τῶν καλῶν ἔξωθεν ἐπεισκρίνεσθαι, ἀλλ' ἐφ' ἡμῖν εἶναι ὅπερ βουλόμεθα, οἷον ἐκ ταμείου τινὸς προχειριζομένους τὸ ἀγαθὸν ἐκ τῆς φύσεως· ἀπὸ μέρους γὰρ περὶ τοῦ παντὸς διδασκόμεθα, ὅτι οὐκ ἔστιν ἄλλως τινὰ τῶν κατ' ἐπιθυμίαν τυχεῖν, μὴ αὐτὸν ἑαυτῷ τὸ ἀγαθὸν χαριζόμενον· διό φησί που πρὸς τοὺς ἀκούοντας ὁ Κύριος, ὅτι Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν· καὶ, ὅτι Πᾶς ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται· ὡς καὶ τὸ λαβεῖν τὸ ποθούμενον, καὶ τὸ εὑρεῖν τὸ ζητούμενον, καὶ τὸ ἐντὸς τῶν ἐπιθυμουμένων γενέσθαι, ἐφ' ἡμῖν εἶναι ὅταν βουλώμεθα, καὶ τῆς ἡμετέρας ἐξηρτῆσθαι γνώμης. ᾯ κατὰ τὸ ἀκόλουθον συγκατασκευάζεται, καὶ τὸ ἐξ ἐναντίου νοούμενον, ὅτι καὶ ἡ πρὸς τὸ χεῖρον ῥοπὴ, μηδεμιᾶς ἔξωθεν βιαζομένης ἀνάγκης ἐγγίνεται, ἀλλ' ὁμοῦ τὸ ἑλέσθαι τὸ κακὸν, ὑφίσταται, τότε εἰς γένεσιν παραγενόμενον, ὅταν ἑλώμεθα· αὐτὸ δὲ ἐφ' ἑαυτοῦ κατ' ἰδίαν ὑπόστασιν ἔξω προαιρέσεως, οὐδαμοῦ τὸ κακὸν εὑρίσκεται κείμενον. Ἐκ δὲ τούτων ἡ αὐτοκρατής τε καὶ αὐτεξούσιος δύναμις, ἣν ἐνετεκτήνατο τῇ φύσει τῶν ἀνθρώπων ὁ τῆς φύσεως Κύριος, σαφῶς ἐπιδείκνυται, διὰ τοῦ πάντα τῆς προαιρέσεως τῆς ἡμετέρας ἠρτῆσθαι, εἴτε ἀγαθὰ, εἴτε χείρονα· τὴν δὲ θείαν κρίσιν ἀδεκάστῳ καὶ δικαίῳ ψήφῳ τῆς κατὰ τὴν ἡμετέραν πρόθεσιν ἑπομένην, ἐκεῖνο νέμειν ἑκάστῳ, ὅπερ ἂν ἑαυτῷ τις παρεχόμενος τύχῃ· τοῖς μὲν, καθώς φησιν ὁ Ἀπόστολος, καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴν καὶ θλίψιν, καὶ πάντα ὅσα τῆς σκυθρωπῆς ἀντιδόσεώς ἐστιν ὀνόματα. Ὥσπερ γὰρ τὰ ἀκριβῆ τῶν κατόπτρων τοιαύτας δείκνυσι τὰς τῶν προσώπων ἐμφάσεις, οἷά περ ἂν τὰ πρόσωπα ᾖ, φαιδρὰ μὲν τῶν φαιδρυνομένων, κατηφῆ δὲ τῶν σκυθρωπαζόντων· καὶ οὐκ ἂν τις αἰτιάσαιτο τὴν τοῦ κατόπτρου φύσιν, εἰ σκυθρωπὸν ἐμφανείη τὸ ἀπεικόνισμα τοῦ πρωτοτύπου διὰ κατηφείας συμπεπτωκότος· οὕτω καὶ ἡ δικαία τοῦ Θεοῦ κρίσις ταῖς ἡμετέραις διαθέσεσιν ἐξομοιοῦται, οἷά περ ἂν τὰ παρ' ἡμῶν ᾖ, τοιαῦτα ἡμῖν ἐκ τῶν ἰδίων παρέχουσα. Δεῦτε, φησὶν, οἱ εὐλογημένοι· καὶ, Πορεύεσθε, οἱ κατηραμένοι. Μή τις ἀνάγκη τῶν ἔξωθεν ἐπὶ τούτων ἐστὶν, τοῖς δεξιοῖς μὲν τὴν γλυκεῖαν φωνὴν, τοῖς δὲ ἀριστεροῖς τὴν σκυθρωπὴν ἀποκληροῦσα ; Οὐχ οὗτοι μὲν δι' ὧν ἐποίησαν, ἔσχον τὸν ἔλεον, οἱ δὲ τῷ πρὸς τοὺς ὁμοφύλους ἀπηνῶς ἔχειν, ἀπηνὲς ἑαυτοῖς τὸ Θεῖον ἐποίησαν ; Οὐκ ἠλέησε τὸν τῷ πυλῶνι προσταλαιπωροῦντα πτωχὸν, ὁ ταῖς τρυφαῖς διακεχυμένος πλούσιος, διὰ τοῦτο ἑαυτῷ ἀποκόπτει τὸν ἔλεον, ἐλεηθῆναι δεόμενος, καὶ οὐκ ἀκουόμενος· οὐχ ὅτι ζημίαν ἔφερε μία ῥανὶς εἰς τὴν μεγάλην τοῦ παραδείσου πηγὴν, ἀλλ' ὅτι ἡ τῆς ἐλεημοσύνης σταγὼν ἀμίκτως ἔχει πρὸς τὴν ἀπήνειαν. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος ; Οἷα, φησὶν, ἂν σπείρῃ ὁ ἄνθρωπος, τοιαῦτα καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν
of noble things settles in from outside, but that it rests within our power to be whatever we wish, bringing forth the good out of our own nature as though from some storehouse; for from the part we are taught concerning the whole, that it is impossible for anyone otherwise to attain the things he desires unless he bestows the good upon himself; wherefore the Lord says somewhere to His hearers, The kingdom of God is within you; and, Everyone who asks receives, and he who seeks finds, and to him who knocks it shall be opened; so that receiving what is longed for, finding what is sought, and coming to be within the things desired lie in our power whenever we wish, and depend upon our own resolve. Whereby there is established in consequence what is also understood from the opposite, namely that the inclination towards the worse likewise arises from no external necessity forcing us, but simultaneously with choosing evil it comes to subsist, arriving at generation at the moment when we choose it; whereas evil by itself, in an independent subsistence of its own apart from free choice, is nowhere found to lie. From these considerations the sovereign and self-governing power which the Lord of nature built into human nature is clearly demonstrated, through all things hanging upon our own free choice, whether good or worse; while the divine judgement, following with an incorruptible and just vote what accords with our purpose, allots to each man that very thing which anyone happens to procure for himself: to those who, as the Apostle says, by patience in good work seek glory and honour, eternal life; whereas to those who disobey the truth and obey unrighteousness, wrath and tribulation, and all the names that belong to stern retribution. For just as accurate mirrors display representations of faces of whatever sort the faces themselves may be—radiant ones of those who are cheerful, but downcast ones of those who look gloomy—and no one could blame the nature of the mirror if the likeness of an archetype collapsed through dejection should appear gloomy; so too the just judgement of God is assimilated to our own dispositions, supplying to us out of what is ours things of whatever sort proceed from us. Come, He says, you blessed; and, Depart, you accursed. Is there any necessity from things outside over these men, allotting the sweet voice to those on the right hand and the stern one to those on the left? Did not the former obtain mercy through the things they did, whereas the latter, by behaving harshly towards those of their own race, made the Divine harsh towards themselves? The rich man dissolved in luxuries showed no mercy to the beggar suffering misery beside his gate; on this account he cuts off mercy from himself, begging to be shown mercy and not being heard—not because one drop brought loss to the great fountain of paradise, but because the drop of almsgiving cannot mingle with harshness. For what fellowship has light towards darkness? Whatever things a man sows, He says, such also shall he reap; because he who sows unto the flesh shall from the flesh reap corruption, whereas he who sows unto the Spirit shall from the Spirit reap life