Migne Reading Room

PG 43 · cols. 858–863 · Read from the page

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:858Read from the page
43 Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.
43 For they loved the glory of men rather than the glory of God.
44 Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με.
44 And Jesus cried out and said: He who believes in Me, believes not in Me, but in Him Who sent Me.
45 Καὶ ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με.
45 And he who beholds Me beholds Him Who sent Me.
46 Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
46 I have come a light into the world, that everyone who believes in Me may not abide in the darkness.
47 Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν. Οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον.
47 And if anyone hear My sayings and believe not, I judge him not; for I came not that I might judge the world, but that I might save the world.
48 Ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·
48 He who rejects Me and receives not My sayings has one that judges him: the word which I spake, that shall judge him in the last day;
PG 43:859Read from the page
49 Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα· ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν ἔδωκε τί εἴπω καὶ τί λαλήσω.
49 Because I spake not from Myself; but the Father Who sent Me, He Himself gave Me commandment what I should say and what I should speak.
50 Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν λαλῶ ἐγὼ, καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω λαλῶ.
50 And I know that His commandment is life eternal; the things therefore that I speak, even as the Father has said unto Me, so I speak.
ΚΕΦ. ΙΓʹ.
Chapter XIII.
1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.
1 Now before the feast of the Passover, Jesus knowing that His hour had come that He should depart out of this world unto the Father, having loved His own who were in the world, loved them unto the end.
2 Καὶ δείπνου γενομένου (τοῦ διαβόλου ἤδη βεβληκότος εἰς την καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώ-
2 And supper having taken place (the devil having already put into the heart of Judas Simon's son, Iscariot,
Notes, col. 859

On the reading

Printed την, for τὴν.

