Migne Reading Room

PG 44 · cols. 1316–1325 · Read from the page

On the words: When He shall have subjected all things to Himself, etc

On the words: When He shall have subjected all things to Himself, etc

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:1316Read from the page
τον ἀναλυόντων ποιούσης, ἕως ἂν ἐπὶ τὸ ἀκρότατον τοῦ κακοῦ πέρας ἡ τοῦ ἀγαθοῦ πρόοδος φθάσῃ, τὴν κακίαν ἐξαφανίζουσα. Ὅπερ δὴ τέλος τῆς ἐλπίδος ἐστὶν, ὡς μηδὲν ὑπεναντίον τῶν ἀγαθῶν περιλειφθῆναι, ἀλλὰ διὰ πάντων τὴν θείαν ζωὴν διεξελθοῦσαν, ἐξαφανίσαι καθόλου ἐκ τῶν ὄντων τὸν θάνατον, προαναιρεθείσης αὐτοῦ τῆς ἁμαρτίας, ἀφ' ἧς, καθὼς εἴρηται, τὴν βασιλείαν κατὰ τῶν ἀνθρώπων ὁ θάνατος ἔσχεν. Πάσης τοίνυν πονηρᾶς ἐξουσίας τε καὶ ἀρχῆς ἐν ἡμῖν καταλυθείσης, καὶ μηκέτι μηδενὸς πάθους τῆς φύσεως ἡμῶν κυριεύοντος, ἀνάγκη πᾶσα μηδενὸς κατακρατοῦντος ἑτέρου, πάντα ὑποταγῆναι τῇ ἐπὶ πάντων ἄρχει. Θεοῦ δὲ ὑποταγή ἐστιν ἡ παντελὴς τοῦ κακοῦ ἀλλοτρίωσις. Ὅταν οὖν κατὰ μίμησιν τῆς ἀπαρχῆς ἔξω τοῦ κακοῦ πάντες γενώμεθα, τότε ὅλον τὸ φύσεως τῇ ἀπαρχῇ συμμιχθὲν, καὶ ἓν κατὰ τὸ συνεχὲς σῶμα γενόμενον, τοῦ ἀγαθοῦ μόνου τὴν ἡγεμονίαν ἐφ' ἑαυτοῦ δέξεται· καὶ οὕτω παντὸς τοῦ τῆς φύσεως ἡμῶν σώματος πρὸς τὴν θείαν τε καὶ ἀκήρατον φύσιν ἀνακραθέντος, ἐκείνη ἡ τοῦ Υἱοῦ λεγομένη ὑποταγὴ δι' ἡμῶν γίνεται, τῆς ἐν τῷ σώματι αὐτοῦ κατορθωθείσης ὑποταγῆς εις αὐτὸν ἀναφερομένης, τὸν ἐν ἡμῖν τὴν χάριν τῆς ὑποταγῆς ἐνεργήσαντα.
ter, until the advance of the good reaches the uttermost limit of evil, causing wickedness to vanish. And this indeed is the goal of our hope, that nothing contrary to good things should be left behind, but that the divine life, passing right through all things, should utterly blot out death from among existing things, once sin—from which, as has been said, death held its reign against men—has first been abolished before it. When, therefore, every wicked authority and rule within us has been dissolved, and no passion any longer lords it over our nature, there is every necessity, since nothing else holds mastery, that all things be subjected to the rule over all. Now subjection to God is complete estrangement from evil. Whenever, then, in imitation of the first-fruits we all come to be outside evil, then the whole mass of nature, blended with the first-fruits and having become one continuous body, will accept over itself the sovereignty of the good alone; and thus, when the whole body of our nature has been mingled up with the divine and undefiled nature, that subjection which is spoken of as the Son's comes to pass through us, the subjection rightly accomplished in His body being referred back unto Him Who wrought in us the grace of subjection.
Ἡ μὲν οὖν διάνοια τῶν ὑπὸ τοῦ μεγάλου Παύλου δογματισθέντων, ὥς γε ὑπειλήφαμεν, αὕτη· καιρὸς δ' ἂν εἴη καὶ αὐτὰ παραθέσθαι τοῦ Ἀποστόλου τὰ ῥήματα ἔχοντα οὕτως· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ἀπαρχὴ Χριστός. Ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. Εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑπέταξεν, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποτάξῃ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Σαφῶς γὰρ ἐν τῷ τελευταίῳ τῶν εἰρημένων τὸ τῆς κακίας ἀνύπαρκτον τῷ λόγῳ παρίστησιν, ἐν τῷ εἰπεῖν ἐν πᾶσι γίνεσθαι τὸν Θεὸν, πάντα ἑκάστῳ γινόμενον. Δῆλον γὰρ ὅτι τότε ἀληθὲς ἔσται τὸ ἐν πᾶσι τὸν Θεὸν εἶναι, ὅταν μηδὲν κακὸν ἐνθεωρῆται τοῖς οὖσιν. Οὐ γὰρ δὴ καὶ ἐν κακῷ τὸν Θεὸν εἰκός ἐστι γίνεσθαι. Ὥστε ἢ οὐκ ἐν πᾶσιν ἔσται, ὅταν ὑπολειφθῇ τι κακὸν ἐν τοῖς οὖσιν· ἢ εἰ ἀληθῶς ἐν πᾶσι χρὴ πιστεύειν αὐτὴν εἶναι, τὸ μηδὲν κακὸν εἶναι τῇ περὶ τούτου πίστει συναποδείκνυται. Οὐ γάρ ἐστι δυνατὸν ἐν κακῷ τὸν Θεὸν γενέσθαι. Τὸ δὲ πάντα γίνεσθαι τὸν Θεὸν τοῖς οὖσι, τὸ ἁπλοῦν καὶ μονοειδὲς τῆς ἐλπιζομένης ἡμῖν ζωῆς ὑποδείκνυσι. Τὸ γὰρ μηκέτι διὰ πολλῶν καὶ ποικίλων καθ' ὁμοιότητα τοῦ νῦν βίου τὴν ζωὴν ἡμῖν συνερανίζεσθαι, τῷ λόγῳ τούτῳ παρίστησιν, τὸ πάντα ἡμῖν τὸν Θεὸν γίνεσθαι, ὅσα τῇ ζωῇ ταύτῃ ἀναγκαῖα δοκεῖ διά τινος ἀναλογίας ἑκάστου μεταλαμβανομένου πρὸς τὸ θειότερον· ὥστε καὶ βρῶσιν
Such, then, as we at least have supposed, is the thought of the doctrines taught by the great Paul; and it would now be seasonable to set down the very words of the Apostle themselves, which run thus: For just as in Adam all die, so also in Christ shall all be made alive. But each in his own order: Christ the first-fruits; thereafter those who are Christ's at His coming. Then comes the end, when He hands over the kingdom to God and the Father, when He abolishes all rule and authority and power. For He must reign until He puts His enemies under His feet. The last enemy to be abolished is death. For He subjected all things under His feet. But when it says that He subjected all things, plainly it is with the exception of Him Who subjected all things to Him. And when He subjects all things to Him, then shall He Himself also be subjected to Him Who subjected all things to Him, that God may be all in all (1 Cor. 15:22-28). For in the last of the sayings quoted he clearly presents by his argument the non-existence of wickedness, in saying that God comes to be in all, becoming all things to each. For it is plain that it will then be true that God is in all when nothing evil is observed in existing things; for assuredly it is not fitting that God should come to be in evil as well. Consequently either He will not be in all, so long as anything evil is left behind among existing things; or if one must truly believe that He is in all, the non-existence of any evil is demonstrated together with the faith concerning this. For it is not possible for God to come to be in evil. Moreover, that God becomes all things to existing beings indicates the simplicity and uniformity of the life hoped for by us. For by this saying he presents the fact that life is no longer pieced together for us through many and varied means after the likeness of our present life—namely, that God becomes all things to us, as many as seem necessary for this life, each thing being transmuted through a certain analogy towards what is more divine: so that food also
Notes, col. 1316

