Migne Reading Room

PG 43 · cols. 912–917 · Read from the page

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:912Read from the page
Καὶ, Μαριὰμ ἰάχησε. Μεταστρεφθεῖσα δ' ἐκείνη, Ῥαββουνὶ, κατέλεξε. 17 Θεὸς δ' ἀνέκοψε γυναῖκα Δεξιτερὴν μέλλουσαν ἐς ἄμβροτον εἷμα πελάσσαι· Καί οἱ μῦθον ἔλεξεν· Ἐμῶν μὴ ψαῦε χιτώνων· Οὔπω γὰρ μετὰ πότμον ἐμῷ νόστησα Τοκῆϊ· Ἀλλὰ κασιγνήτοισιν ἐμοῖς ἀγόρευε μαθηταῖς, Πρὸς Γενέτην ἐμὸν εἶμι, καὶ ὑμέτερον Γενετῆρα· Καὶ Θεὸν ὑμείων, καὶ ἐμὸν Θεὸν, αὖτις ἱκάνω. 18 Καὶ Μαριὰμ πεπότητο, καὶ ἕνδεκα μάρτυρι φωνῇ Πᾶσιν ὑπωροφίοισιν ἔπος ξύνωσε μαθηταῖς, Ὅττι μεταχθονίου γυμνούμενα γυῖα χιτῶνος, Χριστὸν ἴδε στίλβοντα θεοκμήτῳ τινὶ πέπλῳ. Καί οἱ ἔφη τάδε πάντα, χέων ἀντώπιον αἴγλην. 19 Καὶ σκιερὴν ὅτε γαῖαν ὅλην ἐμέλαινεν ὁμίχλη, Ἀκλινέες δὲ θύρετρα συνεκλήϊσσαν ὀχῆες, Ὁππόθι φωλεύοντες ἐναυλίζοντο μαθηταὶ, Ὡς πτερὸν ἠὲ νόημα μετάρσιος εἰς μέσον ἔστη Μιτρωθεὶς ἑτάροισι, καὶ ἔννεπε· Σύννομος ὑμῖν Εἰρήνη. 20 Καὶ ἄελπτον ἔπος βραχὺ τοῦτο βοήσας, Δεῖξε πόδας καὶ χεῖρας ὁμηγυρέεσσι μαθηταῖς Ἠλοτύπους, πλευρήν τε νεούτατον· ὀψιφανῆ δὲ Κοίρανον ἀθρήσαντες ἐγήθεον αὖθις ἑταῖροι. 21 Καί σφιν Ἄναξ ἀγόρευε τοδεύτερον ὀξέϊ μύθῳ· Εἰρήνη πάλιν ὔμμι· καὶ ὡς τετράζυγι κόσμῳ Πέμψεν ἐμὸς Γενέτης με, καὶ ὑμέας αὐτὸς ἰάλλω. 22 Εἶπε, καὶ ἀμβροσίων στομάτων φύσημα τιταίνων, Χεῖλος ἀναπτύξας βιοτήσιον, εἶπε μαθηταῖς· Ἁγνὸν Πνεῦμα δέχεσθε· 23 καὶ ὧν μερόπων ἐνὶ γαίῃ Δυσσεβίην ἀφέητε, βιοπλανὲς ἄχθος ἀνάγκης, Ἀμπλακίης ἄμνηστος ἐπουρανίη λύσις ἔσται· Ὧν δὲ πάλιν κρατέοιτε βροτῶν ἀλιτήριον ἄτην, Ἔργα βίου σφαλεροῖο μένει πεπεδημένα δεσμῷ. 24 Θωμᾶς δ' ἐνδομύχων ἀπελείπετο μοῦνος ἑταίρων, Ἀγχιφανὴς ὅτε πᾶσι δι' ἠέρος ἦλθεν Ἰησοῦς, Κοίρανος ἠνεμόφοιτος, ἀμάρτυρον οἶμον ἀμείβων· 25 Καί οἱ ὀπιπευτῆρες ἐπεφθέγξαντο μαθηταὶ, Κοίρανον ὡς ἐνόησαν· ὁ δὲ θρασὺ χεῖλος ἀνοίξας, Ἔννεπε μῦθον ἄπιστον, ἐπεὶ βραδυδινέϊ μύθῳ Μαρτυρίης ἄγναμπτον ἐδίζετο μείζονα πειθὼ, Εἰ μὴ χεῖρας ἴδοιμι, βαθυνόμενόν τε σιδήρῳ Πήξω δάκτυλον ἄκρον ἐς ὀξυτόρων τύπον ἥλων, Καὶ παλάμην γλαφυροῖο κατὰ πλευροῖο πελάσσω,
and cried out: Mary. And turning round, she replied: Rabboni. 17 And God checked the woman as she was about to bring her right hand near to His immortal garment; and He spoke a word to her: Touch not My tunics; for not yet after fate have I returned to My Begetter; but declare to My brother disciples, I go to My Begetter, and your Begetter; and to your God, and My God, I come again. 18 And Mary sped on wings, and with witnessing voice shared the word with all the eleven disciples beneath the roof, that she had seen Christ, His limbs stripped of the terrestrial tunic, gleaming in a certain God-wrought robe; and He spoke all these things to her, pouring forth a face-to-face splendour. 