Ἤκουσά που τῆς ἁγίας Γραφῆς κατακρινούσης ἐκείνους, οἳ τῆς κατὰ τοῦ Θεοῦ βλασφημίας αἴτιοι γίνονται. Οὐαὶ γὰρ, φησὶ, δι' οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι! Τοῦτο δὲ τοιοῦτόν ἐστιν· Οἱ μήπω πεπιστευκότες τῷ λόγῳ τῆς ἀληθείας, πρὸς τὸν βίον τῶν παραδεδεγμένων τὴν τοῦ μυστηρίου πίστιν ἀποσκοποῦσιν. Ὅταν τοίνυν τὸ μὲν ὄνομα τῆς πίστεως ἔν τισιν ᾖ, ὁ δὲ βίος ἀντιφθέγγηται τῷ ὀνόματι, ἢ διὰ πλεονεξίας εἰδωλολατρῶν, ἢ ἐν μέθαις καὶ κώμοις ἀσχημονῶν, καὶ τῷ βορβόρῳ τῆς ἀσωτίας ὑὸς δίκην ἐγκαλινδούμενος· πρόχειρος εὐθὺς παρὰ τῶν ἀπίστων ὁ λόγος, οὐκ εἰς τὴν προαίρεσιν τῶν κακῶς τῷ βίῳ κεχρημένων τὴν κατηγορίαν τρέπων, ἀλλ' ὡς τοιαῦτα πράττειν τοῦ μυστηρίου διδάσκοντος· μὴ γὰρ ἂν γενέσθαι τὸν δεῖνα τὸν τὰ θεῖα μεμυημένον μυστήρια, ἢ λοίδορον, ἢ πλεονέκτην, ἢ ἅρπαγα, ἢ ἄλλο τι τοιοῦτον κακὸν, εἰ μὴ ἔννομον αὐτοῖς τὸ ἁμαρτάνειν ἦν, διὰ τοῦτο χαλεπὴν τοῖς τοιούτοις ἀπειλὴν ὁ Λόγος ἐπανατείνεται λέγων ἐκείνοις εἶναι τὸ, Οὐαὶ δι' οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ δὴ τοῦτο νενόηται, καιρὸς ἂν εἴη, τὸ ἐκ τοῦ ἐναντίου λεγόμενον κατανοῆσαι. Εὔχεσθαι γὰρ πρό γε πάντων οἶμαι χρῆναι, καὶ τοῦτο ποιεῖσθαι τῆς προσευχῆς τὸ κεφάλαιον, τὸ μὴ βλασφημεῖσθαι ἐν τῷ ἐμῷ βίῳ τῷ ὀνόματι τοῦ Θεοῦ, ἀλλὰ δοξάζεσθαι καὶ ἁγιάζεσθαι. Ἐν ἐμοὶ οὖν, φησὶν, ἁγιασθήτω τὸ ἐπικληθέν μοι ὄνομα τῆς σῆς δεσποτείας, Ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Τίς δὲ οὕτω θηριώδης καὶ ἄλογος, ὥστε ὁρῶν ἐν τοῖς πεπιστευκόσι Θεῷ βίον καθαρὸν δι' ἀρετῆς κατωρθωμένον, πάντων τῶν ἐξ ἁμαρτίας μολυσμάτων καθαρεύοντα, πάσης τῆς πρὸς τὸ χεῖρον ὑπονοίας ἀλλοτριούμενον, λαμπρὸν τῇ σωφροσύνῃ, σεμνὸν τῇ φρονήσει, ἀνδρείας ἔχοντα πρὸς τὰς τῶν παθῶν προσβολὰς, μηδαμοῦ ταῖς σωματικαῖς ἡδυπαθείαις μαλακιζόμενον, τρυφῆς καὶ βλακείας καὶ τῆς κατὰ τὸν τῦφον χαυνότητος ὡς ὅτι μάλιστα κεχωρισμένον, τοσοῦτον μετέχοντα τοῦ βίου, ὅσον ἐπάναγκες, ἄκρῳ τῷ ποδὶ τῆς γῆς ἐπιψαύοντα, οὐ ταῖς καθ' ἡδονὴν ἀπολαύσεσι τῷ γηΐνῳ τούτῳ βίῳ καταχωννύμενον, ἀλλ' ὑπερανεστῶτα πάσης τῆς κατ' αἴσθησιν γενομένης ἀπάτης, καὶ πρὸς τὴν ἀσώματον ζωὴν διὰ σαρκὸς ἁμιλλώμενον, ἕνα πλοῦτον νομίζοντα τὴν τῆς ἀρετῆς κτῆσιν, μίαν εὐγένειαν τὴν πρὸς τὸν Θεὸν οἰκειότητα, μίαν ἀξίαν καὶ δυναστείαν μίαν, τὸ κρατεῖν ἑαυτοῦ, καὶ ἀδούλωτον εἶναι τοῖς ἀνθρωπίνοις παθήμασιν, ἀχθόμενον τῇ παρατάσει τῆς τοῦ ὑλικοῦ βίου ζωῆς· σπεύδοντα δὲ καθάπερ οἱ διὰ πελάγους κακοπαθοῦντες πρὸς τὸν λιμένα καταν-
I have heard holy Scripture somewhere condemning those who become causes of blasphemy against God. For Woe, it says, unto those through whom My name is blasphemed among the nations! Now this is of such a kind: Those who have not yet believed the word of truth look away towards the life of those who have received the faith of the mystery. Whenever, then, the name of the faith is in some men, while their life speaks counter to the name — either committing idolatry through covetousness, or behaving unseemly in drunkenness and revellings, and wallowing like a swine in the mire of prodigality — straightway speech is ready at hand on the part of unbelievers, turning the accusation not against the free choice of those who have used life badly, but as though the mystery taught men to practise such things: for so-and-so, who has been initiated into the divine mysteries, would not have become either a reviler, or a covetous man, or a robber, or any other such evil thing, unless sinning were lawful for them; on account of this the Word holds out a severe threat against such men, saying that to them belongs that saying, Woe unto those through whom My name is blasphemed among the nations. If, indeed, this has been understood, it would be seasonable to perceive what is said from the opposite side. For before all things, I think, one ought to pray, and to make this the chief point of one's prayer: that in my life blasphemy be not brought upon the name of God, but that it be glorified and hallowed. In me, therefore, it says, hallowed be the name of Thy lordship which has been invoked upon me, That men may see your noble works, and glorify your Father Who is in the heavens. For who is so beastlike and irrational that, beholding among those who have believed in God a pure life brought to success through virtue — keeping pure from all defilements arising out of sin, estranged from every suspicion tending towards the worse, bright in temperance, grave in prudence, bearing itself courageously towards the assaults of the passions, nowhere softened by bodily voluptuousness, separated as far as possible from luxury and sluggishness and the puffing-up of conceit, partaking of earthly life only so far as is strictly necessary, touching the earth with the tip of his foot, not buried beneath this earthly life by enjoyments according to pleasure, but standing superior to every deceit arising through sense-perception, and contending through flesh towards the incorporeal life, deeming the possession of virtue his one wealth, intimacy towards God his one nobility, mastery over himself and being unenslaved to human passions his one dignity and one dominion, grieved at the prolongation of the life of material existence, and hastening just like those who suffer hardship across the open sea to reach the harbour