Migne Reading Room

PG 44 · cols. 1244–1253 · Read from the page

On the Beatitudes

On the Beatitudes

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:1244Read from the page
λο τι τῶν ἐν κακίᾳ θεωρουμένων. Εἰ δὲ παντὸς τοῦ χείρονος ἀμιγὴς ὁ τῆς δικαιοσύνης λόγος ἐστὶν, ἅπαν ἐν ἑαυτῷ πάντως τὸ ἀγαθὸν περιείληφεν· ἀγαθὸν δὲ πᾶν τὸ κατ' ἀρετὴν θεωρούμενον. Οὐκοῦν πᾶσα ἀρετὴ τῷ ὀνόματι τῆς δικαιοσύνης ἐνταῦθα διασημαίνεται, ἧς τοὺς πεινῶντάς τε καὶ διψῶντας μακαρίζει ὁ Λόγος, τὴν πλησμονὴν αὐτοῖς τῶν ἐπιθυμουμένων ἐπαγγελλόμενος.
er of the things beheld in wickedness. And if the principle of righteousness is unmixed with anything worse, it has altogether encompassed every good within itself; and good is everything beheld in accordance with virtue. Therefore every virtue is signified here by the name of righteousness, and the Word pronounces blessed those who hunger and thirst for it, promising them the fulness of the things they desire.
Μακάριοι γὰρ, φησὶν, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Τὸ δὲ λεγόμενον τοιοῦτόν μοί τινα νοῦν ἔχειν δοκεῖ· Οὐδὲν τῶν καθ' ἡδονὴν ἐν τῷ βίῳ σπουδαζομένων πλήσμιον γίνεται τοῖς σπουδάζουσιν, ἀλλὰ, καθώς φησί που δι' αἰνίγματος ἡ Σοφία· Πίθος τετρημένος ἐστὶν ἡ περὶ τὰς ἡδονὰς ἀσχολία· ᾧ πάντοτε κατὰ σπουδὴν ἐπαντλοῦντες, ἀπλήρωτόν τινα καὶ ἀνήνυτον ἐπιδεικνῦνται κόπον οἱ περὶ ταῦτα σπουδάζοντες, ἐγχέοντες μὲν ἀεί τι τῷ βυθῷ τῆς ἐπιθυμίας, καὶ τὸ πρὸς ἡδονὴν ἐπεμβάλλοντες, εἰς κόρον δὲ τὴν ἐπιθυμίαν οὐκ ἄγοντες. Τίς ἔγνω τῆς φιλαργυρίας ὅρον, διὰ τοῦ προσγενέσθαι τοῖς φιλαργυροῦσι τὸ σπουδαζόμενον; Τίς δοξομανῶν ἔληξεν, ἐν τῷ τυχεῖν ὧν ἐσπούδαζεν; ὁ δὲ τὴν ἡδονὴν ἐκπλήσας ἐν ἀκροάμασιν ἢ θεάμασιν, ἢ τῇ περὶ γαστέρα καὶ μετὰ γαστέρα μανίᾳ καὶ λύσσῃ· τί εὗρεν ἐκ τῆς ἀπολαύσεως αὐτῷ ταύτης περιγενόμενον; Οὐ πάσης ἡδονῆς εἶδος τῆς διὰ σώματος ἐκπληρουμένης ὁμοῦ τῷ προσπελάσαι παρίπταται, οὐδὲ πρὸς τὸ βραχύτατον τοῖς ἁψαμένοις αὐτῆς παραμενούσης; Τοῦτο τοίνυν τὸ ὑψηλὸν δόγμα παρὰ τοῦ Κυρίου μανθάνομεν, ὅτι μόνη ἡ κατ' ἀρετὴν ἡμῖν ἐγγινομένη σπουδὴ πάγιόν τί ἐστι καὶ ἐνυπόστατον. Ὁ γάρ τι τῶν ὑψηλῶν κατορθώσας, οἷον σωφροσύνην, ἢ μετριότητα, ἢ τὴν πρὸς τὸ Θεῖον εὐσέβειαν, ἢ ἄλλο τι τῶν ὑψηλῶν τε καὶ εὐαγγελικῶν διδαγμάτων, οὐ παροδικὴν ἐφ' ἑκάστῳ τῶν κατορθωμάτων καὶ ἄστατον τὴν εὐφροσύνην ἔχει, ἀλλ' ἐνιδρυμένην καὶ διαμένουσαν, καὶ παντὶ συμπαρατεινομένην τῷ τῆς ζωῆς διαστήματι. Διὰ τί; Ὅτι ταῦτα μὲν ἔξεστι διαπαντὸς ἐνεργεῖν, καὶ οὐδείς ἐστι καιρὸς ἐν παντὶ τῷ τῆς ζωῆς διαστήματι, τῆς ἀγαθῆς κόρον ἐμποιῶν ἐνεργείας. Ἥ τε γὰρ σωφροσύνη καὶ ἡ καθαρότης, καὶ τὸ ἐν παντὶ ἀγαθῷ ἀμετάπτωτον, καὶ τὸ πρὸς τὸ κακὸν ἀκοινώνητον ἀεὶ ἐνεργεῖται, ἕως ἄν τις πρὸς ἀρετὴν βλέπῃ, καὶ συμπαρατεινομένην ἔχει τῇ ἐνεργείᾳ τὴν εὐφροσύνην. Ἐπὶ δὲ τῶν ταῖς ἀτόποις ἐπιθυμίαις ἐκκεχυμένων, κἂν διαπαντὸς αὐτοῖς ἡ ψυχὴ βλέπῃ πρὸς τὸ ἀκόλαστον, ἀλλ' οὐκ ἀεὶ τὸ ἥδεσθαι πάρεστιν. Τήν τε γὰρ περὶ τὴν βρῶσιν λιχνείαν ὁ κόρος ἔστησεν, καὶ ἡ τοῦ πίνοντος ἡδονὴ συγκατεσβέσθη τῇ δίψῃ, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτὸν τρόπον καὶ χρόνου τινὸς χρήζει, καὶ διαλείμματος, ὥστε μαρανθείσης ἀπὸ τῆς ἡδονῆς καὶ τῆς πλησμονῆς, πάλιν ἀνακληθῆναι τὴν τοῦ ἡδύνοντος ὄρεξιν. Ἡ δὲ τῆς ἀρετῆς κτῆσις, οἷς ἂν ἅπαξ βεβαίως ἐνιδρυθῇ, οὐ χρόνῳ μετρεῖται, οὔτε κόρῳ περιορίζεται· ἀλλὰ
