Καὶ καθαροὶ τελέθοιεν ἀληθείης ἁγιασμῷ, Πνευματικῷ πυρὶ γυῖα λελουμένοι. 20 Οὐχ ὑπὲρ αὐτῶν Μούνων ὑμετέρην δέχομαι χάριν, ἀμφὶ δὲ πάντων Ὅσσοι λύσσαν ἄπιστον ἀπορρίψαντες ἀήταις, Ὀρθὴν πίστιν ἔχουσιν ἐμῶν διὰ μῦθον ἑταίρων· 21 Πάντες ἓν ὄφρα πέλοιεν, ὁμόζυγες οἷάπερ ἡμεῖς· Ὡς ἐν ἐμοὶ τελέθεις, καὶ ἐγὼ, Πάτερ, ἐν σοὶ ὑπάρχω, Σύζυγες ἀλλήλοισιν ἀρηρότες, ὄφρα καὶ αὐτοὶ Ἡμῖν πάντες ἔωσιν ὁμόζυγες ἐκγεγαῶτες· Κόσμος ἵνα γνοίη πολυμήχανος ὅττι με κόσμῳ Ἀνδρομέης προέηκας ὅλης Λυτῆρα γενέθλης. 22 Καὶ σφίσι κῦδος ὄπασσα τό μοι πόρες, ὥς κεν ἐν ἡμῖν Πάντες ὁμοζυγέες τετελεσμένοι ὦσι καὶ αὐτοὶ Σύζυγες. Ἓν μόνον ἐσμὲν ἐν ἀλλήλοισιν ἐόντες, Ἡμῖν ὄφρα γένοιντο συνήλυδες ἐκγεγαῶτες· 23 Ὄφρα σὺ μὲν τελέθοις ἐν ἐμοὶ, Πάτερ, ὄφρα καὶ αὐτὸς Ξυνὸς ὅλοις ἑτάροισιν ἐγὼ πεπορημένος εἴην· Κόσμος ἵνα γνοίη βαρυκάρδιος ἴδμονι μύθῳ Ὅττι σύ με προέηκας ἀρηγόνα μάρτυρι κόσμῳ, Ἀνδρομέου βιότοιο λυτήριον· ὅττι καὶ αὐτοὺς Ὡς τεὸν Υἷα φίλησας, ἐμοὺς ἑτάρους ἀγαπάζων. 24 Βούλομαι οὓς παρέδωκας ἐμοὶ, Πάτερ, ὄφρα καὶ αὐτοὶ Ἧχι πέλω μίμνωσιν, ἵνα βροτέῃσιν ὀπωπαῖς Πάντες ἐσαθρήσωσιν ἐμὴν ὑψίθρονον ἀρχὴν [Ἣν πόρες αὐτὸς ἐμοὶ, ὅτι με, Πάτερ, ἀμφαγάπαζες Πρὶν ζοφεροῦ κόσμου βαθύκολπα θέμεθλα γενέσθαι]. 25 Ἀνδρομέοιο, δίκαιε Πάτερ, βιότοιο σαωτὴρ, Οὔ σε, Πάτερ, μάθε κόσμος· ἐγὼ δέ σε σύμφυτος ἔγνων, Καί σε σοφὸς χορὸς οὗτος ἐμῶν δεδάηκεν ἑταίρων Ἤθεσιν εὐσεβέεσσιν· 26 ὅτι σφίσιν ὄργια μύθων Ὑμετέρων ἀνέφηνα· καὶ ἔμπαλιν εἰσέτι δείξω, Ὄφρα σε γινώσκωσι πολὺ πλέον· ὥς κεν ἐν αὐτοῖς Δεσμὸς ἐμῆς ἀγάπης, καὶ ἐγὼ πεφορημένος εἴην.
And may they become pure through the sanctification of truth, having their limbs washed in spiritual fire. 20 Not on behalf of these alone do I entreat Thy grace, but concerning all who, casting off unbelieving madness to the winds, hold upright faith through the speech of My companions; 21 that all may become one, yoked together just as We are; as Thou abidest in Me, and I, Father, exist in Thee, yoked fellows fitted to one another, so that they too, having been born, may all be yoked fellows unto Us; that the subtle-minded world may know that Thou didst send Me forth to the world as Redeemer of the whole human race. 22 And upon them I bestowed the glory which Thou gavest Me, so that in Us they all, yoked together, may be perfected, themselves too yoked fellows, as We are one alone, existing in one another, so that, having been born, they might become united companions unto Us; 23 that Thou indeed mightest abide in Me, Father, and that I Myself also might be granted, shared in common with all My companions; that the heavy-hearted world may know by discerning speech that Thou didst send Me forth as helper to the witnessing world, a ransom of human life, and that Thou didst love them even as Thy Son, cherishing My companions. 24 I will that those whom Thou didst deliver to Me, Father, may themselves also remain where I am, so that with mortal eyes all may behold My high-throned sovereignty [which Thou Thyself gavest Me, because, Father, Thou didst fondly love Me before the deep-bosomed foundations of the gloomy world came into being]. 25 Righteous Father, Saviour of human life, the world knew Thee not, Father; yet I, congenerate with Thee, knew Thee, and this wise choir of My companions has learned Thee in pious ways; 26 because unto them I revealed the mysteries of Thy words, and once again I shall show them still further, that they may know Thee much more, so that in them the bond of My love, and I Myself, may be borne along.
1 Ὣς φάμενος τάδε πάντα, διέστιχεν ἔμφρονι ταρσῷ Πέζαν ἐς ἀντιπέραιαν· ἐϋπρέμνων ὅθι κέδρων Οἴδματι λυσσήεντι κυλίνδεται ὄμβρος ἀλήτης, Οἰδαίνων θρασὺ χεῦμα χαραδραίου ποταμοῖο· Ἀγχιφανὴς ὅθι κῆπος ἐΰχλοος· ὃν παραμείβων
1 Having thus spoken all these things, He strode across with prudent foot to the opposite plain, where beside the fair-trunked cedars the wandering rain rolls in a raging surge, swelling the bold stream of the torrent river; where nearby appeared a verdant garden, passing into which