19 And when mist had darkened all the shadowy earth, and unyielding bolts had shut fast the doors where the disciples dwelt lurking, poised on high like a wing or a thought He stood in the midst, encircled by His companions, and spoke: Lawful peace be to you. 20 And having shouted this brief unhoped-for word, He showed to the assembled disciples His nail-pierced feet and hands, and His newly wounded side; and beholding the late-appearing Lord, the companions rejoiced again. 21 And the King addressed them the second time with swift speech: Peace again to you; even as My Begetter sent Me to the four-yoked world, I Myself also send you forth. 22 He spoke, and stretching forth a breath from His immortal mouth, opening His life-giving lip, He said to the disciples: Receive the pure Spirit; 23 and of whatsoever mortals on earth you remit ungodliness, the life-wandering burden of necessity, there shall be a heavenly release unmindful of transgression; whereas of whatsoever mortals again you retain sinful ruin, the deeds of an erring life remain shackled in a bond. 24 Now Thomas alone of the companions within was absent when Jesus came manifestly near to all through the air, the wind-treading Lord, traversing an unwitnessed path; 25 and the gazing disciples declared to him how they had perceived the Lord; but he, opening a bold lip, uttered an unbelieving word, since with slow-moving speech he sought a greater, unbending persuasion of testimony: Unless I see His hands, and thrust my fingertip into the print of the sharp-piercing nails deepened by iron, and bring my palm near along His hollow side,
καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς.
as the Father hath sent Me, I also send you.
22 Καὶ τοῦτο εἰπὼν, ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον.
22 And having said this, He breathed on [them], and saith to them: Receive the Holy Spirit.
23 Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.
23 Whose soever sins you remit, they are remitted to them; whose soever you retain, they have been retained.
24 Θωμᾶς δὲ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς.
24 Now Thomas, one of the twelve, he who is called Didymus, was not with them when Jesus came.
25 Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
25 The other disciples therefore said to him: We have seen the Lord. But he said to them: Unless I see in His hands the print of the nails, and put my finger into the print of the nails, and put my hand into His side, I will by no means believe.
26 Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ' αὐτῶν· ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶπεν· Εἰρήνη ὑμῖν.
26 And after eight days again His disciples were within, and Thomas with them; Jesus cometh, the doors having been shut, and stood in the midst, and said: Peace be to you.
Notes, col. 912

On the reading

Printed Ἠλοτύπους, for Ἡλοτύπους.