On the reading

Printed ἄρχει, for ἀρχῇ.

Printed εις, for εἰς.

Printed αὐτὴν, for αὐτὸν.

PG 44:1317Read from the page
εἶναι τὸν Θεὸν ἡμῖν, ὡς εἰκὸς βρωθῆναι Θεὸν, καὶ πόσιν, ὡσαύτως ἔνδυμά τε καὶ σκέπην, ἀέρα, τόπον, πλοῦτον, ἀπόλαυσιν, κάλλος, ὑγίειαν, ἰσχὺν, φρόνησιν, δόξαν, μακαριότητα, καὶ πᾶν ὅσον ἐν τῇ ἀγαθῇ κρίνεται μοίρᾳ, οὗ ἐπιδεὴς ἡ φύσις ἐστὶ, πρὸς τὸ θεοπρεπὲς ἀναγομένης τῆς σημασίας τῶν εἰρημένων. Ὡς διὰ τοῦτο μαθεῖν, ὅτι ὁ ἐν τῷ Θεῷ γενόμενος πάντα ἔχει ἐν τῷ ἐκεῖνον ἔχειν. Οὐδὲν δὲ ἕτερόν ἐστι τὸ ἔχειν τὸν Θεὸν, ἢ τὸ ἑνωθῆναι Θεῷ. Οὐκ ἂν δέ τις ἄλλως ἑνωθείη μὴ σύσσωμος αὐτῷ γενόμενος, καθὼς ὀνομάζει ὁ Παῦλος· οἱ γὰρ πάντες, τῷ ἑνὶ σώματι τοῦ Χριστοῦ συναπτόμενοι διὰ τῆς μετουσίας, ἓν αὐτοῦ γινόμεθα σῶμα. Ὅταν οὖν διὰ πάντων ἔλθῃ τὸ ἀγαθὸν, τότε ὅλον αὐτοῦ τὸ σῶμα ὑποταγήσεται τῇ ζωοποιῷ ἐξουσίᾳ, καὶ οὕτως ἡ τοῦ σώματος τούτου ὑποταγὴ αὐτοῦ λέγεται εἶναι τοῦ Υἱοῦ ὑποταγὴ, τοῦ ἀνακεκραμένου πρὸς τὸ ἴδιον σῶμα, ὅπερ ἐστὶν ἡ Ἐκκλησία· καθώς φησι πρὸς τοὺς Κολοσσαεῖς ὁ Ἀπόστολος, οὑτωσὶ λέγων τῷ ῥήματι· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν ὑπὲρ Χριστοῦ θλίψεων ἐν τῇ σαρκί μου, ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία· ἧς ἐγενόμην διάκονος κατὰ τὴν οἰκονομίαν. Καὶ πρὸς τὴν Κορινθίων Ἐκκλησίαν φησίν· Ὑμεῖς ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέλους. Σαφέστερον δὲ τοῖς Ἐφεσίοις τὸ περὶ τούτου παρατίθεται δόγμα, δι' ὧν φησιν, ὅτι Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ· ὡς διὰ τῶν ἀεὶ προστιθεμένων τῇ πίστει ἑαυτὸν τοῦ Χριστοῦ οἰκοδομοῦντος. Ὃς τότε παύσεται ἑαυτὸν οἰκοδομῶν, ὅταν εἰς τὸ ἴδιον μέτρον φθάσῃ ἡ τοῦ σώματος αὐτοῦ αὔξησίς τε καὶ τελείωσις, καὶ μηκέτι λίπῃ τῷ σώματι τὸ δι' οἰκοδομῆς προστιθέμενον, πάντων ἐποικοδομηθέντων ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν τε καὶ ἀποστόλων, καὶ προσθεμένων τῇ πίστει, ὅταν, καθώς φησιν ὁ Ἀπόστολος, καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Εἰ τοίνυν κεφαλὴ ὢν αὐτὸς, τὸ ἐφεξῆς αὐτοῦ σῶμα οἰκοδομεῖ, διὰ τῶν ἀεὶ προστιθεμένων συναρμολογῶν καὶ συμβιβάζων τοὺς πάντας εἰς ἃ πέφυκεν ἕκαστος κατὰ τὸ μέτρον τῆς ἐνεργείας, ὥστε ἢ χεῖρα, ἢ πόδα, ἢ ὀφθαλμὸν, ἢ ἀκοὴν, ἢ ἄλλο τι γενέσθαι τῶν συμπληρούντων τὸ σῶμα, κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου πίστεως, ταῦτα δὲ ποιῶν ἑαυτὸν οἰκοδομεῖ, καθὼς εἴρηται· δῆλον ἂν εἴη διὰ τούτων, ὅτι ἐν πᾶσι γινόμενος, εἰς ἑαυτὸν δέχεται πάντας τοὺς ἑνουμένους αὐτῷ διὰ τῆς κοινωνίας τοῦ σώματος, καὶ μέλη τοῦ ἰδίου σώματος ποιεῖται τοὺς πάντας, ὥστε εἶναι πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. Ὁ τοίνυν πρὸς ἑαυτὸν ἡμᾶς ἑνώσας, καὶ ἡμῖν ἑνωθεὶς, καὶ διὰ πάντων ἓν πρὸς
is God for us—in such manner as it is fitting that God be eaten—and drink likewise, as well as raiment and shelter, air, place, wealth, enjoyment, beauty, health, strength, prudence, glory, blessedness, and whatsoever else is judged to belong to the good portion whereof nature stands in need, the signification of the terms mentioned being elevated to what befits God. Thus one learns hereby that he who has come to be in God possesses all things in possessing Him. And to possess God is nothing else than to be united to God. Nor could anyone otherwise be united unless he became of one body with Him, just as Paul names it (Eph. 3:6); for all of us, being joined together unto the one body of Christ through participation, become one body of His. Whenever, therefore, the good has passed through all things, then the whole of His body will be subjected to the life-giving authority, and thus the subjection of this body of His is said to be the subjection of the Son Himself, Who is blended unto His own body, which is the Church; just as the Apostle says to the Colossians, speaking in these very words: Now I rejoice in my sufferings, and fill up in my turn what is lacking of the afflictions on behalf of Christ in my flesh, on behalf of His body, which is the Church, whereof I became a minister according to the stewardship (Col. 1:24-25). And to the Church of the Corinthians he says: You are the body of Christ, and members each in part (1 Cor. 