ μέσον ἀπειλημμένοις· τότε, τὸ πάντων ἀπιστότατον, θείᾳ δυνάμει παρορμηθεὶς ὁ Μωϋσῆς κατειργάσατο. Προσεγγίσας γὰρ κατὰ τὴν ἠϊόνα τῷ ὕδατι, πλήσσει τῇ ῥάβδῳ τὸ πέλαγος· τὸ δὲ πρὸς τὴν πληγὴν ὑπεσχίζετο. Καὶ καθάπερ ἐπὶ τῆς ὑέλου πέφυκε
Looking towards this cloud himself, and having taught the people to follow what appeared, Moses—when they came to the Red Sea, where the cloud had led them on their march, and the Egyptians in full force surrounded the people from behind, so that no escape from the perils remained for them from any quarter, caught as they were between enemies and water—then, impelled by divine power, accomplished what is most incredible of all. For approaching the water along the shore, he struck the sea with his rod, and at the stroke it parted beneath; and just as in the case of glass it naturally happens