PG 43:913Read from the page
Οὔποτε πιστεύσοιμι. 26 Θεοφραδέες δὲ μαθηταὶ, Ὀγδοάτης μετὰ φέγγος ἐπήλυδος ἠριγενείης Πάντες ἔσαν στοιχηδὸν ἔσω κρυφίοιο μελάθρου, Φρικτὸν Ἰουδαίων πεφυλαγμένοι ὄγκον ἀπειλῆς. Ἀγρομένοις δ' ἅμα τοῖσι συνέστιος ἕζετο Θωμᾶς, Ὃν Δίδυμον καλέσαντο, διώνυμον· ἀπροϊδὴς δὲ Χριστὸς ἔσω μεγάροιο θορὼν ἀνεμώδεϊ ταρσῷ Ἄπτερος, ἀγχιθέων ἀνεφαίνετο μέσσος ἑταίρων· Καὶ τριτάτῃ παλίνορσος ἀνίαχεν ἠθάδι φωνῇ· Εἰρήνη πάλιν ὔμμι. 27 Καὶ εἰν ἑνὶ πάντας ἐάσας, Θωμᾶν ἀντικέλευθον ἀμείβετο μάρτυρι μύθῳ· Δός μοι δεῦρο, πέπον, σέο δάκτυλον, ὄφρα πελάσσω Μάρτυρ' ἀναμφήριστον ἐς ὀξυτόρων τύπον ἥλων· Καὶ παλάμας ἑκάτερθεν ἐμὰς ἴδε· δεξιτερὴν δὲ Πλευρῆς χεῖρα τάνυσσον ἐμῆς αὐτάγγελον οὐλῆς· Καὶ τεὸν ἦθος ἄπιστον ἀναίνεο· πιστότερον δὲ Εἰς ἐμὲ διπλόος ἔσσο, καὶ εἰσορόων καὶ ἀφάσσων. 28 Θωμᾶς δ' ὑστερόμητις ἀμοιβάδα ῥήξατο φωνήν· Κοίρανος ἡμέτερος καὶ ἐμὸς Θεός. 29 Εἶπε καὶ αὐτὸς Ἰησοῦς, Διδύμοιο νόον διχόμητιν ἐλέγχων· Πείθεαι ἀθρήσας με, καὶ ὄμμασι δέξαο πειθώ; Κεῖνοι μᾶλλον ἔασι μακάρτεροι, οἳ μὴ ἰδόντες Μείζονα πίστιν ἔχουσι, καὶ οὐ χατέουσιν ὀπωπῆς. 30 Ἄλλα δὲ θαύματα πολλὰ σοφῶν προπάροιθεν ἑταίρων Ἰησοῦς ἐτέλεσσε, πολύτροπα σήματα φαίνων· Μάρτυς ἀληθείης τάπερ οὐ γράφε θέσπιδι βίβλῳ, Ὃς τάδε πάντα χάραξε, θελήμονι κάλλιπε σιγῇ. 31 Ταῦτα δὲ πάντα πέλει τετυπωμένα μάρτυρι δέλτῳ, Ὄφρα κε πίστιν ἔχοιτε βιοσσόον, ὅττι Τοκῆος Χριστὸς ἀειζώοιο Θεοῦ γόνος ἐστὶν Ἰησοῦς· Ὕμμι δὲ πειθομένοισιν ἐπουρανίης χάριν ἀρχῆς Ζωῆς θεσπεσίης αἰώνιός ἐστιν ἀμοιβή.