12:27). More clearly still he sets forth the doctrine concerning this to the Ephesians, through the words wherein he says: Speaking the truth in love, let us grow up in all things into Him, Who is the head, Christ, from Whom the whole body, fitted and knit together through every joint of supply, according to the working in the measure of each single part, makes the growth of the body unto the building up of itself in love (Eph. 4:15-16)—as Christ builds Himself up through those ever added to the faith. And He will then cease building Himself up when the growth and perfection of His body reaches its own measure, and nothing added through building up is any longer wanting to the body, once all have been built upon the foundation of the prophets and apostles (Eph. 2:20) and added to the faith—when, just as the Apostle says, we all attain unto the unity of the faith and of the full knowledge of the Son of God, unto a mature man, unto the measure of the stature of the fullness of Christ (Eph. 4:13). If, therefore, being Himself the head, He builds up His body that follows in order, fitting and knitting all together through those ever added unto the functions for which each is naturally suited according to the measure of its working, so as to become either a hand, or a foot, or an eye, or hearing, or some other of the parts that complete the body, in accordance with the proportion of each one's faith, and in doing these things He builds Himself up, as has been said, it would be plain through these considerations that in coming to be in all He receives into Himself all who are united to Him through the communion of the body, and makes all to be members of His own body, so that while the members are many, the body is one (1 Cor. 12:20). He, then, Who united us to Himself, and was united to us, and through all things became one with
PG 44:1320Read from the page
ἡμᾶς γενόμενος, τὰ ἡμέτερα οἰκειοῦται πάντα. Κεφάλαιον δὲ τῶν ἡμετέρων ἀγαθῶν ἡ πρὸς τὸ θεῖόν ἐστιν ὑποταγὴ, ὅταν ὁμόφωνος πᾶσα ἡ κτίσις γένηται πρὸς ἑαυτὴν, καὶ πᾶν αὐτῷ γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστός· τότε πάσης τῆς κτίσεως ἓν σῶμα γενομένης, καὶ πάντων διὰ τῆς ὑπακοῆς μετ' ἀλλήλων ἐν αὐτῷ συμφυέντων, τὴν τοῦ ἰδίου σώματος πρὸς τὸν Πατέρα ὑποταγὴν εἰς ἑαυτὸν ἀναφέρει.
us, makes all that is ours His own. And the chief sum of our good things is subjection towards the divine, when all creation becomes of one voice with itself, and every knee bends to Him, of beings in heaven and on earth and under the earth, and every tongue confesses that Jesus Christ is Lord (Phil. 2:10-11); then, once all creation has become one body and all have grown together with one another in Him through obedience, He refers back unto Himself the subjection of His own body towards the Father.
Μηδεὶς δὲ ξενιζέσθω τῷ λεγομένῳ. Καὶ γὰρ καὶ ἡμεῖς τὸ διὰ τοῦ σώματης ἡμῶν γινόμενον κατά τινα συνήθειαν τῇ ψυχῇ λογιζόμεθα· ὡς διαλεγόμενος ἐκεῖνος τῇ ἰδίᾳ ψυχῇ ἐπὶ τῇ εὐφορίᾳ τῆς χώρας, ὅτι Φάγε καὶ πίε, καὶ εὐφραίνου, τὴν τῆς σαρκὸς πλησμονὴν εἰς τὴν ψυχὴν ἀναφέρει. Οὕτω κἀκεῖ ἡ τοῦ ἐκκλησιαστικοῦ σώματος ὑποταγὴ ἀναφέρεται εἰς τὸν ἐνοικοῦντα τῷ σώματι. Καὶ ἐπειδὴ πᾶν τὸ γενόμενον ἐν αὐτῷ σώζεται, ἡ δὲ σωτηρία διὰ τῆς ὑποταγῆς ἑρμηνεύεται, καθὼς ἡ Ψαλμῳδία νοεῖν ὑποτίθεται, ἀκολούθως τὸ μηδὲν ἔξω τῶν σωζομένων εἶναι πιστεύειν, ἐν τῷ μέρει τούτῳ τοῦ Ἀποστόλου μανθάνομεν. Τοῦτο δὲ τῇ τοῦ θανάτου καθαιρέσει καὶ τῇ τοῦ Υἱοῦ ὑποταγῇ διασημαίνει ὁ λόγος, διότι συμβαίνει ταῦτα πρὸς ἄλληλα, τό τε μὴ εἶναί ποτε τὸν θάνατον, καὶ τὸ πάντας ἐν ζωῇ γενέσθαι. Ζωὴ δὲ ὁ Κύριος, δι' οὗ γίνεται, κατὰ τὸν ἀποστολικὸν λόγον, παντὶ τῷ σώματι αὐτοῦ, ἡ προσαγωγὴ πρὸς τὸν Πατέρα, ὅταν παραδιδῷ τὴν βασιλείαν ἡμῶν τῷ Θεῷ καὶ Πατρί. Σῶμα δὲ αὐτοῦ, καθὼς εἴρηται πολλάκις, πᾶσα ἡ ἀνθρωπίνη φύσις, ᾗ κατεμίχθη. Δι' αὐτὸ δὲ τοῦτο τὸ νόημα καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων ὠνομάσθη παρὰ τοῦ Παύλου ὁ Κύριος. Ὁ γὰρ ἐν τῷ Πατρὶ ὢν, καὶ ἐν ἀνθρώποις γενόμενος, ἐν τούτῳ πληροῖ τὴν μεσιτείαν, ἐν τῷ ἑαυτῷ πάντας ἑνῶσαι, καὶ δι' ἑαυτοῦ τῷ Πατρὶ, καθώς φησιν ἐν τῷ Εὐαγγελίῳ ὁ Κύριος, πρὸς τὸν Πατέρα τὸν λόγον ποιούμενος· Καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα οὕτω κἀκεῖνοι ἐν ἡμῖν ἓν ὦσιν. Σαφῶς τοῦτο παρίστησιν, ὅτι ἑαυτῷ ἡμᾶς ἑνώσας ὁ ἐν τῷ Πατρὶ ὢν δι' ἑαυτοῦ τὴν πρὸς τὸν Πατέρα συνάφειαν ἡμῶν ἀπεργάζεται. Ἀλλὰ καὶ τὰ ἐφεξῆς τοῦ Εὐαγγελίου συνᾴδει τοῖς εἰρημένοις· Τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς. Δόξαν γὰρ ἐνταῦθα λέγειν αὐτὸν οἶμαι τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔδωκε τοῖς μαθηταῖς διὰ τοῦ προσφυσήματος. Οὐ γὰρ ἔστιν ἄλλως ἑνωθῆναι τοὺς ἀπ' ἀλλήλων διεστηκότας, μὴ τῇ ἑνότητι τοῦ Πνεύματος συμφυομένους. Εἰ γάρ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Τὸ δὲ Πνεῦμα ἡ δόξα ἐστὶ, καθώς φησιν ἑτέρωθι πρὸς τὸν Πατέρα, Δόξασόν με τῇ δόξῃ ἣν εἶχον ἀπ' ἀρχῆς παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι. Ὁ γὰρ Θεὸς Λόγος ὁ πρὸ κόσμου ἔχων τὴν τοῦ Πατρὸς δόξαν, ἐπειδὴ ἐπ' ἐσχάτων τῶν ἡμερῶν σὰρξ ἐγένετο· ἔδει δὲ καὶ τὴν σάρκα διὰ τῆς πρὸς τὸν Λόγον ἀνακράσεως ἐκεῖνο γενέσθαι, ὅπερ ὁ Λόγος ἐστίν· γίνεται δὲ ἐκ τοῦ ἐκεῖνο λαβεῖν, ὃ πρὸ τοῦ κόσμου εἶχεν ὁ Αόγος. Τοῦτο δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον· οὐδὲν γὰρ ἄλλο προαιώνιον, πλὴν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· διὰ
Let no one be startled at what is said. For indeed we ourselves also reckon by a certain custom to the soul what takes place through our body; just as that man, conversing with his own soul over the fruitfulness of his land—Eat, drink, and be merry (Luke 12:19)—refers the satiety of the flesh unto the soul. So there too the subjection of the ecclesiastical body is referred unto Him Who dwells within the body. And since everything that has come to be in Him is saved, while salvation is interpreted through subjection, just as the Psalmody instructs us to understand it, we accordingly learn in this passage of the Apostle to believe that nothing will be outside those who are saved. Now the argument signifies this through the destruction of death and the subjection of the Son, because these concur with one another—both that death at some time is no more, and that all come to be in life. And the Lord is Life, through Whom, according to the apostolic word, there comes to pass for the whole of His body access unto the Father, when He hands over our kingdom to God and the Father. And His body, as has often been said, is the whole of human nature wherewith He was blended. For this very thought also the Lord was named by Paul Mediator of God and men (1 Tim. 2:5). For He Who is in the Father and came to be among men fulfils His mediation in this: in uniting all unto Himself, and through Himself unto the Father, just as the Lord says in the Gospel when addressing His discourse to the Father: Even as Thou, Father, art in Me, and I in Thee, that they also may thus be one in Us (John 17:21). This clearly presents the truth that, having united us unto Himself, He Who is in the Father accomplishes through Himself our conjunction with the Father. Moreover, what follows in the Gospel accords with what has been said: The glory which Thou hast given Me, I have given to them (John 17:22). For by glory here I think He means the Holy Spirit, Whom He gave to the disciples through breathing upon them (John 20:22). For it is not otherwise possible for those parted from one another to be united unless they grow together in the unity of the Spirit. For if anyone has not the Spirit of Christ, this man is not His (Rom. 8:9). And the Spirit is the glory, just as He says elsewhere to the Father: Glorify Me with the glory which I had from the beginning with Thee before the world was (John 17:5). For since God the Word, Who before the world possessed the Father's glory, in the last days became flesh, it was necessary that the flesh also, through its blending unto the Word, should become that which the Word is; and it becomes so from receiving that which the Word possessed before the world. Now this was the Holy Spirit; for nothing else is before the ages save Father and Son and Holy Spirit; wherefore
Notes, col. 1320

