Δουρατέου θανάτοιο ταθεὶς τετράζυγι δεσμῷ. Καὶ Πιλάτος πάλιν εἶπεν ὅλῳ θηήτορι λαῷ· Δούρασι γομφοτόμοισιν ἐγὼ γομφωτὸν ἐλάσσας Κοίρανον ὑμείων ὀλέσω ποινήτορι πότμῳ; Καὶ δολίοις στομάτεσσιν ἀνέκραγον ἀρχιερῆες· Ἄλλον ἔχειν οὐκ ἴδμεν ἀήθεα κοίρανον ἡμεῖς, Κοίρανον αὐτοκέλευστον, ὃν οὐκ ἐστέψατο Ῥώμη, Εἰ μὴ Καίσαρα μοῦνον, ἀτέρμονα ποιμένα κόσμου. 16 Καὶ Πιλάτος λαοῖο βοὴν ἄσβεστον ἀκούων, Χριστὸν ἑκὼν ἀέκων ἀδίκῳ παρέδωκεν ὀλέθρῳ. Καὶ θανάτῳ χαίροντες ἀναιδέες ἀρχιερῆες Ἰησοῦν ἐδέχοντο θελήμονες· ὠκύμοροι δὲ Ἀθανάτου Χριστοῖο βροτοὶ γεγάασι φονῆες Πάντες ὁμοῦ. 17 Καὶ σταυρὸν ἔχων ἑὸν αὐτὸς Ἰησοῦς, Εἰς μόρον ἀπτοίητος ἑκούσιον εἶχε πορείην, Εἰσόκε χῶρον ἵκανε φατιζομένοιο Κρανίου, Ἀδὰμ πρωτογόνοιο φερώνυμον ἄντυγι κόρσης· Γολγοθὰ τὸν καλέεσκε Σύρων στόμα. 18 Κεῖθι φονῆες Εἰς δόρυ τετράπλευρον ἐπήορον ὑψόθι γαίης Ὄρθιον ἐξετάνυσσαν ἐπισφίγξαντες ἀνάγκῃ Πεπταμένας ἑκάτερθε σιδηρείῳ τινὶ δεσμῷ Χεῖρας· ὁμοτρήτῳ δὲ πεπαρμένον ἄζυγι γόμφῳ, Διπλόον ἦτορ ἔχοντα μιῇ τετορημένον ὁρμῇ, Ποσσὶν ὁμοπλεκέεσσιν ἀκαμπέα δεσμὸν ὀλέθρου. Κέντροις δ' ἀντιτύποισιν ἐπὶ σταυροῖο δεθέντας Νυκτιλόχους δύο φῶτας ἐνὶ ξύνωσαν ὀλέθρῳ Γείτονας ἀλλήλοισι· μέσον δ' ἔστησαν Ἰησοῦν. 19 Καὶ Πιλάτος θηητὸν ἐπέγραφε μάρτυρι γόμφῳ Γράμμα, τόπερ καλέουσι Λατινίδι τίτλον ἰωῇ. Ἦν δὲ σοφῷ καλάμῳ τετυπωμένον· Οὗτος Ἰησοῦς, Οὗτος Ἰουδαίων βασιλεὺς Γαλιλαῖος Ἰησοῦς. 20 Καὶ πολὺς Ἑβραίων ἐπιδήμιος ἑσμὸς ἀνέγνω Τίτλον ἰδὼν, ὅτι χῶρος ἔην λόφος ἄστεϊ γείτων, Ὁππόθι μιν σταυροῖο συνεκλήϊσσαν ὀχῆϊ. Ἦν δὲ μιῆς παλάμης νοερῷ κεχαραγμένον ὁλκῷ Αὐσονίῃ γλώσσῃ τε, Σύρῳ καὶ Ἀχαΐδι φωνῇ. 21 Καὶ Πιλάτον λιτάνευον ὁμήλυδες ἀρχιερῆες· Μὴ γράφε, μὴ γράφε τοῦτον, Ἰουδαίων βασιλῆα, Ἀλλ' ὅ τι κεῖνος ἔνισπεν ἑῇ ψευδήμονι φωνῇ· Κοίρανος Ἑβραίων τελέθω, σκηπτοῦχος Ἰησοῦς. 22 Καὶ Πιλάτος φάτο μῦθον, ἀπηνέας ἄνδρας ἐλέγχων· Ἔγραφον ἀσφαλέως τόπερ ἔγραφον. 23 Ὑψιφανῆ δὲ Ἰησοῦν ἀτίνακτον ὑποδρηστῆρες ὀλέθρου Ἐκταδὸν ὀρθώσαντες ἐπὶ σταυροῖο δεθέντα, Θεσπεσίην ἐσθῆτα θεηγενέος Βασιλῆος Ἱστάμενοι δάσσαντο, καὶ αἰγλήεντα χιτῶνα,
stretched out in the four-yoked bond of a wooden death! And Pilate spoke again to the whole gazing people: Driving Him nailed to nail-pierced timbers, shall I destroy your Sovereign by an avenging doom? And with deceitful mouths the chief priests cried out: We know not how to have another, unaccustomed sovereign—a self-bidden sovereign whom Rome has not crowned—save Caesar alone, the boundless shepherd of the world! 16 And Pilate, hearing the unquenchable cry of the people, willingly yet unwillingly delivered Christ to an unjust destruction. And rejoicing in death, the shameless chief priests gladly received Jesus; and short-lived mortals all together became murderers of immortal Christ. 17 And Jesus Himself, bearing His own cross, held an undaunted voluntary march unto doom, until He reached the place of the so-called Skull, named from the brow-curve of first-born Adam—Golgotha the Syrians' mouth used to call it. 18 There the murderers stretched Him upright upon a four-sided beam lifted high above the earth, binding fast by force His hands spread out on either side with an iron bond; and transfixed with a single-yoked nail sharing one hole, having its double crown pierced at a single thrust, an unbending bond of destruction for His intertwined feet. And binding two night-ambushing men with hard-struck spikes upon crosses, they joined them in one destruction as neighbours to each other, and in the midst they set Jesus. 19 And Pilate inscribed with a witnessing nail a wondrous writing, which in the Latin speech they call a title; and by a skilful reed it was stamped: This is Jesus, this is the Galilean Jesus, King of the Jews. 20 And a great visiting swarm of Hebrews, seeing the title, read it, because the place was a hill neighbouring the city, where they had shut Him fast with the bar of the cross; and by the intelligent stroke of a single hand it was engraved in the Ausonian tongue, in Syrian, and in Achaean speech. 21 And coming together, the chief priests entreated Pilate: Write not, write not this man King of the Jews, but what that man declared in His lying voice: I am Sovereign of the Hebrews, sceptre-bearing Jesus. 22 And Pilate spoke a word, rebuking the harsh men: Assuredly have I written what I wrote. 23 And the under-servants of destruction, having raised unshaken Jesus stretched upright on high, bound upon the cross, stood and divided the divine robe of the God-begotten King, and the gleaming tunic,
18 Ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ' αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
18 Where they crucified Him, and with Him two others, on this side and on that, and Jesus in the midst.
19 Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ Βασιλεὺς τῶν Ἰουδαίων.
19 And Pilate also wrote a title, and put it upon the cross; and it was written: Jesus the Nazarene, the King of the Jews.