I would never believe. 26 And after the light of the oncoming eighth early-born dawn, the God-minded disciples were all in order within the secret hall, guarding against the dreadful swell of the Jews' threat. And together with them as they were gathered sat Thomas as housemate, whom they called Didymus, two-named; and unseen, Christ, leaping within the hall on wind-swift sole without wings, appeared running near in the midst of the companions; and returning, He cried aloud with a third accustomed voice: Peace again to you. 27 And leaving them all together, He answered Thomas opposite with witnessing speech: Give Me hither, friend, thy finger, that I may bring an indisputable witness near unto the print of the sharp-piercing nails; and behold My palms on either side; and stretch forth thy right hand as self-messenger of the scar of My side; and renounce thy unbelieving temper, and become doubly more believing towards Me, both beholding and handling. 28 And late-counselling Thomas burst forth an answering voice: Our Lord and my God. 29 Jesus Himself also spoke, reproving the divided mind of Didymus: Art thou persuaded having beheld Me, and hast thou received persuasion with thine eyes? More blessed rather are those who, not having seen, hold a greater faith, and have no need of sight. 30 And many other wonders Jesus accomplished before His wise companions, displaying manifold signs, which the witness of truth did not write in the divinely inspired book—he who inscribed all these things left them behind in willing silence. 31 But all these things stand imprinted in a witnessing tablet, that you may hold life-saving faith that Jesus is the Christ, Offspring of the Begetter, the ever-living God; and for you who are persuaded, for the sake of the heavenly sovereignty, there is an eternal recompense of divine life.
ΚΕΦ. ΚΑʹ.
Chapter XXI.
1 Τὸ τρίτον ἄμβροτον εἶδος ἑοῖς ἀνέφηνε μαθηταῖς Χριστὸς, ἀσιγήτοιο πέρην Τιβεριάδος ἅλμης. Οὕτω δ' εἶδος ἔφηνεν· 2 Ἔσω κρυφίοιο μελάθρου Πέτρος ἔην, ὁ πρόσθε βοώμενος οὔνομα Σίμων, Καὶ σοφὸς Ἀνδρείας, ὁμογάστριος ὃς πέλε Πέτρου· Καὶ τροχαλοὶ δύο παῖδες ἁλιτρεφέος Ζεβεδαίου, Καὶ Θωμᾶς μετὰ τοῖσι διώνυμος· ἦν δὲ καὶ αὐτὸς Ναθαναὴλ, ἕτεροί τε δύω θεοπειθέες ἄνδρες. 3 Καί σφιν ἀγειρομένοισι λινοπλόκος ἔννεπε Σίμων·
1 A third time Christ revealed His immortal form to His disciples beyond the unceasing brine of Tiberias. And thus He showed His form: 2 Within a secret hall was Peter, he formerly called Simon by name, and wise Andrew, who was brother of the same womb to Peter, and the two swift sons of sea-nourished Zebedee, and among them two-named Thomas; and there was also Nathanael himself, and two other men obedient to God. 3 And to them as they were gathered net-weaving Simon spoke:
27 Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου· καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός.
27 Then He saith to Thomas: Bring thy finger hither, and behold My hands; and bring thy hand, and thrust it into My side; and become not unbelieving, but believing.
28 Καὶ ἀπεκρίθη ὁ Θωμᾶς, καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου.
28 And Thomas answered and said to Him: My Lord and my God.
29 Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, Θωμᾶ, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.
29 Jesus saith to him: Because thou hast seen Me, Thomas, thou hast believed; blessed are those who have not seen, and have believed.
30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.
30 Many other signs therefore indeed did Jesus in the presence of His disciples, which are not written in this book.
31 Ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε, ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα
31 But these have been written, that you may believe that Jesus is the Christ, the Son of God, and that
PG 43:914Read from the page
πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
believing you may have life in His name.
ΚΕΦ. ΚΑʹ.
Chapter XXI.
1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως·
1 After these things Jesus manifested Himself again to the disciples at the sea of Tiberias; and He manifested Himself in this wise:
2 Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
2 There were together Simon Peter, and Thomas who is called Didymus, and Nathanael who was from Cana of Galilee, and the [sons] of Zebedee, and two others of His disciples.
3 Λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον, καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθὺς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
3 Simon Peter saith to them: I go a-fishing. They say to him: We also come with thee. They went forth, and went up into the boat straightway, and in that night they caught nothing.
PG 43:915Read from the page
4 Πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι.
4 But when morning had already come, Jesus stood on the beach; yet the disciples knew not that it is Jesus.
5 Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ· Οὔ.