For blessed, He says, are those who hunger and thirst for righteousness, for they shall be filled. Now what is said seems to me to bear some such sense as this: nothing among the things pursued for pleasure in life becomes satisfying to those who pursue them; rather, as Wisdom says somewhere through a riddle: A pierced jar is the preoccupation with pleasures; continually drawing water into which with eagerness, those who busy themselves about these things display a certain insatiable and endless toil, ever pouring something into the depth of desire and casting in what makes for pleasure, yet never bringing desire to satiety. Who ever knew a limit to avarice through the desired object accruing to the avaricious? Who, mad for glory, ceased upon attaining the things he strove after? And he who has sated his pleasure in recitals or spectacles, or in the madness and frenzy of the belly and of the parts below the belly, what did he find remaining over to him from that enjoyment? Does not every form of pleasure fulfilled through the body fly past the moment it approaches, not abiding even for the briefest instant with those who have touched it? This lofty doctrine, therefore, we learn from the Lord: that only the zeal engendered in us in accordance with virtue is something firm and substantial. For he who has rightly accomplished one of the lofty things, such as temperance, or moderation, or piety towards the Divine, or any other of the lofty and evangelical teachings, possesses a joy over each right accomplishment that is neither transient nor unstable, but firmly planted and enduring, and co-extended with the whole span of life. Why? Because it is possible to practise these things continually, and there is no season in the whole span of life that produces satiety of good activity. For temperance and purity, and unswervingness in every good, and non-communion with evil are ever active so long as one looks towards virtue, and have joy co-extended with their activity. Whereas in the case of those poured out into absurd desires, even if their soul continually looks towards licentiousness, yet taking pleasure is not always present. For satiety halts gluttony for food, and the drinker's pleasure is extinguished together with his thirst, and other things in the same manner require some time and interval so that, once desire has withered away from pleasure and fulness, the appetite for what pleases may be recalled again. Yet the possession of virtue, in whomsoever it has once been firmly planted, is neither measured by time nor bounded by satiety; rather,
PG 44:1245Read from the page
πάντοτε τοῖς κατ' αὐτὴν ζῶσιν ἀκραιφνῆ τε καὶ νεαρὰν, καὶ ἀκμάζουσαν τῶν ιδίων ἀγαθῶν παρέχει τὴν αἴσθησιν. Διὸ τοῖς ταῦτα πεινῶσιν, ὁ Θεὸς Λόγος τὴν πλησμονὴν ἐπαγγέλλεται· πλησμονὴν ἐξάπτουσαν κόρῳ τὴν ὄρεξιν, οὐκ ἀμβλύνουσαν. Τοῦτο οὖν ἐστιν, ὃ διδάσκει ἐκ τοῦ ὑψηλοῦ τῶν νοημάτων ὄρους διαλεγόμενος, τῷ μηδενὶ τοιούτῳ τὴν ἐπιθυμίαν ἡμῶν προσασχολεῖν, οὗ μηδὲν πρόκειται τοῖς σπουδάζουσι πέρας, ἐν οἷς ματαία τε καὶ ἀνόητός ἐστιν ἡ σπουδή· καθάπερ τοῖς τῇ κορυφῇ τῆς ἑαυτῶν σκιᾶς ἐπιτρέχουσιν, οἷς ὁ δρόμος ἐπὶ τὸ ἀνήνυτον φέρεται, εἰς ἐκεῖνο ἀεὶ ταχέως τοῦ διωκομένου ὑπεξιόντος τῷ ἐπιτρέχοντι· ἀλλ' ἐκεῖ τρέψαι τὴν ὄρεξιν, ἐν οἷς ἡ σπουδὴ κτῆμα τοῦ σπουδάζοντος γίνεται. Ὁ γὰρ τῆς ἀρετῆς ἐπιθυμήσας, κτῆμα ἴδιον ποιεῖται τὸ ἀγαθὸν, ἐν ἑαυτῷ βλέπων ὃ ἐπεθύμησεν. Μακάριος οὖν ὁ πεινάσας τὴν σωφροσύνην· ἐμπλησθήσεται γὰρ τῆς καθαρότητος. Ἡ δὲ πλησμονὴ, καθὼς εἴρηται, οὐκ ἀποστροφήν, ἀλλ' ἐπίτασιν ποιεῖ τῆς ὀρέξεως, καὶ συναύξεται ἀλλήλοις κατὰ τὸ ἶσον ἀμφότερα. Τῇ τε γὰρ ἐπιθυμίᾳ τῆς ἀρετῆς ἡ τοῦ ἐπιθυμηθέντος κτῆσις ἐπηκολούθησεν· καὶ τὸ ἐγγενόμενον ἀγαθὸν ἄπαυστοι τὴν εὐφροσύνην τῇ ψυχῇ συνεισήνεγκεν. Τοιαύτη γὰρ ἡ τοῦ ἀγαθοῦ τούτου φύσις ἐστὶν, ὡς μὴ ἐν τῷ παρόντι μόνον καταγλυκαίνειν τὸν ἀπολαύοντα, ἀλλ' ἐν πᾶσι τοῖς τοῦ χρόνου μέρεσιν ἐνεργὸν παρέχειν τὴν εὐφροσύνην. Καὶ γὰρ ἡ μνήμη τῶν ὀρθῶς βεβιωμένων εὐφραίνει τὸν κατορθώσαντα· καὶ ἡ ἐν τῷ παρόντι ζωὴ, ὅταν δι' ἀρετῆς διεξάγηται, καὶ ἡ τῆς ἀντιδόσεως προσδοκία, ἣν οὐκ ἄλλην εἶναί τινα ὑπολαμβάνω, ἢ αὐτὴν πάλιν τὴν ἀρετὴν, ἣ καὶ ἔργον ἐστὶ τῶν κατορθούντων, καὶ γέρας ἐπὶ τοῖς κατορθώμασι γίνεται.