On the reading

Printed σώματης, for σώματος.

Printed Αόγος, for Λόγος.

PG 44:1321Read from the page
τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι Τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα δι' αὐτῆς ἐμοὶ ἑνωθῶσιν καὶ δι' ἐμοῦ σοί.
this same point he states here as well, saying: The glory that Thou hast given to Me, I have given to them, so that through it they may be united to Me, and through Me to Thee.
Ἴδωμεν δὲ καὶ τὰ ἐφεξῆς ἐν τῷ Εὐαγγελίῳ προσκείμενα· Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν. Σὺ ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτοῖς, ὅτι ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα ὦσι τετελειωμένοι εἰς τὸ ἕν. Ταῦτα γὰρ οὐδεμιᾶς ἐπεξηγήσεως οἶμαι χρήζειν πρὸς τὸ συναρμοσθῆναι τῷ προκειμένῳ νοήματι, αὐτῆς φανερῶς τῆς λέξεως τὸ περὶ τούτων δόγμα ἐκτιθεμένης. Ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν. Οὐ γάρ ἐστι δυνατὸν ἄλλως τοὺς πάντας ἓν γενέσθαι, καθὼς ἡμεῖς ἐσμεν ἕν, εἰ μὴ πάντων τῶν ἀπ' ἀλλήλων αὐτοὺς διαμεριζόντων χωρισθέντες, ἑνωθεῖεν ἡμῖν οἵτινές ἐσμεν ἕν· ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἐσμεν ἕν. Τοῦτο δὲ πῶς γίνεται, ὅτι ἐγὼ ἐν αὐτοῖς; Οὐ γάρ ἐστι δυνατὸν ἐμὲ γενέσθαι μόνον ἐν αὐτοῖς, ἀλλὰ πάντως καὶ σὲ, ἐπειδὴ ἐγὼ καὶ σὺ ἕν ἐσμεν· καὶ οὕτως γενήσονται τετελειωμένοι εἰς τὸ ἕν, οἱ ἐν ἡμῖν τελειωθέντες· ἡμεῖς γὰρ τὸ ἕν. Τὴν δὲ τοιαύτην χάριν φανερώτερον διασημαίνει τῷ ἐφεξῆς λόγῳ οὕτως ειπὼν, ὅτι Ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. Ει γὰρ ὁ Πατὴρ ἀγαπᾷ τὸν Υιὸν, ἐν δὲ τῷ Υιῷ πάντες γινόμεθα οἱ διὰ τῆς εἰς αὐτὸν πίστεως σῶμα αὐτοῦ γινόμενοι, ἀκολούθως ὁ τὸν Υιὸν ἑαυτοῦ ἀγαπῶν ἀγαπᾷ καὶ τοῦ Υιοῦ τὸ σῶμα ὡς αὐτὸν τὸν Υιόν. Ἡμεῖς δὲ τὸ σῶμα. Οὐκοῦν φανερὸν διὰ τῶν εἰρημένων γέγονε τὸ ἀποστολικὸν νόημα, ὅτι πάσης ἀνθρωπίνης φύσεως τὴν γινομένην τοῦ ὄντος ἐπίγνωσίν τε καὶ σωτηρίαν ἡ τοῦ Υιοῦ πρὸς τὸν Πατέρα ὑποταγὴ διασημαίνει. Σαφέστερος δὲ γένοιτ' ἂν ἡμῖν ὁ λόγος καὶ ἐξ ἑτέρων τινῶν ἀποστολικῶν ννημάτων, ἐξ ὧν ἑνὸς ἐπιμνησθήσομαι μόνου, τὰς πολλὰς τῶν μαρτυριῶν εὐλαβείας, τοῦ μὴ εἰς πλῆθος ἐκτεῖναι τὸν λόγον, παραιτησάμενος. Φησὶ γάρ που τῶν ἑαυτοῦ λόγων ὁ Παῦλος, ὅτι Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Οὐκοῦν εἰ μηκέτι ὁ Παῦλος ζῇ ὁ τῷ Χριστῷ συσταυρωθεὶς, ἀλλ' ὁ Χριστὸς ἐν αὐτῷ ζῇ, πὰν τὸ παρὰ τοῦ Παύλου γινόμενόν τε καὶ λεγόμενον εἰκότως εἰς τὸν ἐν αὐτῷ ζῶντα Χριστὸν ἀναφέρεται. Καὶ γὰρ τὰ ῥήματα τοῦ Παύλου παρὰ τοῦ Χριστοῦ λαλεῖσθαί φησιν, ὁ εἰπών· Ἦ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Καὶ τὰ εὐαγγελικὰ κατορθώματα οὐχ αὑτοῦ φησιν εἶναι, ἀλλὰ τῇ χάριτι τοῦ Χριστοῦ τῇ οἰκούσῃ ἐν αὐτῷ ἀνατίθησιν. Ει τοίνυν ὁ ἐν αὐτῷ ζῶν Χριστὸς ἐνεργεῖν τε καὶ φθέγγεσθαι τὰ ἐκείνου κατὰ τὸ ἀκόλουθον λέγεται, πάντων δὲ ἀποστὰς ὁ Παῦλος τῶν πρότερον ἐπικρατούντων, ὅτε ἦν βλάσφημος καὶ διώκτης καὶ ὑβριστὴς, πρὸς μόνον τὸ ἀληθινὸν ἀγαθὸν βλέπει, καὶ τούτῳ ἑαυτὸν ποιεῖ εὐπειθῆ καὶ ὑπήκοον· ἆρα καὶ ἡ ὑποταγὴ τοῦ Παύλου ἡ πρὸς τὸν Θεὸν γενομένη, εἰς τὴν ἐν αὐτῷ ζῶντα τὴν ἀναφορὰν ἔχει, ὃς καὶ λαλεῖ ἐν τῷ Παύλῳ τὰ ἀγαθὰ, καὶ ἐργάζεται· ἀγαθῶν δὲ πάντων κεφάλαιον ἡ πρὸς τὸν Θεόν ἐστιν ὑποταγή. Ὃ δὲ ἐπὶ τοῦ ἑνὸς εὗρεν ὁ λόγος, τοῦτο καὶ πάσῃ τῇ κτίσει τῶν ἀνθρώπων εὐλόγως ἐφαρμοσθήσεται, ὅταν, κα-
Let us also inspect what is set down next in the Gospel: That they may be one, even as We are one: Thou in Me, and I in them, because I and Thou are one, that they may be perfected into one. For I think these words need no further explanation in order to be harmonized with the sense before us, since the wording itself plainly sets forth the doctrine concerning these matters: That they may be one, even as We are one. For it is not otherwise possible for all to become one, even as We are one, unless, having been parted from all the things that divide them from one another, they be united to Us Who are one, that they may be one, even as We are one. Yet how does this come to pass, that I am in them? For it is not possible that I alone should come to be in them, but assuredly Thou also, inasmuch as I and Thou are one; and thus shall those perfected in Us come to be perfected into one, for We are the one. And this grace He signifies yet more clearly by the subsequent statement, speaking thus: Thou hast loved them even as Thou hast loved Me. For if the Father loves the Son, and we all come to be in the Son when through faith in Him we become His body, consequently He Who loves His own Son loves also the Son's body even as the Son Himself; and we are that body. Through what has been said, therefore, the apostolic meaning has become evident: namely, that the subjection of the Son to the Father signifies the coming-to-be of the full knowledge of Him Who truly is, and the salvation of the whole human nature. Our argument might become clearer still from certain other apostolic thoughts, only one of which I shall recall, declining out of caution the multitude of testimonies lest I draw out the discourse to excessive length. For Paul says somewhere in his own words: I have been crucified with Christ; and it is no longer I who live, but Christ lives in me. Accordingly, if Paul who was crucified with Christ no longer lives, whereas Christ lives in him, everything done and spoken by Paul is fittingly referred to Christ Who lives in him. Indeed, he says that Paul's words are spoken by Christ when he asks: Or do you seek proof of Christ speaking in me? And his evangelical achievements he says are not his own, but ascribes them to the grace of Christ dwelling in him. If, then, Christ Who lives in him is consistently said both to work and to utter what is Paul's, while Paul, having forsaken all the things that formerly held sway when he was a blasphemer and a persecutor and an insolent man, looks solely towards the true good and renders himself compliant and obedient to it, then Paul's subjection to God likewise has its reference to Him Who lives in him, Who both speaks good things in Paul and accomplishes them; and the summit of all good things is subjection to God. Now what our argument has found in the case of the one man will with good reason be fitted to the entire creation of mankind as well, when, e-
Notes, col. 1321