5 Jesus therefore saith to them: Children, have you aught to eat? They answered Him: No.
6 Ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε· Ἔβαλον οὖν, καὶ οὐκ ἔτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
6 And He said to them: Cast the net on the right parts of the boat, and you shall find; They cast therefore, and were no longer able to draw it for the multitude of the fishes.
PG 43:916Read from the page
Ἔρχομαι ἰχθυόεσσαν ἐς ἠθάδα πόντιον ἄγρην. Καί οἱ μῦθον ἔλεξαν ὁμήλυδες ἀσπαλιῆες· Σὺν σοὶ ἐς ἰχθυόεντα χυτῆς ἁλὸς ἔργα καὶ ἡμεῖς Ἱέμεθα ξύμπαντες ὁμήλυδες. Ἐκ δὲ μελάθρου Ἀμφιλαφεῖς ῥώοντο, καὶ ἀγχιπόρου στόμα λίμνης, Νηὸς ἐπεμβαίνοντες, ἐπέπλεον· ἐννύχιον δὲ Οὐδὲν ἁλιτρύτῃσι δυνήσατο χερσὶ πιέζειν Ἑσμὸς ἅπας· καὶ πυκνὰ παλιμπετὲς ἄχνυτο Σίμων, Χερσὶν ἐπ' ἀμφοτέρῃσιν ὑπηνέμιον λίνον ἕλκων. 4 Καὶ ῥοδέης ἀκτῖσιν ὅτε ζόφον ἔσχισεν ἠὼς, Χριστὸς ἐϋκροκάλοισι παρ' ἠόσιν ἵστατο πόντου, Πρώϊον ἴχνος ἄγων ἐπιδήμιον ἠθάδι λίμνῃ, Οἷα βορῆς χατέων ἁλιδινέος· οὐδὲ μαθηταὶ Δερκόμενοι γίγνωσκον ὅτι σχεδὸν ἦεν Ἰησοῦς. 5 Ὑγροβίους δ' ἐρέεινεν ἐθήμονας ἰχθυβολῆας· Πλωτὰ τελεσσιγόνοιο κομίζετε δεῖπνα θαλάσσης, Παῖδες ἁλὸς δρηστῆρες; Ἀμειβόμενοι δὲ μαθηταὶ Οὐδὲν ἔχειν ἀνένευον. 6 Ἄναξ δ' ἠμείβετο μύθῳ· Ἰχθυβόλῳ χαλάσαντες ἑκηβόλα δίκτυα πόντῳ, Βάλλετε φοιταλέης παρὰ δεξιὰ νηὸς ἑτοίμης. Καὶ λίνα κολπώσαντες ἐς ἀμφίβληστρα πεσόντα, Πόντιον αὐτοκύλιστον ἀνείρυον ἄσπετον ἑσμὸν, Ἰχθύας ἐνδομύχους χαροπῆς βητάρμονας ἅλμης. Οὐκέτι δὲ σθένος εἶχον ὑποβρύχιον λίνον ἕλκειν, Πληθύος ἐκ νεπόδων βυθίῳ πολυχανδέϊ φόρτῳ. 7 Καὶ διερῷ Σίμωνι βυθοῦ διφήτορι πόντου Κοίρανος ὃν φιλέεσκε συνέμπορος εἶπε μαθητής· Αὐτὸς Ἄναξ πέλεν οὗτος. Ὁ δὲ σχεδὸν ἐγγὺς ὀρούσας, Εἵματι δαιδαλέῳ λαγόνας μιτρώσατο Σίμων, Καὶ λινέῳ πεπύκαστο πολυτρήτῳ χρόα πέπλῳ, Πόντιον ἀμφίβλημα περὶ γλουτοῖσιν ἑλίξας, Δέρμα, τόπερ διδύμων κεχαλασμένον ἐς πτύχα μηρῶν Ἰχθυβόλοι φορέουσιν, ἀθηήτου σκέπας αἰδοῦς. Γυμνὸν γὰρ δέμας εἶχεν, ἐς ἠόνα δίκτυον ἕλκων· Καὶ ταχὺς εἰς ῥόον ἆλτο, καὶ ἠθάδα πόντον ἀμείβων, Χεῖρας ἐρετμώσας, κεφαλὴν εἰς ὕψος ἀείρων, Ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ· Ἀκτῆς δ' ἐγγὺς ἵκανε, θεηδόκον ἠόνα βαίνων, Ἰησοῦς ὅθι μίμνε δεδεγμένος. 8 Οἱ δὲ δὴ ἄλλοι Εἰν ἑνὶ πάντες ἵκοντο μιῆς ἐπὶ νηὸς ἑταῖροι, Ἑσπόμενον σύροντες ἐν ὕδασι δίκτυον ἄγρης. Οὐ γὰρ ἔην περίμετρος ἁλὸς πλόος ἔκτοθι γαίης, Ἀλλὰ διηκοσίοις ἐνὶ πήχεσι κύματος ὁλκῷ Ἀφρὸν ἀνηκόντιζον ἐς ἠόνα θυιάδες αὖραι, Γείτονος αἰγιαλοῖο περιῤῥανθέντος ἐέρσῃ. 9 Καὶ χθονὸς ὡς ἐπέβησαν ἐπ' ἠόνι διψάδος ἀκτῆς, Πυρκαϊὴν φλογόεντι μαραινομένην ἴδον ἀτμῷ· Ἀνθρακιῆς δ' ἐφύπερθεν ἐπ' ὀφρύσι κείμενον ἰχθὺν,