continually affords to those who live in accordance with it a pure, fresh, and flourishing perception of its own goods. Wherefore to those who hunger for these things, God the Word promises fulness: a fulness that kindles appetite through satiety rather than blunting it. This, then, is what He teaches when discoursing from the lofty mountain of thoughts: to busy our desire with nothing of such a kind where no goal is set before those who pursue it, in which things zeal is vain and senseless—just like those who run after the tip of their own shadow, whose race is borne on endlessly, while what is pursued ever swiftly slips away ahead of him who runs after it—but rather to turn appetite thither, where zeal becomes the possession of him who is zealous. For he who has desired virtue makes the good his own possession, beholding within himself what he desired. Blessed, therefore, is he who has hungered for temperance; for he shall be filled with purity. And fulness, as has been said, produces not aversion, but intensification of appetite, and both grow together equally with one another. For acquisition of what was desired followed upon the desire for virtue; and the good engendered within brought unceasing joy into the soul. For such is the nature of this good as not merely to sweeten him who enjoys it in the present, but to render joy active in every part of time. For indeed the remembrance of things rightly lived gladdens him who has accomplished them; and both the present life, when conducted through virtue, and the expectation of recompense—which I suppose to be nothing else than virtue itself over again, which is both the work of those who act rightly and becomes the prize upon right accomplishments.
Εἰ δὲ χρή τινος καὶ τολμηροῦ καθάψασθαι λόγου· δοκεῖ τάχα μοι διὰ τοῦ κατὰ τὴν ἀρετήν τε καὶ δικαιοσύνην λόγου ἑαυτόν προτιθέναι τῇ ὀρέξει τῶν ἀκουόντων ὁ Κύριος· ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, ἀλλὰ καὶ ἄρτος ἐξ οὐρανοῦ καταβαίνων, καὶ ὕδωρ ζῶν· οὗ διψῆν ὁμολογεῖ Δαβὶδ ἔν τινι ψαλμῳδίᾳ, τὸ μακαριστὸν τοῦτο τῆς ψυχῆς πάθος τῷ Θεῷ προσφέρων, ἐν οἷς φησιν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ισχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ὅς μοι δυκεῖ τῇ δυνάμει τοῦ Πνεύματος προπαιδευθεὶς τὰ μεγαλοφυῆ ταῦτα τοῦ Κυρίου διδάγματα, καὶ τὴν πλησμονὴν τῆς τοιαύτης ὀρέξεως ἑαυτῷ προσειπεῖν. Ἐγὼ γὰρ, φησὶν, ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. Αὕτη οὖν ἐστι κατά γε τὸν ἐμὸν λόγον ἡ ἀληθὴς ἀρετὴ, τὸ ἀμιγὲς τοῦ χείρονος ἀγαθὸν, περὶ ὃ πᾶν νόημα
And if one must also touch upon a somewhat bold discourse, it seems to me perhaps that through the discourse concerning virtue and righteousness the Lord sets Himself before the appetite of His hearers—He Who became for us wisdom from God, righteousness and sanctification and redemption, and moreover bread coming down out of heaven, and living water; for Which David confesses that he thirsts in a certain psalmody, offering to God this blessed passion of the soul in the words wherein he says: My soul thirsted for God, the mighty, the living; when shall I come and appear before the face of God? And having been instructed beforehand by the power of the Spirit in these sublime teachings of the Lord, he seems to me to have foretold to himself also the fulness of such appetite. For I, says he, in righteousness shall appear before Thy face; I shall be filled when Thy glory appears to me. This, therefore, according to my account at least, is true virtue, the good unmixed with anything worse, around which every conception
Notes, col. 1245

