ἐνεφορήθημεν, καὶ διὰ τοῦτο τῷ πονηρῷ τούτῳ καὶ ἐπιθανατίῳ νοσήματι κατεκρατήθη ἡ φύσις· ἦλθεν ὁ ἀληθινὸς ἰατρὸς, κατὰ τὸν νόμον τῆς ἰατρικῆς διὰ τῶν ἐναντίων τὸ κακὸν ἐξιώμενος· καὶ τοὺς διὰ τοῦτο τῇ ἀῤῥωστίᾳ συνενεχθέντας, ὅτι τοῦ θείου θελήματος ἐχωρίσθησαν, πάλιν ἐλευθεροῖ τοῦ νοσήματος, τῇ πρὸς τὸ βούλημα τοῦ Θεοῦ συναφείᾳ. Τὰ γὰρ τῆς προσευχῆς ῥήματα, θεραπεία ἐστὶ τῆς ἐγγινομένης τῇ ψυχῇ ἀῤῥωστίας. Εὔχεται γὰρ οἷόν τισιν ὀδύναις τὴν ψυχὴν συνεχόμενος ὁ λέγων· Γενηθήτω τὸ θέλημά σου. Θέλημα δὲ Θεοῦ ἡ σωτηρία τῶν ἀνθρώπων ἐστίν. Ἐπειδὰν τοίνυν εἰς τοῦτο στῶμεν, ὥστε ειπεῖν τῷ Θεῷ, ὅτι Γενηθήτω καὶ ἐν ἐμοὶ τὸ θέλημά σου, ἀνάγκη πᾶσα πρότερον κατειπεῖν ἐκείνου τοῦ βίου, ὃς ἔξω τοῦ θείου βουλήματος ἦν, καὶ ταῦτα ἐν τῇ ἐξαγορεύσει διεξελθεῖν· ὅτι Ἐπειδὴ κακῶς ἐνήργησεν ἐν ἐμοὶ διὰ τοῦ φθάσαντος βίου τὸ ἀντικείμενον θέλημα, καὶ ὑπηρέτης ἐγενόμην τοῦ πονηροῦ τυράννου, οἷόν τις δήμιος τὴν τοῦ ἐχθροῦ ψῆφον εἰς πέρας κατ' ἐμαυτοῦ φέρων· τούτου χάριν οἶκτον λαβὼν τῆς ἀπωλείας μου, δός ποτε καὶ τὸ σὸν θέλημα γενέσθαι ἐν ἐμοί. Ὥσπερ γὰρ ἐν τοῖς ζοφώδεσι τῶν σπηλαίων φωτὸς εισκομισθέντος ὁ ζόφος ἀφανίζεται· οὕτω τοῦ σοῦ θελήματος ἐν ἐμοὶ γενομένου, πᾶσα πονηρὰ καὶ ἄτοπος τῆς προαιρέσεως κίνησις εἰς τὸ μὴ ὂν περιῗσταται. Ἡ γὰρ σωφροσύνη σβέσει τὴν ἀκόλαστον καὶ ἐμπαθῆ τῆς διανοίας ὁρμήν· ἡ ταπεινοφροσύνη καταναλώσει τὸν τύφον· ἡ μετριότης ιάσεται τῆς ὑπερηφανίας τὴν νόσον· τὸ δὲ τῆς ἀγάπης ἀγαθὸν πολὺν κατάλογον τῶν ἀντικειμένων κακῶν τῆς ψυχῆς ἀπελάσει· ταύτην γὰρ ὑποχωρεῖ τὸ μῖσος, ὁ φθόνος, ἡ μῆνις, ἡ κατ' ὀργὴν κίνησις, ἡ θυμώδης διάθεσις, ἡ ἐπιβουλὴ, ἡ ὑπόκρισις, ἡ τῶν λυπηρῶν μνήμη, ἡ τῆς ἀντιλυπήσεως ὄρεξις, ἡ περικάρδιος τοῦ αἵματος ζέσις, ὁ πικρὸς ὀφθαλμός. Ταῦτα ἡ τοιούτων κακῶν ἀγέλη τῇ ἀγαπητικῇ διαθέσει ἐξαφανίζεται. Οὕτως ἐκβάλλει τὴν εἰδωλολατρίαν ἡ ἐνέργεια τοῦ Θεοῦ βουλήματος· διπλῆν δέ φημι, τήν τε περὶ τὰ εἴδωλα, καὶ τὴν περὶ τὸ ἀργύριον καὶ χρυσίον μανίαν, ἅπερ εἴδωλα τῶν ἐθνῶν ὁ τῆς προφητείας ὠνόμασε λόγος. Γενηθήτω τοίνυν τὸ θέλημά σου, ἵνα σβεσθῇ τοῦ διαβόλου τὸ θέλημα. Διὰ τί δὲ τὴν παρὰ τοῦ Θεοῦ γενέσθαι τὴν ἀγαθὴν ἡμῖν προαίρεσιν ἐπευχόμεθα; Ὅτι ἀσθενὴς ἡ ἀνθρωπίνη φύσις πρὸς τὸ ἀγαθόν ἐστιν, ἅπαξ διὰ κακίας ἐκνευρισθεῖσα. Οὐ γὰρ μετὰ τῆς αὐτῆς εὐκολίας, ἧς πρὸς τὸ κακὸν ὁ ἄνθρωπος ἔρχεται, καὶ ἀπὸ τούτου πάλιν ἐπὶ τὸ ἀγαθὸν ἐπανέρχεται· ὥσπερ καὶ ἐπὶ τῶν σωμάτων ἔστι κατανοῆσαι τὸν τοιοῦτον λόγον, ὅτι οὐχ ὁμοίως, οὐδὲ μετὰ τῆς ἴσης ῥαστώνης, τό τε ὑγιαῖνον ἐν νόσῳ γίνεται, καὶ τὸ νενοσηκὸς ὑγιάζεται. Ὁ γὰρ ἐν ὑγείᾳ τέως διάγων, καὶ δι' ἑνὸς πολλάκις τραύματος εἰς τὸν περὶ τῶν ἐσχάτων κίνδυνον ἦλθε· καὶ μία περίοδος ἢ καταβολὴ πυρετοῦ πάντα τὸν τοῦ σώματος τόνον διέλυσεν, καὶ βραχεῖα δηλητηρίου γεῦσις, ἢ παντελῶς διέφθειρεν, ἢ παρ' ὀλίγον τοῦτο ἐποίησεν· καὶ δήγματι ἑρπετοῦ, ἢ κέντρῳ τινὶ τῶν ιοβόλων, ἢ ὀλι-
