Νήπιος, ἀγνώσσων ὅτι τηλίκον ἐς φόνον ἕρπων, Ἁγνὸν ἀλεξικάκων ἐφυλάσσετο δῶμα θεμίστων. 29 Καὶ Πιλάτος ταχυεργὸς ἑῆς ἐξήλασεν αὐλῆς· Νηοπόλους δ' ἐρέεινεν ὀφειλομένῳ τινὶ θεσμῷ, Μῦθον ἀπαιτίζων φονίης ἐπιμάρτυρα φωνῆς, Ποῖον ἔπος φθέγγεσθε κατήγορον ἀνέρι τούτῳ; Τίς πρόφασις θανάτοιο; τί τηλίκον ἤλιτεν ἀνήρ; Ποῖον ἔπος φθέγγεσθε, κατήγορον ἀνδρὸς ὀλέθρου; 30 Καὶ φθονεροῖς στομάτεσσιν ἀνίαχον ἀρχιερῆες· Εἰ μὴ ἔην τελέσας ἄφατον κακὸν, οὐκ ἂν ἀνάγκῃ Εἵλκομεν εἰς σὲ φέροντες ἀναίτιον ἄνδρα δαμάσσαι, Χειρὶ τεῇ παραδόντες. 31 Ὁ δὲ φθόνον ὀξὺ νοήσας, Χριστὸν ἀνακρίνειν ἀπεσείσατο μάρτυρι μύθῳ· Ὑμεῖς τοῦτον ἕλεσθε· θεμιστοπόλοιο δὲ βίβλου Κρίνατε πατρῴοισι νόμοις, καὶ ἐθήμονι ποινῇ. Καὶ θρασὺς ἑσμὸς ἔειπε· Κατακτείνειν τινὰ φωτῶν Ἡμῖν οὐ θέμις ἐστίν· 32 ὅπως ἔπος ἔμπεδον εἴη Χριστὸς ὅπερ κατέλεξε, προθεσπίζων τίνι πότμῳ Μέλλε θανεῖν. 33 Πιλάτος δὲ δολοπλόκον ἑσμὸν ἐάσας Ἀγχίθυρον, παλίνορσος ἐδύσατο θέσμιον αὐλήν· Ἰησοῦν δ' ἐκάλεσσε, καὶ εἴρετο μάρτυρι φωνῇ· 34 Αὐτὸς Ἰουδαίων βασιλεὺς πέλες; Εἰρομένῳ δὲ Εἴκελος ἀγνώσσοντι θεηγόρος εἶπεν Ἰησοῦς· Εἴρετο γινώσκων ζαθέῃ φρενί· Τοῦτο πιφαύσκεις Αὐτόματος, σκηπτοῦχον Ἰουδαίων με καλέσσας, Ἠέ σοι ἄλλος ἔειπε; 35 Καὶ ἴαχεν ὄρχαμος ἀνήρ· Μὴ γὰρ Ἰουδαῖος κἀγὼ πέλον; ὑμέτερον δὲ Ἔθνος, ἵνα κρίνω σε, καὶ ἀνέρες ἀρχιερῆες Αὐτοὶ ἐμοὶ παρέδωκαν ἀναιδέες· εἰπὲ καὶ αὐτὸς, Ἔργον ποῖον ἔρεξας. 36 Ἄναξ δ' ἀντίαχε μύθῳ Οὐ χθονίη τελέθει τις ἐμὴ βασιλήϊος αὐλή· Οὐ πέλον ἐκ κόσμου μινυώριος· ἡμετέρη γὰρ Εἰ πέλε κοιρανίη γαιήϊος, εἰ πέλε κόσμου, Καί κεν ἐμοὶ δρηστῆρες ἐνόπλιον εἶχον ἀγῶνα, Ὄφρα μὴ Ἑβραίοις μεταχείριος ἔκδοτος εἴην. Νῦν δέ μοι οὐκ ἐντεῦθεν ἔην βασιλήϊος ἀρχή. 37 Καὶ Πιλάτος πάλιν εἶπεν ἀμοιβαίῃ τινὶ φωνῇ Ἦ ῥά νυ κοίρανός ἐσσι; Καὶ ἀντιάχησεν Ἰησοῦς· Καὶ γενόμην εἰς τοῦτο καὶ ἤλυθον, ὄφρα κεν αἰεὶ Μάρτυς ἐτητυμίης πανθελγέος ἀνδράσιν εἴην· Καὶ πᾶς ὃς προβέβουλεν ἀληθείης ζυγὸν ἕλκειν, Γλώσσης ἡμετέρης ἀψευδέα μῦθον ἀκούει.
Foolish, not knowing that while creeping towards so great a murder, it was guarding the pure house of evil-averting laws! 29 And swift-working Pilate drove forth from his court, and questioned the temple-ministers according to a due ordinance, demanding a word as witness of their murderous voice: What accusing word do you utter against this man? What pretext of death? What so great sin has the man committed? What word do you utter, accusing the man unto destruction? 30 And with envious mouths the chief priests cried out: Had He not wrought an unspeakable evil, we would not perforce have dragged Him, bringing a guiltless man to thee to subdue, delivering Him into thy hand. 31 But he, keenly perceiving their envy, shook off examining Christ with witnessing speech: Take Him yourselves, and from the law-ministering book judge Him by your ancestral laws and accustomed penalty. And the bold swarm said: To slay any man is not lawful for us; 32 that the word might stand firm which Christ had spoken, foretelling by what doom He was about to die. 33 And Pilate, leaving the craft-weaving swarm near the door, turned back and entered the judgement court; and he called Jesus, and asked with witnessing voice: 34 Art Thou Thyself the King of the Jews? And to his question God-speaking Jesus spoke like one who knew not—knowing in His sacred mind He asked: Dost thou declare this of thine own accord, calling Me sceptre-bearer of the Jews, or did another tell thee? 35 And the ruler shouted: Am I too a Jew? Thine own nation, that I might judge Thee, and the shameless chief priests themselves delivered Thee unto me; say Thou Thyself also what deed Thou hast wrought. 36 And the King cried back in speech: No earthly court is Mine as a royal hall; I am not short-lived, of the world; for if Our sovereignty were earthly, if it were of the world, My servants too would have held an armed contest, lest I be handed over, subject to the Hebrews' grasp. But now My royal dominion is not from hence. 37 And Pilate spoke again with an answering voice: Art Thou then a sovereign? And Jesus cried back: Both for this was I born and for this did I come, that evermore I might be a witness among men to all-charming truth; and everyone who chooses beforehand to draw the yoke of truth hears the unerring speech of Our tongue.
36 Ἀπεκρίθη ὁ Ἰησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
36 Jesus answered: My kingdom is not of this world; if My kingdom were of this world, My officers would have striven that I might not be delivered to the Jews; but now is My kingdom not from hence.
37 Εἶπεν οὖν αὐτῷ ὁ Πιλάτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη ὁ Ἰησοῦς· Σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγώ. Ἐγὼ εἰς τοῦτο γεγέννημαι· καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
37 Pilate therefore said to Him: Art Thou a king then? Jesus answered: Thou sayest that I am a king. For this have I been born, and for this have I come into the world, that I may bear witness to the truth. Everyone who is of the truth hears My voice.