On the reading

Printed ιδίων, for ἰδίων.

Printed ἄπαυστοι, for ἄπαυστον.

Printed ισχυρὸν, for ἰσχυρὸν.

Printed δυκεῖ, for δοκεῖ.

PG 44:1248Read from the page
τῶν πρὸς τὸ κρεῖττον νοουμένων καταλαμβάνεται· αὐτὸς ὁ Θεὸς Λόγος, ἡ τοὺς οὐρανοὺς καλύψασα ἀρετὴ, καθὼς ὁ Ἀμβακοὺμ διεξέρχεται, καὶ καλῶς οἱ ταύτην τοῦ Θεοῦ τὴν δικαιοσύνην πεινῶντες, ἐμακαρίσθησαν. Τῷ ὄντι γὰρ ὁ γευσάμενος τοῦ Κυρίου, καθὼς ἡ ψαλμῳδία λέγει, τουτέστιν, ὁ ἐν ἑαυτῷ δεξάμενος τὸν Θεὸν, πλήρης γίνεται οὗ ἐδίψησέν τε καὶ ἐπείνασεν, κατὰ τὴν ὑπόσχεσιν τοῦ εἰπόντος· ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν, τοῦ ἁγίου Πνεύματος δηλονότι προενοικήσαντος. Οὕτω μοι δοκεῖ καὶ Παῦλος ὁ μέγας ὁ τῶν ἀπορρήτων ἐκείνων καρπῶν τῶν ἐκ τοῦ παραδείσου ἀπογευσάμενος, καὶ πλήρης ὧν ἐγεύσατο εἶναι, καὶ ἀεὶ πεινῶν. Καὶ γὰρ πεπληρῶσθαι τοῦ ποθουμένου ὁμολογεῖ λέγων· Ζῇ δὲ ἐν ἐμοὶ Χριστός· καὶ ὡς πεινῶν ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτείνεται λέγων· Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, τρέχω δὲ ἵνα καταλάβω. Δεδόσθω γὰρ ἡμῖν κατ' ἐξουσίαν ὑποθετικῶς εἶναί τι λέγειν, ὃ ἡ φύσις οὐκ ἔχει. Καθάπερ γὰρ ἐπὶ τῆς αισθητῆς βρώσεως, εἰ μηδὲν περιττωματικῶς τῶν εἰς τροφὴν λαμβανομένων ἐξεποιεῖτο, ἀλλὰ τὸ ὅλον εἰς προσθήκην τοῦ σωματικοῦ ὕψους ἀνελαμβάνετο, εἰς πολὺ ἂν ὕψος ἐπήρθη τὰ σώματα, τῆς καθ' ἡμέραν τροφῆς δι' ἑαυτῆς ἐπαυξούσης τὸ μέγεθος· οὕτως ἡ δικαιοσύνη ἐκείνη, καὶ πᾶσα ἡ μετ' αὐτῆς ἀρετὴ, ἐπειδὴ οὐκ ἐκποιεῖται ἐσθιομένη κατὰ τὸν νοητὸν τῆς βρώσεως τρόπον, ὑψηλοτέρους ἀεὶ ποιεῖ δι' ἑαυτῆς τοὺς μετέχοντας, πάντοτε τῇ παρ' ἑαυτῆς προσθήκῃ τὸ μέγεθος αὔξουσα. Οὐκοῦν εἰ νενόηται ἡμῖν ἡ μακαριστὴ πεῖνα, πᾶσαν τὴν ἀπὸ κακίας πληθώραν ἐμέσαντες, πεινάσωμεν τὴν δικαιοσύνην τοῦ Θεοῦ, ἵνα καὶ εἰς πλησμονὴν αὐτῆς ἔλθωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αιῶνας τῶν αἰώνων. Αμήν.
of the things understood in a better sense is comprehended: God the Word Himself, the virtue that covered the heavens, as Habakkuk relates; and rightly were those pronounced blessed who hunger for this righteousness of God. For indeed he who has tasted the Lord, as the psalmody says—that is, he who has received God within himself—becomes full of that for Which he both thirsted and hungered, according to the promise of Him Who said: I and the Father will come, and We will make Our abode with him, the Holy Spirit manifestly having dwelt within beforehand. Thus it seems to me that Paul the great also, having tasted those ineffable fruits from paradise, is both full of the things he tasted and ever hungering. For he confesses that he has been filled with what was longed for when he says: Christ lives in me; and as ever hungering he stretches forward to what lies ahead when he says: Not that I have already obtained or am already made perfect, but I run that I may lay hold. Now let it be granted us at will to state hypothetically something to exist which nature does not possess. For just as in the case of sensible food, if none of the things taken for nourishment were eliminated as waste, but the whole were assimilated for an addition to bodily stature, bodies would be lifted up to a great height, daily nourishment increasing their size of itself; so that righteousness, and every virtue along with it, since it is not eliminated when eaten after the intelligible manner of food, ever makes those who partake higher through itself, continually increasing their stature by the addition that comes from itself. Therefore, if the blessed hunger has been understood by us, having vomited forth every surfeit arising from wickedness, let us hunger for the righteousness of God, so that we may also come to its fulness, in Christ Jesus our Lord, to Whom be glory unto the ages of ages. Amen.
ΛΟΓΟΣ Εʹ.
Oration V.
Μακάριοι οι ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Blessed are the merciful, for they shall obtain mercy.
Τάχα τι τοιοῦτόν ἐστιν, ὃ διά τινος ὀπτασίας ὁ Ἰακὼβ δι' αἰνίγματος ἐπαιδεύθη, κλίμακα ιδὼν ἀπὸ γῆς ἐπὶ τὸ οὐράνιον ὕψος διήκουσαν, καὶ τὸν Θεὸν ἐπ' αὐτῆς ἐστηριγμένον, οἷον δὴ νῦν καὶ ἡμῖν ἡ διὰ τῶν μακαρισμῶν διδασκαλία ποιεῖ, ἀεὶ πρὸς τὰ ὑψηλότερα τῶν νοημάτων τοὺς δι' αὐτῆς ἀνιόντας ἐπαίρουσα. Καὶ γὰρ ἐκεῖ τῷ πατριάρχῃ τὸν κατ' ἀρετὴν οἶμαι βίον τῷ εἴδει τῆς κλίμακος διατυποῦσθαι, ὡς ἂν αὐτός τε μάθοι καὶ τοῖς μετ' αὐτὸν ὑφηγήσαιτο, ὅτι οὐκ ἔστιν ἄλλως πρὸς τὸν Θεὸν ὑψωθῆναι, μὴ ἀεὶ πρὸς τὰ ἄνω βλέποντα, καὶ τὴν τῶν ὑψηλῶν ἐπιθυμίαν ἄληκτον ἔχοντα, ὡς μὴ ἀγαπᾷν ἐπὶ τῶν ἤδη κατορθωθέντων μένειν, ἀλλὰ ζημίαν ποιεῖσθαι, ει τοῦ ὑπερκειμένου μὴ ἅψαιτο. Καὶ ἐνταῦθα οὖν ὕψος τῶν ἐπ' ἀλλήλων μακαρισμῶν αὐτῷ προσεγγίζειν τῷ Θεῷ παρασκευάζει, τῷ ἀληθῶς μακαρίῳ, καὶ πάσης ἐπεστηριγμένῳ μακαριότητος. Πάντως δὲ, ὡς τῷ
Perhaps something of this sort is what Jacob was taught through a riddle by means of a certain vision, when he saw a ladder reaching from earth up to the heavenly height, and God established upon it—just as now for us too the teaching conveyed through the beatitudes acts, ever lifting up towards loftier thoughts those who ascend through it. For there too, I think, the life according to virtue was figured forth for the patriarch by the form of the ladder, so that he himself might learn and might guide those after him that it is impossible otherwise to be exalted towards God unless one continually looks towards the things above and keeps an unceasing desire for lofty things, so as not to be content to abide in what has already been rightly accomplished, but to count it loss if one does not lay hold of what lies higher still. Here too, therefore, an elevation of beatitudes set one upon another prepares one to draw near to God Himself, Who is truly blessed and established above all blessedness. Altogether, then, just as to the
Notes, col. 1248

On the reading

Printed αισθητῆς, for αἰσθητῆς.

Printed αιῶνας, for αἰῶνας.

Printed Αμήν, for Ἀμήν.

Printed οι, for οἱ.

Printed ιδὼν, for ἰδὼν.

Printed ει, for εἰ.

PG 44:1249Read from the page
σοφῷ διὰ σοφίας, καὶ διὰ καθαρότητος τῷ καθαρῷ προσεγγίζομεν, οὕτω καὶ τῷ μακαρίῳ διὰ τῆς ὁδοῦ τῶν μακαρισμῶν οικειούμεθα. Θεοῦ γὰρ ὡς ἀληθῶς ἴδιον ἡ μακαριότης ἐστίν· διὸ καὶ ἐπεστηρίχθαι τῇ τοιαύτῃ κλίμακι ὁ Ἰακὼβ τὸν Θεὸν διηγήσατο. Ἡ οὖν τῶν μακαρισμῶν μετουσία οὐδὲν ἄλλο, εἰ μὴ θεότητος κοινωνία ἐστὶ, πρὸς ἣν ἡμᾶς ἀνάγει διὰ τῶν λεγομένων ὁ Κύριος.
wise we draw near through wisdom, and through purity to the pure, so too we are made akin to the blessed through the way of the beatitudes. For blessedness truly belongs to God as His own; wherefore Jacob also related that God was established upon such a ladder. Participation in the beatitudes, therefore, is nothing else than communion in deity, unto which the Lord leads us up through the things that are said.
Δοκεῖ οὖν μοι θεοποιεῖν τρόπον τινὰ διὰ τῆς εἰς τὸ ἀκόλουθον προκειμένης τοῦ μακαρισμοῦ ὑφηγήσεως, τὸν ἀκούοντά τε καὶ συνιέντα τοῦ λόγου. Μακάριοι γὰρ, φησὶν, οι ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Οἶδα πολλαχοῦ τῆς θείας Γραφῆς, τῷ ὀνόματι τοῦ ἐλεήμονος τοὺς ἁγίους ἄνδρας τὴν θείαν δύναμιν προσκαλουμένους· οὕτως ὁ Δαβὶδ ἐν ταῖς ὑμνῳδίαις· οὕτως Ἰωνᾶς ἐν τῇ καθ' ἑαυτὸν προφητείᾳ· οὕτως ὁ μέγας Μωϋσῆς ἐν πολλοῖς τῆς νομοθεσίας κατανομάζει τὸ Θεῖον. Εἰ οὖν πρέπουσα τῷ Θεῷ ἡ προσηγορία τοῦ ἐλεήμονος· τί ἄλλο καὶ οὐχὶ θεόν σε προσκαλεῖται γενέσθαι ὁ λόγος, οἱονεὶ μορφωθέντα τῷ τῆς θεότητος ιδιώματι; Εἰ γὰρ ἐλεήμων ὁ Θεὸς παρὰ τῆς θεοπνεύστου Γραφῆς ὀνομάζεται· τὸ δὲ ἀληθῶς μακαριστὸν, ἡ θεότης ἐστί· φανερὸν ἂν εἴη τὸ ἐκ τοῦ ἀκολούθου νοούμενον, ὅτι κἂν ἄνθρωπός τις ὢν ἐλεήμων γένηται, τῆς θείας ἀξιοῦται μακαριότητος, ἐν ἐκείνῳ γενόμενος, ᾧ τὸ Θεῖον κατονομάζεται. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Πῶς οὖν οὐ μακάριον ἐκεῖνο κληθῆναι καὶ γενέσθαι τὸν ἄνθρωπον, ᾧπερ ὁ Θεὸς ἐκ τοῦ ποιεῖν ὀνομάζεται; ἀλλὰ τὸ μὲν ζηλοῦν τὰ μείζονα τῶν χαρισμάτων, συμβουλεύει διὰ τῶν ἰδίων λόγων καὶ ὁ θεῖος Ἀπόστολος· ἡμῖν δὲ σκοπός ἐστιν, οὐχ ὅπως ἀναπεισθείημεν τῶν καλῶν ὀρέγεσθαι (τοῦτο γὰρ αὐτομάτως ἔγκειται τῇ ἀνθρωπίνῃ φύσει, τὸ πρὸς τὸ καλὸν ἐπιρρεπῶς ἔχειν)· ἀλλ' ὅπως ἂν μὴ ἁμάρτοιμεν τῆς τοῦ καλοῦ κρίσεως. Ἐν τούτῳ γὰρ μάλιστα τῷ μέρει πλημμελεῖται ἡμῶν ἡ ζωὴ, ἐν τῷ μὴ δύνασθαι ἀκριβῶς συνιέναι τί τὸ φύσει καλὸν, καὶ τί τὸ δι' ἀπάτης τοιοῦτον ὑπονοούμενον. Εἰ γὰρ γυμνὴ προέκειτο ἡ κακία τῷ βίῳ, καὶ μή τινι καλοῦ φαντασίᾳ προσκεχρωσμένη, οὐκ ἂν ηὐτομόλησε πρὸς αὐτὴν τὸ ἀνθρώπινον. Οὐκοῦν συνέσεως ἡμῖν χρεία, πρὸς τὴν τοῦ προκειμένου ῥητοῦ κατανόησιν, ὡς ἂν διδαχθέντες τὸ ἀληθινὸν τοῦ ἐγκειμένου νοήματος κάλλος, κατ' αὐτὰ μορφωθείημεν. Ὥσπερ γὰρ ἡ περὶ τὸ Θεῖον ὑπόληψις, ἔγκειται μὲν πᾶσι φυσικῶς τοῖς ἀνθρώποις· ἐν δὲ τῇ ἀγνοίᾳ τοῦ ἀληθῶς ὄντος Θεοῦ, ἡ περὶ τὸ σπουδαζόμενον γίνεται διαμαρτία (οἷς μὲν γὰρ ἡ ἀληθὴς θεότης ἐστὶ σεβάσμιος, ἡ ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι θεωρουμένη· οἱ δὲ πρὸς ἀτόπους ὑπονοίας ἐπλανήθησαν, ἐν τῇ κτίσει τοιοῦτον ὑπονοοῦντες· καὶ διὰ τοῦτο ἡ ἐν ὀλίγῳ τῆς ἀληθείας παρατραπὴ, τῇ ἀσεβείᾳ τὴν πάροδον δέδωκεν)· οὕτω καὶ ἐπὶ τοῦ προκειμένου νοήματος, ει μὴ καταλάβοιμεν τὴν ἀληθῆ διάνοιαν, οὐκ ἐν ὀλίγῳ
It seems to me, therefore, that through the guidance of the beatitude set before us in sequence He in a manner deifies him who both hears and understands the discourse. For blessed, says He, are the merciful, for they shall obtain mercy. I know that in many places of divine Scripture holy men invoke the divine power by the name of the Merciful: thus David in his hymnodies; thus Jonah in his own prophecy; thus Moses the great in many passages of the lawgiving names the Divine. If, then, the appellation of the Merciful befits God, what else is the discourse inviting you to become than a god, shaped as it were by the distinctive property of deity? For if God is named Merciful by God-inspired Scripture, and what is truly blessed is deity, plain would be what is understood by consequence: that even if someone, being a human being, becomes merciful, he is counted worthy of divine blessedness, having come to be in that whereby the Divine is named. Merciful is the Lord and righteous, and our God shows mercy. How then is it not blessed for a human being to be called and to become that very thing whereby God is named from what He does? Yet to be zealous for the greater gifts the divine Apostle also counsels through his own words; whereas our aim is not that we should be persuaded to long for noble things (for this lies implanted of its own accord in human nature, to be inclined towards what is noble), but that we should not err in our judgement of the noble. For in this part above all does our life go astray, in not being able to understand accurately what is noble by nature and what is suspected of being such through deceit. For if wickedness lay bare before life, and not coloured over with some phantom of the noble, human nature would never have deserted to it. Therefore we have need of understanding for the comprehension of the saying set before us, so that, having been taught the true beauty of the thought contained therein, we might be shaped after it. For just as the conception concerning the Divine lies implanted by nature in all human beings, yet in ignorance of the God Who truly is there arises error concerning the object of zeal (for to some true deity is venerable, beheld in Father, and Son, and Holy Spirit; whereas others wandered off into absurd notions, suspecting something of such a kind to exist in creation, and on this account a slight swerving from the truth gave entrance to impiety); so too in the case of the thought set before us, unless we grasp its true meaning, in no slight
Notes, col. 1249

On the reading

Printed οικειούμεθα, for οἰκειούμεθα.

Printed οι, for οἱ.

Printed κατανομάζει, for κατονομάζει.

Printed ιδιώματι, for ἰδιώματι.

Printed αὐτὰ, for αὐτὸ.

Printed παρατραπὴ, for παρατροπὴ.

Printed ει, for εἰ.

PG 44:1252Read from the page
γένοιτο ἂν ἡμῖν ἡ ζημία τῆς ἀληθείας παρασφαλεῖσιν.
measure would the loss turn out for us if we erred from the truth.
Τί τοίνυν ἐστὶν ὁ ἔλεος, καὶ περὶ τί ἐνεργούμενος; Καὶ πῶς μακάριος ὁ ἀντιλαμβάνων, ὃ δίδωσιν; Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ἡ μὲν οὖν πρόχειρος τοῦ ῥητοῦ διάνοια, πρὸς τὸ φιλάλληλόν τε καὶ συμπαθὲς προσκαλεῖται τὸν ἄνθρωπον, διὰ τὸ ἄνισόν τε καὶ ἀνώμαλον τῶν τοῦ βίου πραγμάτων οὐ πάντων ἐν τοῖς ὁμοίοις βιοτευόντων, οὔτε κατὰ τὴν ἀξίαν, οὔτε κατὰ τὴν τοῦ σώματος κατασκευὴν, οὔτε κατὰ τὴν λοιπὴν περιουσίαν. Μεμέρισται γὰρ ὡς τὰ πολλὰ, διὰ τῶν ἐναντίων ὁ βίος, δουλείᾳ καὶ κυριότητι, πλούτῳ καὶ πενίᾳ, δόξῃ καὶ ἀτιμίᾳ, σαθρότητι σώματος καὶ εὐεξίᾳ, καὶ πᾶσι τοῖς τοιούτοις διασχιζόμενος. Ὡς ἂν οὖν εἰς ἴσον ἔλθοι τῷ πλεονεκτοῦντι τὸ ὑστερούμενον, καὶ ἀναπληρωθείη τὸ λειπόμενον τῷ περισσεύοντι, νομοθετεῖ τοῖς ἀνθρώποις ἐπὶ τῶν καταδεεστέρων τὸ ἔλεον. Οὐ γάρ ἐστιν ἄλλως πρὸς θεραπείαν τῆς συμφορᾶς τοῦ πέλας ὁρμῆσαι, μὴ ἐλέου τὴν ψυχὴν πρὸς τὴν τοιαύτην ὁρμὴν ἐκμαλάξαντος· ἐκ γὰρ τοῦ ἐναντίου τῇ ἀπηνείᾳ νοεῖται ὁ ἔλεος. Ὡς οὖν ὁ ἀπηνής τε καὶ ἄγριος, ἀπροσπέλαστός ἐστι τοῖς ἐγγίζουσιν· οὕτως ὁ συμπαθής τε καὶ ἐλεήμων, κατακιρνᾶταί πως τῇ διαθέσει πρὸς τὸ δεόμενον, ἐκείνῳ τῷ λυπουμένῳ γενόμενος, ὃ ἐπιζητεῖ ἡ ἀνιωμένη διάνοια. Καὶ ἔστιν ὁ ἔλεος, ὡς ἄν τις ὅρῳ περιλαβὼν ἑρμηνεύσειεν, ἑκούσιος λύπη ἐπ' ἀλλοτρίοις κακοῖς συνισταμένη.
What, then, is mercy, and around what is it active? And how is he blessed who receives back what he gives? For blessed, says He, are the merciful, for they shall obtain mercy. Now the obvious meaning of the saying invites man towards mutual affection and sympathy, since on account of the inequality and unevenness of life's affairs not all live in like circumstances, whether in dignity, or in bodily constitution, or in other abundance. For life is for the most part divided among contraries, cloven asunder by slavery and lordship, wealth and poverty, glory and dishonour, infirmity of body and vigour, and all such things. So that what falls short might come to equality with him who has the advantage, and what is lacking might be filled up from him who abounds, He enjoins upon human beings mercy towards those who are worse off. For it is impossible otherwise to set out to heal a neighbour's misfortune unless mercy has softened the soul towards such an impulse; for mercy is understood from its contrary, harshness. Just as he who is harsh and fierce is unapproachable to those who draw near, so he who is sympathetic and merciful blends himself in a way through his disposition with what is in need, becoming to him who grieves that very thing which his distressed mind seeks after. And mercy, as one might expound it by encompassing it in a definition, is a voluntary grief arising over the ills of others.
Ει δὲ οὐκ ἀκριβῶς τὴν διάνοιαν αὐτοῦ παρεστήσαμεν· τάχα ἂν ἄλλῳ λόγῳ διερμηνευθείη σαφέστερον. Ἔλεός ἐστιν ἐπὶ τῶν δυσφορούντων ἐπί τισιν ἀνιαροῖς ἀγαπητική συνδιάθεσις. Ὥσπερ γὰρ τὸ ἀπηνές τε καὶ θηριῶδες, ἀπὸ τοῦ μίσους τὰς ἀφορμὰς ἔχει· οὕτως ἐκφύεταί πως τῆς ἀγάπης ὁ ἔλεος, οὐκ ἂν γενόμενος, ει μὴ ἐκ ταύτης. Καὶ εἴ τις ἀκριβῶς ἐξετάσειε τὸ τοῦ ἐλέου ιδίωμα, ἐπίτασιν εὑρήσει τῆς ἀγαπητικῆς διαθέσεως, τῷ κατὰ τὴν λύπην πάθει συμμεμιγμένην. Ἡ μὲν γὰρ τῶν καλῶν κοινωνία πᾶσιν ὁμοίως, καὶ ἐχθροῖς, καὶ φίλοις σπουδάζεται· τὸ δὲ τῶν ἀνιαρῶν κοινωνεῖν ἐθέλειν, μόνον ἴδιον τῶν τῇ ἀγάπῃ κεκρατημένων ἐστίν. Ἀλλὰ μὴν πάντων ὡμολόγηται τῶν κατὰ τὸν βίον τοῦτον ἐπιτηδευομένων ἡ ἀγάπη τὸ κράτιστον εἶναι. Ἐπίτασις δὲ ἀγάπης ὁ ἔλεος. Κυρίως ἄρα μακαριστὸς, ὁ ἐν τῇ τοιαύτῃ διαθέσει τὴν ψυχὴν ἔχων, ὡς τοῦ ἀκροτάτου κατὰ τὴν ἀρετὴν ἐφαπτόμενος· καὶ μηδεὶς ἐν μόναις ταῖς ὕλαις τὴν ἀρετὴν θεωρείτω· οὕτω γὰρ ἂν οὐ πάντως εἴη κατόρθωμα τὸ τοιοῦτον, πλὴν τοῦ δύναμίν τινα πρὸς εὐποιῗαν ἔχοντος· ἀλλά μοι δοκεῖ δικαιότερον ἐν προαιρέσει τὸ τοιοῦτον βλέπειν. Ὁ γὰρ θελήσας τὸ ἀγαθὸν μόνον, κωλυθεὶς δὲ πρὸς τὸ καλὸν, τῷ μὴ δύνασθαι, κατ' οὐδὲν ἐλαττοῦται τῆς ψυχῆς διαθέσει, τοῦ διὰ τῶν ἔργων τὴν γνώμην δείξαντος.
And if we have not set forth its meaning accurately, perhaps it might be expounded more clearly by another account. Mercy is a loving fellow-feeling for those in distress over painful things. For just as what is harsh and brutish takes its starting-points from hatred, so mercy springs forth in a manner from love, and would never come to be save from it. And if anyone should examine accurately the distinctive property of mercy, he will find an intensification of the loving disposition mingled with the passion of grief. For sharing in good things is eagerly pursued by all alike, both enemies and friends; whereas willing to share in painful things belongs solely to those mastered by love. Yet surely of all things practised in this life, love is acknowledged to be supreme; and mercy is an intensification of love. Strictly blessed, therefore, is he who keeps his soul in such a disposition, as touching the very summit of virtue; and let no one behold this virtue in material means alone; for thus such a thing would not at all be a right accomplishment save for one possessing some means for beneficence; rather, it seems to me more just to behold such a thing in deliberate choice. For he who has willed the good alone, yet has been hindered from the noble deed through lack of ability, falls short in naught in the disposition of his soul as compared with him who has displayed his purpose through deeds.
Notes, col. 1252

On the reading

Printed Ει, for Εἰ.

Printed ἀγαπητική, for ἀγαπητικὴ.

Printed ει, for εἰ.

Printed ιδίωμα, for ἰδίωμα.

PG 44:1253Read from the page
Ὅσον μὲν οὖν κέρδος ἐστὶ τῷ βίῳ, εἰ πρὸς τοῦτό τις ἐκλαμβάνει τοῦ μακαρισμοῦ τὴν διάνοιαν, περιττὸν ἂν εἴη διεξιέναι, φανερῶν ὄντων καὶ τοῖς κομιδῇ νηπίοις, τῶν ἐκ τῆς συμβουλῆς ταύτης τῷ βίῳ κατορθουμένων. Εἰ γὰρ πᾶσι καθ' ὑπόθεσιν ἡ τοιαύτη τῆς ψυχῆς ἐγγένοιτο πρὸς τὸ ἐλαττούμενον σχέσις, οὐκέτ' ἂν εἴη τὸ ὑπερέχον, καὶ ἐλαττούμενον· οὐκέτι πρὸς τὰ ἐναντία τῶν ὀνομάτων ὁ βίος διενεχθήσεται· οὐκ ἀνιάσει πενία τὸν ἄνθρωπον· οὐ ταπεινώσει δουλεία· οὐ λυπήσει ἀτιμία· πάντα γὰρ ἔσται πᾶσι κοινά· καὶ ισονομία καὶ ισηγορία τῷ βίῳ τῶν ἀνθρώπων ἐμπολιτεύεται· ἑκουσίως τοῦ πολιτεύοντος πρὸς τὸ λεῖπον ἐξισουμένου. Εἰ δὲ τοῦτο γένοιτο, οὐκέτ' ἂν ὑπολειφθείη τις ἀπεχθείας ὑπόθεσις· ἀργὸς ὁ φθόνος· νεκρὸν τὸ μῖσος· ὑπερόριος ἡ μνησικακία, τὸ ψεῦδος, ἡ ἀπάτη, ὁ πόλεμος· (ἅπερ ἔγγονα πάντα τῇ τοῦ πλείονος ἐπιθυμίᾳ ἐστίν.) Ἐκείνης δὲ τῆς ἀσυμπαθοῦς διαθέσεως ἐξορισθείσης, συνεκβάλλεται πάντως, οἱόν τινι πονηρᾷ ῥίζῃ, τὰ τῆς κακίας βλαστήματα. Τῇ δὲ τῶν πονηρῶν ὑπεξαιρέσει ὁ τῶν ἀγαθῶν κατάλογος ἀντεισέρχεται, εἰρήνη καὶ δικαιοσύνη. καὶ πᾶσα τῶν πρὸς τὸ κρεῖττον νοουμένων ἀκολουθία. Τί τοίνυν ἂν εἴη μακαριστότερον, τὸ οὕτω τὸν βίον ἔχειν, οὐκέτι μοχλοῖς καὶ λίθοις τὴν ἀσφάλειαν τῆς ζωῆς ἡμῶν πιστευόντων, ἀλλ' ἐν ἀλλήλοις ἠσφαλισμένων; Ὥσπερ γὰρ ὁ ἀπηνής τε καὶ θηριώδης, δυσμενεῖς ἑαυτῷ τοὺς τῆς ἀγριότητος πεπειραμένους ποιεῖ· οὕτως ἐκ τοῦ ἐναντίου, εὖνοι ἅπαντες τῷ ἐλεοῦντι γινόμεθα, φυσικῶς τοῖς μετέχουσι τοῦ ἐλέου τὴν ἀγάπην ἐντί⟨κ⟩τοντος. Οὐκοῦν ἐστιν ὁ ἔλεος, ὥς γε ὁ λόγος ὑπέδειξεν, εὐνοίας πατήρ, ἀγάπης ἐνέχυρον, σύνδεσμος πάσης φιλικῆς διαθέσεως· τῆς δὲ ἀσφαλείας ταύτης, τί ἂν ἐπινοηθείη κατὰ τὴν ζωὴν ὀχυρώτερον; Ὥστε εικότως ὁ Λόγος μακαρίζει τὸν ἐλεήμονα, τοσούτων ἀγαθῶν τῷ ὀνόματι τούτῳ ἐμφαινομένων. Ἀλλὰ τὸ μὲν βιωφελῆ τὴν τοιαύτην συμβουλὴν εἶναι, παντός ἐστι μὴ ἀγνοῆσαι· ἐμοὶ δὲ δοκεῖ πλέον τι τῶν ἐκ τοῦ προχείρου νοουμένων. τῇ τοῦ μέλλοντος ἐκλήψει δι' ἀπορρήτων παραδηλοῦν ἡ διάνοια. Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες· ὅτι αὐτοὶ ἐλεηθήσονται· ὡς ὕστερον ἀποκειμένης τοῖς ἐλεοῦσι τῆς κατὰ τὸν ἔλεον ἀντιδόσεως.
How great a gain there is for life, then, if one takes the meaning of the beatitude with reference to this, it would be superfluous to recount, since the things rightly accomplished for life from this counsel are plain even to utter infants. For if by hypothesis such an attitude of soul towards what falls short were engendered in everyone, there would no longer be superiority and inferiority; life will no longer be torn apart towards opposite names; poverty will not distress man; slavery will not abase him; dishonour will not grieve him; for all things will be common to all; and equality of law and equality of speech take root as citizens in human life, as he who conducts his life in the community willingly equalizes