we glutted ourselves, and on this account nature was mastered by this wicked and deadly sickness, the true Physician came, healing the evil through opposites according to the law of the medical art; and those who had been brought into infirmity because they were separated from the divine will, He frees once again from the sickness through union with the counsel of God. For the words of the prayer are a cure for the infirmity bred within the soul. For he who says, Thy will be done, prays as though gripped in soul by certain pangs. And the will of God is the salvation of mankind. Whenever, therefore, we take our stand at this point, so as to say to God, Let Thy will be done in me also, there is every necessity first to denounce that life which lay outside the divine counsel, and to recount these things in confession: Since throughout my past life the opposing will wrought evilly within me, and I became a servant of the wicked tyrant, like some executioner carrying out the enemy's sentence against myself to the end, for this cause take pity upon my ruin, and grant at last that Thy will also may be done in me. For just as in dark caves, when light is brought in, the gloom vanishes away, so when Thy will comes to pass within me, every wicked and absurd movement of choice passes away into non-existence. For temperance will quench the licentious and passionate impulse of the mind; humility will consume conceit; moderation will heal the disease of arrogance; and the good of love will drive away from the soul a vast catalogue of opposing evils; for before it retreat hatred, envy, wrath, angry agitation, irascible disposition, plotting, hypocrisy, remembrance of injuries, craving for retaliation, the boiling of blood around the heart, the bitter eye. Thus the herd of such evils is made to vanish by the loving disposition. Thus the activity of God's counsel casts out idolatry — twofold, I mean, both the madness concerning idols and that concerning silver and gold, which the word of prophecy named the idols of the nations. Let Thy will, therefore, be done, so that the will of the devil may be quenched. Yet why do we pray that good purpose may come to be in us from God? Because human nature is weak towards the good, having once had its sinews severed through vice. For man does not return again from evil to the good with the same ease with which he approaches evil; just as in the case of bodies too one may observe such a principle, that not in like manner, nor with equal facility, does a healthy body fall into sickness and a diseased body recover health. For he who hitherto lived in health often through even a single wound comes into extreme peril; and a single bout or attack of fever dissolves the entire tone of the body, and a slight taste of poison either destroys utterly or comes very close to doing so; and upon the bite of a reptile, or some sting of venomous creatures, or a slip,