Καὶ ταχὺς ἔνδον ἵκανεν. Ὑπὲρ δαπέδοιο δὲ γυμνοῦ Σύζυγας ἀλλήλοις λινέους ἐνόησε χιτῶνας· 7 Καὶ κεφαλῆς ζωστῆρα παλίλλυτον ἄμματι χαίτης, Σουδάριον τόπερ εἶπε Σύρων ἐπιδήμιος αὐδή, Οὐ ταφίαις ὀθόναις παρακείμενον, ἀμφιλαφῆ δὲ Μουναδὸν αὐτοέλικτον, ὁμόπλοκον εἰν ἑνὶ χώρῳ. 8 Ἦλθε καὶ ὁ πρώτιστος ἰὼν ἐπὶ σῆμα μαθητής, Καὶ βραδὺς ἔνδον ἵκανε λιθογλυφέος κενεῶνος· Καὶ λίθον εὐδίνητον ἐοικότα χάσματι τύμβου, Ἀντίτυπον στήριγμα χαραδραίου πυλεῶνος, Καὶ πλοκάμων τελαμῶνα, καὶ εἵματα κείμενα γαίῃ Ἔδρακε· καὶ πίστευεν ὅτι χθονίων ἀπὸ κόλπων Οὐρανίην ἐπὶ πέζαν ὑπηνέμιος νέκυς ἔπτη. 9 Οὐ γάρ πω δεδάασι δύω Χριστοῖο μαθηταὶ Ὅττι ταχὺς μετὰ πότμον ἀνόστιμον οὖδας ἐάσας, Εἰς τρία φάεα μοῦνον ἐγέρσιμον ὕπνον ἰαύων, Νόστιμος ἐκ νεκύων ἀναβήσεται εἰς πόλον ἄστρων, Ἀκλινέος θανάτοιο παλίλλυτα δεσμὰ πατήσας. 10 Πυκνὰ δὲ θαμβήσαντες ὀπιπευτῆρες ἑταῖροι, Ἀσταθέες σφετέροισιν ἐναυλίζοντο μελάθροις, Ἄψοφα καλλείψαντες ἀπενθέος ἄντυγα τύμβου. 11 Μαγδαλινὴ δ' ἐλέλειπτο γυνὴ παρὰ σήματι μούνη, Θερμὸν ἀναβλύζουσα γοήμονος ὄμβρον ὀπωπῆς, Μυρομένη ζώοντα. Δι' εὐφαέος δὲ θυρέτρου Ὡς ἔτι δακρυχέεσκε λάλον νέκυν ἐγγὺς ἐόντα, Ἀγγελικὴν ἐνόησε συνωρίδα· 12 τὸν μὲν, ἐπ' ἄκρου Δεξιὸν ἀντικέλευθον ὑπὲρ Χριστοῖο καρήνου, Μαρμαρυγὴν πέμποντα θεογλήνοιο προσώπου· Τὸν δὲ, ποδῶν παρὰ πέζαν, ὅπῃ νέκυς ἦεν ἐχέφρων, Χιονέους σπινθῆρας ἀκοντίζοντα χιτῶνος. 13 Ἀμφότεροι δ' ἐρέεινον ἔσω τύμβοιο γυναῖκα· Τίπτε, γύναι, στενάχεις; Μαρίη δ' ἠμείβετο μύθῳ· Ὡς τινὲς ἅρπαγες ἄνδρες ἐμὸν Βασιλῆα λαθόντες Ἐννύχιοι σύλησαν· ἐγὼ δ' οὐκ οἶδα νοῆσαι Ὁππόθι μιν μετέθηκαν. 14 Ὑποστρεφθεῖσα δ' ἐκείνη Ἰησοῦν ἐνόησεν ὃν ἔστενεν· ἱστάμενον δὲ Εἶδε, καὶ οὐ γίνωσκεν, ὅτι ζαθέῳ παρὰ τύμβῳ Χριστὸς ἔην. 15 Καὶ ξεῖνος ἀνὴρ ἅτε κῆπον ὁδεύων, Τίπτε, γύναι, στενάχεις; κινυρὴν ἐρέεινε γυναῖκα· Εἰπὲ, τί μαστεύεις; Μαρίη δ' ἐφθέγξατο φωνήν, Ἐλπομένη κήποιο φυτηκόμον ἄνδρα νοῆσαι· Εἰ σὺ νέκυν ζοφόεντος ἐκούφισας ἔνδοθι τύμβου, Ἔννεπε ποῦ μετέθηκας· ἐγὼ δέ μιν ἔνθεν ἀείρω. 16 Ἰησοῦς δ' ἀπάμειπτο, χέων ἀρίδηλον ἰωήν,
and swiftly arrived within. And upon the bare pavement he perceived the linen tunics paired with one another; 7 and the head-girdle loosed back from the knot of hair—which the native speech of Syrians called a sudarium—not lying beside the burial linen cloths, but ample by itself, self-coiled, plaited together in one place. 8 The disciple also came who had gone very first unto the monument, and slowly arrived within the stone-carved hollow; and he beheld the well-turned stone matching the chasm of the tomb, the answering prop of the cavernous gateway, and the band of the locks, and the garments lying on the earth; and he believed that from terrestrial bosoms the wind-borne Dead had flown unto the heavenly region. 9 For not yet had the two disciples of Christ learned that swiftly after fate, leaving the unreturning ground, sleeping a wakeful sleep for three lights only, He would ascend returning from the dead unto the vault of the stars, trampling the loosened bonds of unbending death. 10 And oft-astonished, the gazing companions dwelt unsteady in their own halls, noiselessly leaving behind the rim of the sorrowless tomb. 11 But the woman of Magdala had been left behind beside the monument alone, gushing forth a warm shower from her mourning countenance, weeping for the Living One. And through the bright doorway, while she still shed tears for the speaking Dead Who was near at hand, she perceived an angelic pair: 12 the one upon the edge, at the right opposite above the head of Christ, sending forth a radiance of God-eyed countenance; and the other beside the sole of the feet, where the mind-possessing Dead had been, darting snow-white sparks from his tunic. 13 And both questioned the woman within the tomb: Why, woman, dost thou groan? And Mary answered with speech: Because certain rapacious men by night secretly despoiled my King; and I know not how to perceive whither they have removed Him. 14 And turning back, she perceived Jesus for Whom she groaned; and she saw Him standing, and recognized not that beside the sacred tomb it was Christ. 15 And like a stranger man walking the garden, He questioned the wailing woman: Why, woman, dost thou groan? Say, what dost thou seek? And Mary uttered a voice, supposing that she perceived the plant-tending man of the garden: If thou hast lifted the dead man from within the gloomy tomb, tell whither thou hast removed Him; and I will take Him up from thence. 16 And Jesus answered, pouring forth a clear voice,