οὔτε τοῦ περιτρεπομένου, ὁ ἀναλλοίωτος· οὔτε τοῦ νεκρωθέντος ἐξ ἁμαρτίας, ὁ πατὴρ τῆς ζωῆς· οὔτε τῶν ἐν τοῖς πάθεσι τῆς ἀτιμίας ἀσχημονούντων, ὁ καθαρὸς καὶ ἀκήρατος· οὔτε τοῦ πλεονέκτου, ὁ εὐεργέτης· οὔτε ὅλως τῶν ἔν τινι κακῷ εὑρισκομένων, ὁ ἐν παντὶ ἀγαθῷ θεωρούμενος. Εἰ γάρ τις πρὸς ἑαυτὸν βλέπων ἔτι καθαρσίου δεόμενος, καὶ μοχθηρὰν ἑαυτοῦ συνείδησιν ἐπιγινώσκων πλήρη κηλίδων καὶ πονηρῶν ἐγκαυμάτων, πρὶν καθαρθῆναι τῶν τοιούτων τε καὶ τοσούτων κακῶν, πρὸς τὴν τοῦ Θεοῦ συγγένειαν ἑαυτὸν εἰσποιοῖ, καὶ λέγοι, Πάτερ, τῷ δικαίῳ ὁ ἄδικος, τῷ καθαρῷ ὁ ἀκάθαρτος· ὕβρις ἄντικρυς ἂν εἴη καὶ λοιδορία τὰ ῥήματα, εἴπερ τῆς ἰδίας μοχθηρίας πατέρα τὸν Θεὸν ὀνομάζοι. Ἡ γὰρ τοῦ πατρὸς φωνὴ, τὴν αἰτίαν τοῦ ἐξ αὐτοῦ ὑποστάντος διασημαίνει. Οὐκοῦν ὁ μοχθηρὸς τὴν συνείδησιν, εἰ πατέρα ἑαυτοῦ τὸν Θεὸν λέγει, οὐδὲν ἕτερον ἢ τῶν ἰδίων κακῶν ἀρχηγόν τε καὶ αἴτιον αὐτὸν εἶναι κατηγορήσει. Ἀλλ' οὐδεὶς κοινωνία φωτὶ πρὸς σκότος, φησὶν ὁ Ἀπόστολος· ἀλλὰ τῷ φωτὶ φῶς προσοικειοῦται, καὶ τῷ δικαίῳ τὸ δίκαιον, καὶ τῷ καλῷ τὸ καλὸν, καὶ τῷ ἀφθάρτῳ τὸ ἄφθαρτον. Τὰ δὲ ἐναντία πρὸς τὰ ὁμογενῆ πάντως τὴν συγγένειαν ἔχει. Οὐ γὰρ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς ποιεῖν. Εἰ τοίνυν βαρυκάρδιός τις ὢν, καθώς φησιν ἡ Γραφὴ, καὶ τὸ ψεῦδος ζητῶν, κατατολμᾷ τῶν τῆς προσευχῆς ῥημάτων, γινωσκέτω ὅτι οὐ τὸν οὐράνιον ὁ τοιοῦτος Πατέρα καλεῖ, ἀλλὰ τὸν καταχθόνιον, ὃς αὐτός τε ψεύστης ἐστὶ, καὶ τοῦ ἐν ἑκάστῳ συνισταμένου ψεύδους πατὴρ γίνεται, ἐκεῖνος ἁμαρτία καὶ ἁμαρτίας πατήρ. Διὰ τοῦτο οἱ ἐμπαθεῖς τὴν ψυχὴν, ὀργῆς τέκνα παρὰ τοῦ Ἀποστόλου προσαγορεύονται· καὶ ὁ τῆς ζωῆς ἀποστὰς, ἀπωλείας υἱὸς ὀνομάζεται· καί τις βλακώδης καὶ θηλυδρίας, υἱὸς κορασίων αὐτομολούντων προσηγορεύθη. Ὡσαύτως καὶ ἐκ τοῦ ἐναντίου, οἱ λαμπροὶ τὴν συνείδησιν, υἱοὶ φωτὸς καὶ ἡμέρας προσαγορεύονται· καὶ δυνάμεως υἱοὶ ἕτεροι, οἱ πρὸς τὴν θείαν ἰσχὺν ἑαυτοὺς τονώσαντες. Ὅταν τοίνυν Πατέρα τὸν Θεὸν λέγειν ἡμᾶς ἐν τῇ προσευχῇ διδάσκῃ ὁ Κύριος, οὐδὲν ἕτερόν μοι δοκεῖ ποιεῖν, ἢ τὸν ὑψηλόν τε καὶ ἐπηρμένον νομοθετεῖν βίον· οὐ γὰρ δὴ ψεύδεσθαι διδάσκει ἡμᾶς ἡ ἀλήθεια, ὥστε λέγειν ὃ μή ἐσμεν, καὶ ὀνομάζειν ὃ μὴ πεφύκαμεν· ἀλλὰ Πατέρα λέγοντες ἑαυτῶν, τὸν ἄφθαρτόν τε καὶ δίκαιον καὶ ἀγαθὸν, ἐπαληθεύειν τῷ βίῳ τὴν ἀγχιστείαν. Ὁρᾷς ὅσης ἡμῖν παρασκευῆς ἐστι χρεία; οἵου βίου; πόσης καὶ ποταπῆς ἐστι τῆς σπουδῆς, ὥστε ποτὲ πρὸς τοῦτο τὸ μέτρον τῆς παῤῥησίας ὑψωθείσης ἡμῶν τῆς συνειδήσεως, τολμῆσαι εἰπεῖν τῷ Θεῷ, ὅτι Πάτερ; Εἰ γὰρ περὶ τὰ χρήματα βλέπεις, εἰ περὶ τὴν βιωτικὴν ἀπάτην ἠσχολημένος εἴης, ἢ τὴν ἐξ ἀνθρώπων δόξαν ἀναζητοίης, εἰ τῶν ἐπιθυμιῶν ταῖς ἐμπαθεστέραις δουλεύοις· ἔπειτα τὴν τοιαύτην προσευχὴν διὰ στόματος λάβοις· τί οἴει ἐρεῖν τὸν εἰς τὸν βίον βλέποντα, καὶ τῆς προσευχῆς ἐπαΐοντα; Ἐγὼ τοιούτων τινῶν ῥημάτων ἀκούειν δοκῶ, ὡσανεὶ τοῦ Θεοῦ πρὸς τὸν τοιοῦτον λέγοντος·