I go unto the accustomed fishy sea-catch. And his fellow-travelling fishermen spoke a word to him: Together with thee unto the fishy works of the poured brine we also all press on as fellow-travellers. And from the hall they rushed in full company, and embarking on a ship sailed out over the mouth of the nearby lake; and by night the whole band was able to grasp nothing with sea-worn hands; and oft back again Simon was grieved, drawing an empty net in both hands. 4 And when dawn clove the gloom with rosy rays, Christ stood beside the fair-pebbled shores of the sea, leading an early step sojourning by the accustomed lake, as though needing sea-whirling fare; nor did the disciples beholding Him recognize that Jesus was near. 5 And He questioned the accustomed water-living fish-catchers: Do you bring swimming suppers of the fruit-bearing sea, children, servants of the brine? And answering, the disciples motioned refusal that they had nothing. 6 And the King answered with speech: Letting down far-cast nets into the fish-catching sea, cast beside the right of the ready roaming ship. And billowing out the flax-cords that fell into the casting-nets, they drew up a vast self-rolling sea-shoal, fishes lurking within, dancers of the bright-eyed brine. And no longer had they strength to draw the submerged net, from the multitude of finny brood in the much-holding load of the deep. 7 And to wet Simon, searcher of the deep sea, his fellow-voyaging disciple whom the Lord was wont to love said: This same is the King. And darting close nearby, Simon girded his flanks with a cunningly wrought garment, and covered his skin with a much-pierced linen robe, wrapping a sea-cloak around his buttocks, a hide which fish-catchers wear let down into the fold of their twin thighs, a shelter of unseen modesty. For he had his body naked while drawing the net unto the shore; and swiftly he leapt into the stream, and crossing the accustomed sea, rowing with his hands, lifting his head on high, with alternating feet he pushed the water behind; and he arrived near the coast, treading the God-receiving shore where Jesus remained awaiting him. 8 And all the rest of the companions came together upon one ship, dragging in the waters the following net of the catch. For there was no vast sea-voyage away from the land, but within two hundred cubits by the pull of the wave rushing breezes shot up foam unto the shore, the neighbouring beach being besprinkled with spray. 9 And when they stepped ashore upon the strand of the thirsty coast, they saw a fire dying down with flaming vapour; and above upon the brows of the heap of coals a fish lying,
7 Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο (ἦν γὰρ γυμνὸς), καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.
7 That disciple therefore whom Jesus loved saith to Peter: It is the Lord. Simon Peter therefore, hearing that it is the Lord, girded his outer garment around him (for he was naked), and cast himself into the sea.
