φησὶ, τοῖς ἰδίοις δεσπόταις ὑποτασσέσθωσαν. Καὶ περὶ τῆς ἀλόγου φύσεως, ὅτι τῷ ἀνθρώπῳ ὑποτέτακται ὑπὸ τοῦ Θεοῦ, ὁ Προφήτης λέγει· Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Καὶ περὶ τῶν διὰ πολέμου κεχειρωμένων φησίν· Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Τῶν τε αὖθις δι' ἐπιγνώσεως σωζομένων ἐπιμνησθεὶς, ὡς ἐκ προσώπου τοῦ Θεοῦ λέγει τὸ, Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν· ᾧ δοκεῖ πως οἰκεῖον εἶναι τὸ ἐξητασμένον ἡμῖν τῷ πρώτῳ καὶ ἑξηκοστῷ ψαλμῷ, διὰ τοῦ, Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου; Ἐπὶ πᾶσι δὲ τούτοις ἐκεῖνο τὸ παρὰ τῶν ἐχθρῶν ἡμῖν προφερόμενον ἐκ τῆς πρὸς Κορινθίους Ἐπιστολῆς, ὅτι Τότε αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Ἐπειδὴ τοίνυν ἐπὶ πολλὰ νοήματα φέρεται τῆς φωνῆς ταύτης ἡ σημασία, καλῶς ἂν ἔχοι ἕκαστον τούτων ἐφ' ἑαυτοῦ διελομένους ἐπιγνῶναι, πρὸς ποῖον τῆς ὑποταγῆς σημαινόμενον ἡ τοῦ Ἀποστόλου ῥῆσις οἰκείως ἔχει. Φαμὲν τοίνυν ὅτι ἐπὶ τῶν μὲν διὰ πολέμου τῇ τῶν κεκρατηκότων δυναστείᾳ κεχειρωμένων, τὸ ἀκουσίως τε καὶ κατηναγκασμένως ὑποκύψαι τοῖς νενικηκόσι, τὸ τῆς ὑποταγῆς ἐνδείκνυται σημαινόμενον. Εἰ γάρ τις τοῖς αἰχμαλώτοις προσγένηται δύναμις, ἐλπίδα τοῦ ὑπερσχήσειν τῶν κεκρατηκότων ὑποδεικνῦσα, πάλιν ἑαυτοὺς ἀντεγείρουσι τοῖς κρατήσασιν, ὕβριν καὶ ὄνειδος τὸ τοῖς ἐχθροῖς ὑποτετάχθαι κρίνοντες. Τὰ δὲ ἄλογα τοῖς λογικοῖς εἰσιν ὑποχείρια καθ' ἕτερον τρόπον, τῷ ἐλλιπῶς ἔχειν τὴν φύσιν αὐτοῖς τοῦ μεγίστου τῶν ἀγαθῶν, τουτέστι τοῦ λόγου. Ὡς ἀνάγκην εἶναι τῷ πλεονεκτοῦντι κατὰ τὴν εὐκληρίαν τῆς φύσεως ὑποτετάχθαι τὸ ἐλαττούμενον· οἱ δὲ ἐν τῷ ζυγῷ τῆς δουλείας διὰ νομίμου τινὸς ἀκολουθίας κεκρατημένοι, κἂν ἐν τῇ φύσει τὸ ὁμοτίμον ἔχωσιν, ἀλλ' οὖν πρὸς τὸν νόμον ἀντισχεῖν οὐ δυνάμενοι δέχονται τῶν ὑποχειρίων τὴν τάξιν, τῷ ἀπαραιτήτῳ τῆς ἀνάγκης πρὸς τὴν ὑποταγὴν ἐναγόμενοι. Τῆς δὲ πρὸς τὸν Θεὸν γινομένης ἡμῖν ὑποταγῆς ὁ σκοπάς ἐστιν ἡ σωτηρία, καθὼς παρὰ τῆς προφητείας ἐμάθομεν, ἥ φησιν, Τῷ θεῷ ὑποτάγηθι, ἡ ψυχή μου· παρ' αὐτῷ γὰρ τὸ σωτήριόν μου. Ὅταν τοίνυν προφέρηται παρὰ τῶν ἐναντίων ἡμῖν ἡ τοῦ Ἀποστόλου φωνὴ, ἡ τὸν Υἱὸν ὑποταγήσεσθαι τῷ Πατρὶ λέγουσα, ἀκάλουθον ἂν εἴη κατὰ τὴν διεσταλμένην τῆς τοιαύτης φωνῆς σημασίαν ἐρωτᾷν αὐτοὺς πρὸς ποῖον σημαινόμενον τῆς ὑποταγῆς ὁρῶντες ταύτην ἐφαρμόζειν οἴονται δεῖν τῷ μονογενεῖ Θεῷ τὴν φωνήν. Ἀλλὰ δῆλον, ὅτι κατ' οὐδένα τρόπον τῶν εἰρημένων τοῦ Υἱοῦ τὴν ὑποταγὴν ἐροῦσι νοεῖν. Οὐδὲ γὰρ ἐχθρὸς ὢν διὰ πολέμου γέγονεν ὑποχείριος, ὥστε πάλιν αὐτῷ τὴν κατὰ τοῦ κρατοῦντος ἐπανάστασιν δι' ἐλπίδος τε καὶ σπουδῆς εἶναι, οὔτε ὡς ἐν τῇ τῶν ἀλόγων ὁ λόγος διὰ τῆς τοῦ ἀγαθοῦ ἐλλείψεως ἀναγκαίαν ἐν τῇ φύσει τὴν ὑποταγὴν ἔχει, ὡς πρόβατα καὶ κτήνη καὶ βόες πρὸς τὸν ἄνθρωπον ἔχουσιν, οὐδὲ καθ' ὁμοιότητα τῶν ἀργυρωνήτων, ἢ οἰκογενῶν ἀνδραπόδων νόμῳ δεδουλωμένος ἀναμένει δι' εὐνοίας, ἢ χάριτος