nor the Unchangeable One, of him who turns completely round; nor the Father of life, of him who has been put to death out of sin; nor the Pure and Undefiled One, of those who behave unseemly in the passions of dishonour; nor the Benefactor, of the covetous man; nor at all He Who is contemplated in every good, of those who are found in any evil. For if someone, looking upon himself while still in need of purification, and recognizing his own wicked conscience full of stains and evil brands, before being cleansed of evils of such a kind and so great, should enroll himself into kinship with God, and say, Father — the unjust man to the Just One, the impure to the Pure — the words would be outright insolence and reviling, if indeed he should name God the Father of his own wickedness. For the title of father signifies the cause of what has subsisted from him. Therefore he who is wicked in conscience, if he calls God his own Father, will accuse Him of being nothing other than the originator and cause of his own evils. Yet there is no fellowship for light with darkness, says the Apostle; rather, light is made akin to light, and the just to the just, and the noble to the noble, and the incorruptible to the incorruptible. Opposites, on the other hand, altogether hold kinship towards things of like kind. For a good tree cannot produce evil fruits. If, then, someone who is heavy of heart, as Scripture says, and seeking falsehood, dares to lay hold of the words of the prayer, let him know that such a man calls upon not the heavenly Father, but the subterranean one, who is both a liar himself and becomes the father of the falsehood constituted in each person, that one who is sin and the father of sin. On account of this those who are passion-ridden in soul are called children of wrath by the Apostle; and he who has departed from life is named a son of perdition; and a certain sluggish and effeminate man was addressed as a son of deserting maidens. In like manner, too, from the opposite side, those who are bright in conscience are called sons of light and of day; and others, sons of power, who have braced themselves towards divine strength. Whenever, then, the Lord teaches us to call God Father in prayer, He seems to me to do nothing else than legislate the lofty and exalted life; for surely the truth does not teach us to lie, so as to say what we are not, and name what we are not by nature; rather, calling the Incorruptible and Just and Good One our own Father, to verify that close kinship by our life. Do you see how great a preparation we need? What sort of life? How much and what manner of zeal there must be, so that, our conscience having at some time been exalted to this measure of boldness, we may dare to say to God, Father? For if you look towards money, if you should be busied with the deceit of earthly life, or seek out glory from men, if you should be enslaved to the more passionate desires, and thereafter take such a prayer through your mouth, what do you suppose He Who looks upon your life and hearkens to your prayer will say? I seem to hear words of some such kind, as though God were saying to such a man: