Υἱοῦ Πατρὶ μένοντος, ἐν Υἱέϊ Πατρὸς ἐόντος. 12 [Μάρτυρος ἐμπεδόμυθος ἀμὴν ἀμὴν λόγος ἔστω] Πᾶς βροτὸς ἡμετέρην ἀστεμφέα πίστιν ἀέξων, Ἔργα τάπερ τελέω, μιμούμενος αὐτὸς ἀνύσσει, Καὶ τούτων πολὺ μᾶλλον ὑπέρτερα θαύματα ῥέξει, Ὅττι μολεῖν ἀκίχητος ἐπείγομαι εἰς Γενετῆρα. 13 Ὁππόσα δ' αἰτίζητε παρ' ὑψίστοιο Τοκῆος, Οὔνομα κικλήσκοντες ἐμὸν, ξύμπαντα τελέσσω, Ὄφρα Πατὴρ ἄχραντος ἐν Υἱέϊ κύδιμος εἴη. 14 [Εἴ τί κεν αἰτίζητε παρ' ὑψιμέδοντος Ἄνακτος, Οὔνομα κικλήσκοντες ἐμόν, ξύμπαντα τελέσσω.] 15 Ει δέ με πιστοτάτης φιλίης ξυνώσατε θεσμῷ, Ἡμετέρην πραπίδεσσι φυλάξατε πᾶσαν ἐφετμήν· 16 Καὶ Θεὸν αἰτήσω Γενέτην ἐμὸν, ὄφρα κεν ὑμῖν Οὐρανόθεν πέμψειε Παράκλητον μετανάστην, Χριστῷ σύγγονον ἄλλον, ὁμοίϊον, ἔμπεδον αἰεὶ Ἀτρεκίης ὀχετηγόν· 17 ὅπερ πολύμορφος ἀείρειν Οὐ δύναταί ποτε κόσμος, ὅτι βροτὸς οὔποτε λεύσσει Τηλίκον ἀνδρομέοισιν ἐν ὄμμασιν ἀρχέγονον φῶς, Πνεῦμα Θεοῦ Γενετῆρος· ἐσαθρήσητε δὲ μοῦνοι Ὑμεῖς ἔνθεον εἶδος ἀθηήτοιο προσώπου. Ὅττι μεθ' ὑμείων μενέει, καὶ ὁμόστολον ἔσται Ὑμῖν, πάντας ἔχον νοερὸν δόμον. 18 Οὐ γὰρ ἐάσω Ὑμέας οὐρανίης ἰσόζυγος ἐκτὸς ἀρωγῆς Ὀρφανικούς· ταχινὸς δὲ πρὸς ὑμέας αὖθις ἱκάνω. 19 Βαιὸς ἔτι χρόνος ἐστὶν, ἐμὴν ὅτε θέσπιδα μορφὴν Οὐκέτι κόσμος ἄπιστος ἐσόψεται, ἀλλ' ἐμὲ μοῦνοι Λεύσσετε, καὶ μετὰ γαῖαν ἀεὶ ζώων ὅτι μίμνω, Καὶ δι' ἐμὲ ξύμπαντες ἀεὶ ζώοιτε καὶ ὑμεῖς. [20 Ὡς ἐν ἐγὼ Γενετῆρι πέλω γνώσεσθ' ἐν ἐκείνῃ, Ὑμεῖς καὶ σὺν ἐμοὶ, καὶ ἐγὼ ὅθ' ὁμόπλοκος ὑμῖν.] 21 Ὅστις ἔχων πραπίδεσσιν ἐμὰς τελέσειεν ἐφετμάς, Οὗτος ἀνὴρ φιλέει με, καὶ εὐαγέως ἀγαπάζων, Ἔσται ἐμῷ Γενετῆρι Θεῷ πεφιλημένος ἀνήρ. Τοῦτον ὁμοστόργῳ καὶ ἐγὼ προσπτύξομαι ἀρθμῷ, Καί οἱ θέσκελον εἶδος ἐμοῦ χροὸς αὐτίκα δείξω. 22 Ἰησοῦν δ' ἀπάμειπτο, καὶ ἔννεπεν ἄλλος Ἰούδας Υἱὸς Ἰακώβοιο, καὶ οὐ θρασὺς Ἰσκαριώτης· Κοίρανε, πῶς τεὸν εἶδος ὁμοφρονέων ἀναφαίνεις Μούνοις σοῖς ἑτάροισι, καὶ οὐ θηήτορι κόσμῳ; 23 Ἰησοῦς δ' ἀγόρευεν, ὁμόφρονα φῶτα διδάσκων·
the Son abiding in the Father, the Father being in the Son. 12 [Let the steadfast word of a witness be Amen, amen:] Every mortal who increases unshaken faith in Us shall himself accomplish in imitation the works which I perform, and far greater wonders than these shall he work, because unattainable I hasten to go unto the Begetter. 13 And whatsoever things you ask from the Most High Begetter, calling upon My name, all of them will I accomplish, that the undefiled Father may be glorious in the Son. 14 [If you ask anything from the high-ruling King, calling upon My name, all of it will I accomplish.] 15 And if you have joined Me in the ordinance of most faithful love, guard in your hearts all Our behest; 16 and I will ask God My Begetter, that He may send unto you from heaven a migrant Paraclete, another kinsman unto Christ, like unto Him, ever a steadfast channel of truth: 17 Whom the manifold world can never receive, because mortal never beholds with human eyes so great a primal light, the Spirit of God the Begetter; but you alone shall behold the divine likeness of an unseen countenance, because It shall abide with you, and shall be a companion unto you, holding all of you as an intellectual house. 18 For I, equally yoked, will not leave you orphaned outside heavenly aid; and swiftly I come unto you again. 19 Yet a brief time it is, when the unbelieving world shall no longer behold My divine form, but you alone behold Me, both that after the earth I abide ever living, and that through Me all you yourselves also may ever live. [20 That I am in the Begetter you shall know in that day, and you with Me, and how I am intertwined with you.] 21 Whoever holding My behests in his heart accomplishes them, this man loves Me, and purely loving Me, shall be a man beloved by God My Begetter; this man I Myself also will embrace in a bond of shared affection, and straightway will I show him the wondrous likeness of My body. 22 And another Judas answered and spake to Jesus, the son of James, and not bold Iscariot: Sovereign, how dost Thou, being of one mind, display Thy form to Thy companions alone, and not to the gazing world? 23 And Jesus declared, teaching the like-minded mortal:
12 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν Πατέρα μου πορεύομαι.
12 Amen, amen, I say unto you, he who believes in Me, the works that I do shall that one do also, and greater works than these shall he do; because I go unto My Father.
17 Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ, ὅτι παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται.
17 The Spirit of truth, Whom the world cannot receive, because it beholds Him not, neither knows Him; but you know Him, because He abides with you, and shall be in you.