8 Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον (οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ' ὡς ἀπὸ πηχῶν διακοσίων), σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
8 But the other disciples came in the little boat (for they were not far from the land, but about two hundred cubits off), dragging the net of the fishes.
9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην, καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον.
9 When therefore they stepped ashore onto the land, they see a fire of coals lying there, and fish lying thereon, and bread.
PG 43:917Read from the page
Ὄψον, καὶ νέον ἄρτον. 10 Ἄναξ δ' ἐκέλευε μαθηταῖς· Ἄξατε νῦν βυθίων νεπόδων ἑτερόχροον ἄγρην, Θὕστινας ἐκ λαγόνων ἐπιάσσατε φορβάδος ἅλμης.
roasted, and fresh bread. 10 And the King commanded the disciples: Bring now the varied-hued catch of finny brood of the deep, which you caught out of the flanks of the nourishing brine.
11 Καὶ διεροῖσι πόδεσσι θορὼν ἀνεβήσετο Σίμων, Χερσὶν ὁμοσθενέεσσιν ἐπὶ χθόνα δίκτυον ἕλκων Ἔγκυον ἁλλομένων νεπόδων ἐπιβήτορι παλμῷ Μηκεδανῶν· καὶ νῶτα κεκυφότα τείρετο Σίμων, Πάντοθεν ἰκμαλέης ἀγέλης ἑκατοντάδα σύρων, Οἷσιν ὁμοπλεκέεσσιν ἐπέτρεχον ἰχθύες ἄλλοι Σὺν τρισὶ πεντήκοντα, καὶ οὐ λίνον ἔνδοθι πόντου Σχίζετο, τοσσατίων νεπόδων βεβαρημένον ὁλκῷ. 12, 13 Οὐ τότε τολμήσας τις ἀνὴρ ὁμόφοιτος ἑταίρων Ἀντωποῖς βλεφάροισι Θεὸν παρεόντα δοκεύων. Τίς τελέθεις; ἐρέεινε, καὶ οὐ θρασὺς εἴρετο Σίμων. Ἐγγύθι γιγνώσκων ὅτι Κοίρανος ἦεν Ἰησοῦς. Καί σφιν Ἄναξ παρέθηκε φέρων περιμήκετον ἰχθὺν, Ἰχθὺν καὶ νέον ἄρτον· ἑοῖς δ' ἐκέλευε μαθηταῖς· Δεῦτε, πάλιν δαίνυσθε μιῆς ὑπὸ κύκλα τραπέζης Ὀπταλέην ἀδόκητον ἐθήμονα δαῖτα θαλάσσης. 14 Τοῦτο πάλιν τρίτον ἄλλο ἐφαίνετο πᾶσι μαθηταῖς Ἰησοῦς μετὰ θεῖον ἐγέρσιμον ὕπνον ὀλέθρου, Νόστιμος ἐκ νεκύων, χθονίους κευθμῶνας ἐάσας, Ἠθάδος ἰχθυβότοιο πέρην Τιβερηΐδος ἅλμης Εἰλαπίνης ἔψαυσε· 15 καὶ εἰν ἑνὶ πάντας ἐάσας Ἰχθυόεν μετὰ δεῖπνον ἀδαιτρεύτοιο τραπέζης, Ἀγχιπόρῳ Σίμωνι θεηγόρον ἴαχε φωνήν· Σίμων, γνήσιον ἔρνος Ἰωάνναο τοκῆος, Συμμιγέων ἐμὲ μᾶλλον ὅλων ἑτάρων ἀγαπάζεις; Καί οἱ Πέτρος ἔφη· Ναὶ, Κοίρανε· καὶ σὺ δὲ θυμῷ Οἶδας ὅσον φιλέω σε, καὶ οὐ μύθοιο χατίζεις. Καὶ ζαθέοις στομάτεσσιν Ἄναξ ἐπετέλλετο Πέτρῳ· Βόσκε μοι ἔμφρονας ἄρνας ἀσιγήτῳ σέο ῥάβδῳ. 16 Ἰησοῦς δ' ἐρέεινεν ἀμοιβάδι Πέτρον ἰωῇ· Σίμων, ἀγλαόπαιδος Ἰωάνναο γενέθλης, Μοῦνον ὁμοζυγέων φιλέεις ἐμὲ μᾶλλον ἑταίρων; Καὶ πετάσας Βασιλῆϊ τοδεύτερον ἀνθερεῶνα, Ἀνδρομέης ἀγέλης ἁλιεὺς ἐφθέγξατο Σίμων· Ναὶ, Βασιλεῦ· σὺ δὲ μάρτυς ἐμῆς φρενὸς, οἶσθα καὶ αὐτὸς Ὅσσον ἐγὼ γλυκὺ φίλτρον ἀθέσφατον εἰς σὲ κομίζω. Καὶ πινυτῷ παλίνορσος Ἄναξ μυθήσατο Πέτρῳ· Ἡμετέρων ποίμαινε νοήμονα πώεα μήλων. 17 Ἰησοῦς δ' ἀγόρευε παλίσσυτον ἠθάδα φωνήν· Πατρὸς Ἰωάνναο θεουδέος ἔκγονε Σίμων,