himself with what is lacking. And should this come to pass, no pretext for enmity would any longer be left behind: idle would be envy; dead, hatred; banished beyond the borders, resentment of wrongs, falsehood, deceit, war (all of which are offspring of the desire for more). And once that unsympathetic disposition is banished, the shoots of wickedness are altogether cast out along with it, as with some evil root. And upon the removal of evil things the catalogue of good things enters in their stead: peace and righteousness, and the whole train of things understood in a better sense. What, then, could be more blessed than for life to be thus disposed, when we no longer entrust the safety of our life to bars and stones, but are made secure in one another? For just as he who is harsh and brutish renders hostile to himself those who have experienced his savagery, so on the contrary we all become well-disposed towards him who shows mercy, since mercy naturally engenders love in those who partake of it. Mercy, therefore, as our account has shown, is father of goodwill, pledge of love, bond of every friendly disposition; and what could be devised in life more secure than this safety? Rightly, therefore, does the Word pronounce the merciful man blessed, since so many good things are manifested in this name. Yet that such counsel is beneficial to life belongs to everyone not to ignore; whereas to me the meaning seems through mysteries to hint at something more than what is understood offhand by its employment of the future tense. For blessed, says He, are the merciful, for they shall obtain mercy: as though the recompense corresponding to mercy lies stored up hereafter for those who show mercy.
Οὐκοῦν ὡς ἂν οἷοί τε ὦμεν τὴν εὔληπτον ταύτην καὶ ἐκ τοῦ προχείρου τοῖς πολλοῖς εὑρισκομένην καταλιπόντες διάνοιαν, πρὸς τὸ ἐσώτερον τοῦ καταπετάσματος διακύψαι, τῷ λόγῳ κατὰ τὸ δυνατὸν ἐγχειρήσωμεν. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ἔστι μὲν οὖν τι καὶ δογμάτων ὑψηλότερον ἐν τῷ λόγῳ μαθεῖν· ὅτι πάντων ἀγαθῶν τὰς ἀφορμὰς ὁ κατ' εικόνα ἑαυτοῦ ποιήσας τὸν ἄνθρωπον, τῇ φύσει τοῦ πλάσματος ἐναπέθετο, ὡς μηδὲν ἡμῖν
Therefore, so far as we are able, leaving behind this easily grasped meaning found offhand by the many, let us endeavour through discourse as best we can to peer within the inner side of the veil. Blessed are the merciful, for they shall obtain mercy. Now it is possible to learn in this saying something loftier among doctrines as well: that He Who made man according to His own image deposited the starting-points of all good things in the nature of His handiwork, so that naught to us
Notes, col. 1253

On the reading

Printed ισονομία, for ἰσονομία.

Printed ισηγορία, for ἰσηγορία.

Printed πολιτεύοντος, for πλεονεκτοῦντος.

Printed δικαιοσύνη., for δικαιοσύνη,.

Printed τὸ οὕτω, for τοῦ οὕτω.

Printed εικότως, for εἰκότως.

Printed νοουμένων., for νοουμένων,.

Printed εικόνα, for εἰκόνα.