On the reading

Printed ειπὼν, for εἰπὼν.

Printed Ει, for Εἰ.

Printed ννημάτων, for νοημάτων.

Printed πὰν, for πᾶν.

Printed τὴν, for τὸν.

PG 44:1324Read from the page
θώς φησιν ὁ Κύριος, ἐν παντὶ τῷ κόσμῳ τὸ Εὐαγγέλιον γένηται. Πάντων γὰρ ἀποθεμένων τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, καὶ δεξαμένων ἐν αὐτοῖς τὸν Κύριον, ἀναγκαίως ὁ ἐν αὐτοῖς ζῶν ἐνεργεῖ τὰ ἀγαθὰ τὰ παρ' ἐκείνων γινόμενα. Τὸ δὲ ἀκρότατον τῶν ἀγαθῶν πάντων ἡ σωτηρία, ἡ διὰ τῆς τοῦ κακοῦ ἀλλοτριώσεως ἡμῖν γινομένη. Ἀλλὰ μὴν οὐκ ἔστιν ἄλλως τοῦ κακοῦ χωρισθῆναι, μὴ τῷ Θεῷ διὰ τῆς ὑποταγῆς ἀνακραθέντας· ἄρα καὶ αὐτὴ ἡ πρὸς τὸν Θεὸν ὑποταγὴ εἰς τὸν ἐν ἡμῖν ζῶντα τὴν ἀναφορὰν ἔχει. Εἴ τι γὰρ καλὸν, αὐτοῦ· καὶ εἴ τι ἀγαθὸν, παρ' αὐτοῦ, φησί τις τῶν προφητῶν. Ἐπεὶ οὖν καλόν τε καὶ ἀγαθὸν ἡ ὑποταγὴ, ἀνεδείχθη ἐκείνου, καὶ τούτου τὸ ἀγαθὸν πάντως παρ' οὗ παντὸς ἀγαθοῦ φύσις, ὡς ὁ τοῦ προφήτου λόγος. Μηδεὶς δὲ πρὸς τὴν κοινὴν κατάχρησιν τοῦ τῆς ὑποταγῆς ὀνόματος βλέπων ἀθετείτω τὸ ὄνομα. Οἶδε γὰρ ἡ σοφία τοῦ μεγάλου Παύλου πρὸς τὸ δοκοῦν κεχρῆσθαι κατ' ἐξουσίαν τοῖς ῥήμασι, καὶ τῷ ἰδίῳ τῆς διανοίας εἰρμῷ προσαρμόζειν τὰς τῶν ῥημάτων ἐμφάσεις, κἂν πρὸς ἄλλας τινὰς ἐννοίας ἡ συνήθεια τὴν κατάχρησιν τῶν λέξεων φέρῃ. Ἐπεὶ πόθεν εἴληπται αὐτῷ ἡ τοῦ Ἐκένωσεν ἑαυτὸν χρῆσις· καὶ τὸ, Καύχημά μου οὐδεὶς κενώσει· καὶ τὸ, Κεκένωται ἡ πίστις· καὶ, Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ; Ἐκ ποίας ταῦτα χρήσεως εἰς τὸν ἑαυτοῦ παρεδέξατο λόγον; Τίς δὲ κρίνει αὐτὸν εἰπόντα, ὅτι Ἱμειρόμενος ὑμῶν, δι' ἧς λέξεως τὴν ἀγαπητικὴν ἐνδείκνυται σχέσιν; Πόθεν δὲ τὸ ἀνυπερήφανον τῆς ἀγάπης, διὰ τῆς μὴ περπερεύεσθαι λέξεως ἐνεδείξατο; Ἡ δὲ ἐριστικὴ καὶ ἀμυντικὴ φιλονεικία, πῶς τῷ τῆς ἐριθείας παρ' αὐτοῦ σημαίνεται ῥήματι, φανεροῦ πᾶσιν ὄντος, ὅτι ἐκ τῆς ἐριουργίας ἡ ἔριθος ἐκ τῆς γραφῆς ὀνομάζεται, καὶ τὴν περὶ τὰ ἔρια σπουδὴν τῷ ὀνόματι τῆς ἐριθείας σημαίνειν εἰώθαμεν· ἀλλ' ὅμως χαίρειν ἐάσας ὁ Παῦλος τὰς ἐτυμολογίας ψυχρὰς, δι' ὧν βούλεται λέξεων ὃ βούλεται παρίστησι νόημα. Καὶ γὰρ καὶ ἄλλα πολλὰ τοῖς ἀκριβῶς ἐξετάζουσιν εὑρεθείη ἂν ἐν τοῖς λόγοις τοῦ Ἀποστόλου, μὴ δουλεύοντα τῇ χρήσει τῆς συνηθείας, ἀλλὰ κατά τινα ἰδιότροπον ἔννοιαν ἐπ' ἐξουσίας παρ' αὐτοῦ προφερόμενα μηδὲν ἐπιστρεφομένου πρὸς την συνήθειαν. Οὕτω τοίνυν καὶ ἐνταῦθα τὸ τῆς ὑποταγῆς σημαινόμενον ἄλλο τι παρὰ τὰς κοινὰς ἐννοίας ὑπὸ τοῦ Παύλου νενόηται.
ven as the Lord says, the Gospel comes to be in all the world. For when all have put off the old man together with his deeds and his desires, and have received the Lord within themselves, of necessity He Who lives in them works the good things that come to pass from them. Now the highest of all good things is salvation, which comes to pass for us through alienation from evil. Yet it is not otherwise possible to be parted from evil except by being blended with God through subjection; therefore this very subjection to God also has its reference to Him Who lives in us. For if anything is fair, it is His; and if anything is good, it is from Him, says one of