he says, be subject to your own masters (1 Pet. 2:18). And concerning irrational nature, that it has been subjected to man by God, the Prophet says: Thou hast subjected all things under his feet (Ps. 8:8). And concerning those subdued through war he says: He subjected peoples to us, and nations under our feet (Ps. 46:4). Making mention again of those saved through full knowledge, as if from the person of God he utters the saying, Foreigners have been subjected to Me (Ps. 59:10); to which there seems somehow akin what was examined by us in the sixty-first Psalm, by the words, Shall not my soul be subjected to God? (Ps. 61:2). And over and above all these is that saying brought forward against us by our enemies from the Epistle to the Corinthians, Then shall the Son Himself be subjected to Him Who subjected all things to Him (1 Cor. 15:28). Since, then, the signification of this word is borne out towards many senses, it would be well, distinguishing each of these by itself, to discern with what sense of subjection the Apostle's saying appropriately accords. We say, therefore, that in the case of those subdued through war by the dominion of their conquerors, the sense of subjection indicates bowing involuntarily and under compulsion to the victors. For if some power accrues to the captives, holding out a hope of prevailing over those who mastered them, they rouse themselves up once more against those who prevailed, judging it an outrage and a reproach to have been subjected to enemies. Irrational creatures, on the other hand, are under the hand of rational beings in a different way, inasmuch as their nature falls short of the greatest of goods, that is, of reason. Thus it is necessary that what is inferior should be subjected to what excels in the natural endowment; whereas those held fast under the yoke of slavery through some legal consequence, even though by nature they possess equal honour, yet, being unable to hold out against the law, accept the rank of subordinates, led on to subjection by the inexorable force of necessity. Of the subjection, however, that comes to pass from us towards God, the aim is salvation, just as we learned from prophecy, which says, Be thou subjected to God, O my soul; for from Him is my salvation (Ps. 61:6). Whenever, therefore, the utterance of the Apostle is brought forward against us by our opponents, saying that the Son will be subjected to the Father, it would be consistent, according to the distinguished signification of such an utterance, to ask them towards what sense of subjection they look when they suppose one ought to apply this utterance to the only-begotten God. Yet it is plain that they will say they understand the Son's subjection in none of the ways mentioned. For neither as an enemy has He come under another's hand through war, so that rising up again against the ruler should be a matter of hope and eagerness for Him; nor, as in the account of irrational creatures, does He possess subjection as necessary in His nature through deficiency of the good, as sheep and cattle and oxen stand towards man; nor, after the likeness of slaves bought with silver or home-born bondservants, enslaved by law, does He await through goodwill or favour