11 And leaping with wet feet Simon went up, drawing the net onto the earth with equally strong hands, teeming with long finny brood leaping in mounting throbs; and Simon was worn out in his bent back, dragging from every side a hundred of the wet herd, upon whom intertwined together ran other fishes, fifty with three; and the flax-net was not rent within the sea, though weighed down by the haul of so many finny brood. 12, 13 Then no fellow-going man of the companions dared, watching God present with straight-gazing eyelids, to question: Who art Thou? nor did bold Simon ask, knowing close by that it was the Lord Jesus. And bringing a very long fish, the King set before them fish and fresh bread; and He commanded His disciples: Come hither, feast again beneath the circle of one table on an unhoped-for, accustomed roasted banquet of the sea. 14 This again for a third other time Jesus appeared to all the disciples after the divine wakeful sleep of destruction; returning from the dead, having left the terrestrial recesses, beyond the accustomed fish-feeding brine of Tiberias He touched the banquet; 15 and leaving them all together after the fishy meal of the undivided table, He cried a divinely speaking voice to Simon nearby: Simon, true scion of thy father John, dost thou love Me more than all thy mingled companions? And Peter said to Him: Yea, Lord; and Thou too in Thy heart knowest how much I love Thee, and hast no need of speech. And with sacred lips the King enjoined Peter: Feed for Me intelligent lambs with thy unceasing staff. 16 And Jesus questioned Peter with answering voice: Simon, of the race of John blessed with fair children, dost thou alone love Me more than thy yoked companions? And opening his chin the second time to the King, Simon, fisher of the human herd, spoke out: Yea, King; and Thou art witness of my mind, Thou knowest even Thyself how great a sweet, ineffable affection I bear towards Thee. And returning, the King spoke to prudent Peter: Shepherd the understanding flocks of Our sheep. 17 And Jesus uttered a rushing-back accustomed voice: Simon, offspring of thy God-fearing father John,
10 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
10 Jesus saith to them: Bring of the fishes which you have just now caught.
11 Ἀνέβη Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.
11 Simon Peter went up, and drew the net onto the land, full of great fishes, a hundred and fifty-three; and though there were so many, the net was not rent.
12 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε, ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτὸν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν.
12 Jesus saith to them: Come hither, break your fast. And none of the disciples dared to inquire of Him, Who art Thou? knowing that it is the Lord.
13 Ἔρχεται οὖν ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
13 Jesus therefore cometh, and taketh the bread, and giveth to them, and the fish likewise.
14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
14 This is now the third time that Jesus was manifested to His disciples, having been raised from the dead.
Notes, col. 917

On the reading

Printed Θὕστινας, for Οὕστινας.