the prophets. Since, then, subjection is both fair and good, it has been shown to belong to Him, and this good assuredly belongs to Him from Whom comes the nature of every good, as the prophet's word declares. Let no one, looking at the common misuse of the word subjection, reject the term. For the wisdom of great Paul knows how to employ words freely as seems fit to him, and to adapt the force of expressions to the sequence of his own thought, even if ordinary usage applies the extended sense of those terms to certain other conceptions. For whence did he take his use of He emptied Himself; and No one shall make void my boast; and Faith has been made void; and Lest the cross of Christ be made void? From what usage did he adopt these expressions into his own discourse? And who passes judgement on him when he says, Yearning affectionately for you, by which word he displays his loving disposition? Or whence did he indicate the unboastful character of love through the expression does not vaunt itself? And how is contentious and retaliatory rivalry signified by him through the word eritheia, when it is evident to everyone that a wool-worker (erithos) is so named in writing from wool-working (eriourgia), and we are accustomed to denote diligence over wool by the noun eritheia? Yet Paul, bidding farewell to frigid etymologies, sets forth the meaning he wishes by whatever words he wishes. Indeed, many other instances as well might be found in the Apostle's words by those who examine them closely, expressions not enslaved to customary usage, but uttered by him freely with authority according to a distinctive conception of his own, paying no heed to ordinary custom. In the same way here too, what is signified by subjection has been conceived by Paul as something other than the common notions.
Ἀπόδειξις δὲ τοῦ λόγου, ὅτι οὔτε ἡ ἐν τῷ μέρει τούτῳ τῶν παρ' αὐτοῦ μνημονευθέντων ἐχθρῶν ὑποταγὴ τὸ κατηναγκασμένον τε καὶ ἀκούσιον ἔχει, καθὼς ἂν εἴποιεν οἱ τῇ συνηθείᾳ δουλεύοντες, ἀλλὰ σαφῶς ἐπ' αὐτῶν ἡ σωτηρία τῷ ὀνόματι τῆς ὑποταγῆς ἑρμηνεύεται· τεκμήριον δὲ, τὸ διεστάλθαι κατὰ τὸ μέρος τοῦτο ὑπὸ τοῦ Παύλου τὸ τῆς ἔχθρας ὄνομα εἰς διπλῆν σημασίαν. Τῶν γὰρ ἐχθρῶν τοὺς μὲν ὑποταγήσεσθαι λέγει, τοὺς δὲ καταργηθήσεσθαι. Καταργηθήσεται μὲν οὖν ὁ τῇ φύσει ἐχθρὸς, τουτέστιν ὁ θάνατος, καὶ ἡ περὶ αὐτὸν τῆς ἁμαρτίας ἀρχή τε
And a proof of our statement is that neither does the subjection of the enemies mentioned by him in this passage possess a forced and involuntary character, as those enslaved to ordinary usage might claim, but rather salvation is plainly expounded in their case under the name of subjection; and a clear token of this is that the term enmity has been distinguished by Paul in this passage into a twofold signification. For of the enemies he says that some will be subjected, whereas others will be abolished. Abolished, then, will be he who is an enemy by nature—that is, death, together with the rule of sin surrounding it, both
Notes, col. 1324

On the reading

Printed εἰρμῷ, for εἱρμῷ.

Printed την, for τὴν.

PG 44:1325Read from the page
καὶ ἐξουσία καὶ δύναμις. Ὑποταγήσονται δὲ οἱ καθ' ἕτερον λόγον ἐχθροὶ τοῦ Θεοῦ λεγόμενοι, οἱ ἀπὸ τῆς βασιλείας πρὸς τὴν ἁμαρτίαν αὐτομολήσαντες, ὧν καὶ ἐν τῷ πρὸς Ῥωμαίους μέμνηται λόγῳ, εἰπὼν, ὅτι Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ. Τὴν γὰρ ἐνταῦθα ὑποταγὴν ἐκεῖ καταλλαγὴν ὀνομάζει, ἓν νόημα δι' ἑκατέρου τῶν ὀνομάτων ἐνδειξάμενος τὴν σωτηρίαν. Ὡς γὰρ ἐκ τῆς ὑποταγῆς τὸ σωθῆναι προσγίνεται, οὕτω καὶ ἐν ἑτέρῳ φησὶν, ὅτι Καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. Τοὺς μὲν οὖν τοιούτους ἐχθροὺς ὑποτάσσεσθαι λέγει τῷ Θεῷ καὶ Πατρὶ, τὸν δὲ θάνατον, καὶ τὴν περὶ αὐτὸν ἀρχὴν μηκέτι ἔσεσθαι. Τοῦτο γὰρ ἐνδείκνυται ἡ τοῦ Καταργηθήσεται λέξις· ὡς διὰ τούτου γενέσθαι δῆλον, ὅτι τῶν μὲν κακῶν ἡ δυναστεία εἰς τὸ παντελὲς ἐξαρθήσεται· οἱ δὲ διὰ τῆς παρακοῆς ἐχθροὶ τοῦ Θεοῦ κληθέντες, οὗτοι διὰ τῆς ὑποταγῆς φίλοι τοῦ Κυρίου γενήσονται, ὅταν πεισθῶσι τῷ λέγοντι, ὅτι Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ· καὶ κατὰ τὴν γενομένην ἐν τῷ Εὐαγγελίῳ ὑπόσχεσιν, οὐκέτι ἐν τοῖς δούλοις ὑπὸ τοῦ Κυρίου, ἀλλ' ἐν τοῖς φίλοις καταλλαγέντες ἀριθμηθήσονται. Τὸ δὲ, Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, εὐσεβῶς, ὡς οἶμαι, παραδεξόμεθα, τὸ ἀριστεύειν αὐτὸν διὰ τοῦ βασιλεύειν νοήσαντες. Τότε γὰρ παύεται τῆς ἀριστείας ὁ δυνατὸς ἐν πολέμῳ, ὅταν ἀφανισθῇ πᾶν τὸ τῷ ἀγαθῷ ἀντικείμενον, ὅταν πᾶσαν τὴν ἑαυτοῦ βασιλείαν συναγαγὼν προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ, πρὸς ἑαυτὸν ἑνώσας τὰ πάντα. Τὸ γὰρ παραδοῦναι αὐτὸν τῷ Πατρὶ τὴν βασιλείαν, ταυτόν ἐστι κατὰ τὴν διάνοιαν τῷ παραγαγεῖν τοὺς πάντας τῷ Θεῷ, δι' οὗ ἔχομεν τὴν πρὸς τὸν Πατέρα. Πάντων τοίνυν τῶν ποτε ἐχθρῶν ὑποπόδιον τῶν ποδῶν τοῦ Θεοῦ γενομένων ἐν τῷ δέξασθαι τὸ θεῖον ἴχνος ἐν ἑαυτοῖς, καὶ τοῦ θανάτου καταργηθέντος (μὴ γὰρ ὄντων τῶν ἀποθνησκόντων, οὐδὲ ὁ θάνατος ἔσται πάντως), τότε ἐν τῇ πάντων ἡμῶν ὑποταγῇ, ἥτις οὐχὶ δουλιλὴ νοεῖται ταπεινότης, ἀλλὰ βασιλεία καὶ ἀφθαρσία, καὶ μακαριότης, ὁ ἐν ἡμῖν ζῶν ὑποταγήσεσθαι τῷ Θεῷ παρὰ τοῦ Παύλου λέγεται, ὁ τὸ ἀγαθὸν ἡμῶν δι' ἑαυτοῦ τελειῶν, καὶ ποιῶν ἑαυτῷ ἐν ἡμῖν τὸ εὐάρεστον. Ταῦτα κατὰ τὸ μέτρον τῆς διανοίας ἡμῶν, ἐκ τῆς μεγάλης τοῦ Παύλου σοφίας, ὅσον ἐχωροῦμεν, ἐν τῷ μέρει τούτῳ κατενοήσαμεν, δεῖξαι βουλόμενοι τῷ [τὸ] μὴ ἐπεσκέφθαι τοὺς τῶν αἱρετικῶν δογμάτων προστάτας τὸν τοῦ Ἀποστόλου σκοπὸν, πρὸς ὃν βλέπων τὸν παρόντα λόγον πεποίηται. Ει μὲν οὖν αὐτάρκης σοι γέγονεν ἡ ἐπὶ τῷ ζητήματι τούτῳ πληροφορία διὰ τῶν εἰρημένων, εἰς τὸν Θεὸν ἀνακτέον τὴν χάριν. Εἰ δέ τι καὶ λιπεῖν σοι φαίνοιτο, δεξόμεθα ἐν προθυμίᾳ λείποντος ἀναπλήρωσιν, εἴπερ ἡμῖν παρὰ σοῦ τε γνωρισθείη διὰ τοῦ γράμματος, καὶ παρὰ τοῦ ἁγίου Πνεύματος φανερωθείη διὰ τῶν εὐχῶν ἡμῶν ἡ τῶν κρυφίων φανέρωσις.
authority and power. Subjected, on the other hand, will be those who are called enemies of God in another sense: those who deserted from the kingdom to sin, whom he also mentions in his discourse to the Romans, saying: For if, while we were enemies, we were reconciled to God. For what he here calls subjection he there names reconciliation, indicating through either of the two terms a single concept, namely salvation. For just as being saved accrues from subjection, so too in another statement he says: Having been reconciled, we shall be saved in His life. Such enemies, then, he says are subjected to God and the Father, whereas death and the rule surrounding it will exist no longer. For this is indicated by the expression Will be abolished, making it plain thereby that the dominion of evils will be altogether removed; whereas those who through disobedience were called enemies of God will through subjection become friends of the Lord, when they are persuaded by him who says: On behalf of Christ we are ambassadors, as though God were entreating through us; we beseech you on behalf of Christ, be reconciled to God; and in accordance with the promise made in the Gospel, having been reconciled, they will no longer be numbered by the Lord among servants, but among friends. As for the statement, For He must reign until He puts all His enemies under His feet, we shall receive it reverently, I think, if we understand His reigning to mean His prevailing in valour. For one who is mighty in war ceases from martial prowess at that moment when everything opposed to the good has been wiped out, when He has gathered His whole kingdom together and presented it to God and the Father, having united all things to Himself. For His delivering over the kingdom to the Father is identical in meaning with leading all men unto God, through Whom we have [access] to the Father. When, therefore, all who were once enemies have become the footstool of God's feet by receiving the divine footprint within themselves, and when death has been abolished (for when there are none who die, death itself will assuredly not exist either), then in the subjection of us all—which is understood not as some servile abasement, but as kingship and incorruptibility and blessedness—He Who lives in us is said by Paul to become subjected to God: He Who brings our good to perfection through Himself, and works in us what is well-pleasing to Himself. These things, according to the measure of our understanding, we have perceived in this passage out of the great wisdom of Paul, so far as we had capacity, wishing to show thereby that the champions of heretical doctrines have failed to consider the Apostle's aim, looking towards which he composed the present discourse. If, therefore, through what has been said you have received sufficient assurance upon this question, gratitude must be referred to God. But if anything should still seem to you to be lacking, we shall eagerly welcome the supplying of what is wanting, provided it be made known to us by you through your letter, and the manifestation of hidden things be revealed by the Holy Spirit through our prayers.
Notes, col. 1325

On the reading

Printed δουλιλὴ, for δουλικὴ.

Printed Ει, for Εἰ.