PG 43:860Read from the page
Κρίνων, ὀψιτέλεστος ὅτε δρόμος ἔσχατος ἠοῦς, Ἐγρομένοις ὅτε πᾶσι πέλει κρίσις. 49 Ἐξ ἰδίων γὰρ Οὐ μάθον αὐτοκέλευστος ἐγώ ποτε μῦθον ἐνίψαι, Ἀλλὰ Θεοῦ ζείδωρον ἔχω παρὰ Πατρὸς ἐφετμήν, Ἀνδράσιν ἀγρομένοις τί φθέγξομαι, ἢ τί βοήσω. 50 Οἶδα δὲ παμμεδέοντος ἐφημοσύνην Γενετῆρος, Ζωὴν ἀθανάτην, τὴν ἔλλαχε σύνδρομος αἰὼν Ἀενάῳ στροφάλιγγι· καὶ ὑμέας ὅσσα διδάσκω, Ὥσπερ ἐμοὶ κατέλεξε Πατὴρ ἐμὸς, ὣς ἀγορεύω.
Judging, when the late-accomplished final course of dawn arrives, when judgement comes for all who are awakened. 49 For never of My own accord did I learn to utter speech self-bidden, but from God the Father I hold a life-giving behest, what I shall speak or what I shall proclaim to assembled men. 50 And I know the command of the all-ruling Begetter to be immortal life, which the concurrent age obtained in everlasting whirl; and whatsoever things I teach you, even as My Father recounted unto Me, so do I declare.
ΚΕΦ. ΙΓʹ.
Chapter XIII.
1 Καὶ ναέταις πρὶν Πάσχα μολεῖν, πρὶν βωμὸν ἀνάψαι, Ἰησοῦς νοέων ὅτι καίριος ἤλυθεν ὥρη, Ὄφρα κεν ἐκ κόσμοιο μετάτροπος αἰθέρα δύνων, Νόστιμος ὑψιμέδοντι συναστράψειε Τοκῆϊ, Πάντας ἀεὶ παρεόντας ἑοὺς ἑτάρους ἀγαπήσας Ἐξ ἀρχῆς, ἀγάπαζε καὶ εἰς τέλος. 2 Ἑσπερίου δὲ Δείπνου γινομένοιο φιλοστόργοιο τραπέζης, Δούλιον ἔργον ἔτευξεν ἑοῖς ἑτάροισιν ὑφαίνων (Δαίμονος ἀντιπάλοιο φιλοκτεάνῳ τινὶ κέντρῳ Ἀνδρομέην ἐπὶ λύσσαν ἀνοιστρήσαντος Ἰούδαν, Τολμήεις ἵνα κεῖνος Ἰουδαίοισι προδοίη Χριστὸν, ἑὸν θρεπτῆρα, δεδεγμένος ὦνον ὀλέθρου)· 3 Αὐτὸς ἑῇ κραδίῃ δεδαημένος ὅττιπερ αὐτοῦ Ὑψιμέδων ἅμα πάντα Θεὸς πόρε χειρὶ νομεύειν, Ὅττι καὶ οὐρανόθεν καὶ ἐς αἰθέρα δίζυγι θεσμῷ Καὶ θεόθεν πάρος ἦλθε, καὶ εἰς Θεὸν αὖτις ἱκάνει. 4 Καὶ τότε δαιτυμόνεσσι διάκτορον ἔργον ὑφαίνων Ἰησοῦς, ταχυεργὸς ἀνίστατο δεῖπνον ἐάσας, Καὶ χροὸς αἰγλήεντος ἑοὺς ἀπέθηκε χιτῶνας, Καὶ λινέην λαγόνεσσι νοθὴν ἐζώσατο μίτρην· Σφίγξας σκληρὸν ὕφασμα, τόπερ φάτο θυμβεὰς αὐδὴ Λίντιον, ἰκμαλέοιο ποδὸς ἀλκτήριον ἀνδρῶν· 5 Καὶ γλαφυρῷ νιπτῆρι βαλὼν ὑποκόλπιον ὕδωρ Χριστὸς, ἑῶν ἑτάρων φιλίους πόδας ἤρξατο νίπτειν, Λοίσθιον ἐκ πρώτου μετανεύμενος ἄλλον ἀπ' ἄλλου, Ἀρχόμενος Σίμωνος, ἕως ἰδίοιο φονῆος. 6 Πρεσβυτέρῳ δὲ Σίμωνι παρίστατο, καὶ πόδας αὐτοῦ Ἀμφοτέρους κρατέεσκε, ταχὺς δ' ἀντέσπασε Σίμων, Ἰησοῦν δ' ἀνέκοψε, φίλον σέβας ὄμμασι φαίνων· Καί μιν ἐρητύων βριαρῇ μειλίξατο φωνῇ· Ὑμετέρου θεράποντος, Ἄναξ πάντεσσι κελεύων, Νίπτεις σαῖς παλάμαισιν ἐμοὺς πόδας; 7 Ἡδυεπὴς δὲ
1 And before the Passover came to the inhabitants, before they kindled the altar, Jesus, perceiving that the timely hour had come that turning away out of the world and entering the sky, returning home He might shine forth together with His high-ruling Begetter, having from the beginning loved all His ever-present companions, loved them even unto the end. 2 And as the evening supper of the affectionate table was taking place, He wrought a servile work, weaving it for His companions (the adversary demon having goaded Judas with some wealth-loving sting unto human madness, so that he might daringly betray Christ, his own Nurturer, unto the Jews, having received the price of ruin); 3 knowing in His own heart that God who rules on high had granted all things together unto His hand to govern, and that by a twofold ordinance both from heaven and unto the sky He both came aforetime from God and goes again unto God. 4 Then weaving a ministering work for the banqueters, swift-working Jesus rose up leaving the supper, and laid aside His tunics from His radiant body, and girt a borrowed linen girdle about His loins, binding tight a stiff web, which sepulchral speech called linteum, a defence for the moist foot of men; 5 and casting water from its bosom into a hollow basin, Christ began to wash the dear feet of His companions, passing from first to last, one after another, beginning from Simon even unto His own slayer. 6 And He stood beside the elder Simon, and took hold of both his feet; and swiftly Simon drew them back, and checked Jesus, showing loving reverence in his eyes; and holding Him back, he entreated Him with strong voice: O King commanding all, dost Thou wash with Thy palms the feet of Thy servant? 7 And sweet-spoken
του, ἵνα αὐτὸν παραδῷ),
that he should betray Him),
3 Εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει·
3 Jesus, knowing that the Father had given all things into His hands, and that He came forth from God and goes unto God;
4 Ἐγείρετο ἐκ τοῦ δείπνου, καὶ τίθησι τὰ ἱμάτια· καὶ λαβὼν λέντιον, διέζωσεν ἑαυτόν.
4 rises from the supper, and lays aside His garments; and taking a towel, He girded Himself.
5 Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
5 Then He pours water into the basin, and began to wash the feet of the disciples, and to wipe them with the towel wherewith He was girded.
6 Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας;
6 He comes therefore to Simon Peter; and that one says unto Him: Lord, dost Thou wash my feet?
7 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα·
7 Jesus answered and said unto him: What I do thou knowest not now, but thou shalt understand hereafter;
PG 43:861Read from the page
Ἑζομένῳ Σίμωνι θεηγόρος εἶπεν Ἰησοῦς· Ἄρτι μὲν ὡς τελέω δρηστήριον ἔργον ὑφαίνων, Οὐ δύνασαι νοέειν, μετέπειτα δὲ τοῦτο νοήσεις. 8 Καί οἱ Πέτρος ἔλεξε, χέων ἡδεῖαν ἀπειλήν· Οὔποτε φαιδρύνειας ἐμοὺς πόδας, εἰς ὅσον ἕρπει Αἰὼν πουλυέλικτος. Ἄναξ δ' ἠμείβετο μύθῳ· Οὔποτέ σοι μετ' ἐμεῖο μέρος πεφυλαγμένον ἔσται, Εἰ μὴ ἐγὼ νίψω σε, χέων μεταχείριον ὕδωρ. 9 Καί οἱ μῦθον ἔλεξε νόῳ πειθήμονι Σίμων· Ναὶ λίτομαι, μὴ μοῦνον ἐμοὺς πόδας, ἀμφοτέρας δὲ Νίψον, Ἄναξ, καὶ χεῖρας ἐμὰς, καὶ κυκλάδα κόρσην· Ναὶ πάλιν, ἢν ἐθέλῃς, καὶ ὅλον δέμας. 10 Εἶπεν Ἰησοῦς· Οὐ χατέει νεαροῖο λελουμένος ὕδατος ἀνήρ, Εἰ μὴ μοῦνα πόδεσσι καθάρσια νίπτρα πορείης Εἰνοδίης· καθαρὸν γὰρ ὅλον δέμας. Ἀνδρομέης δὲ Ἄμμοροι ἀμπλακίης καθαροὶ νόον ἐστὲ καὶ αὐτοί· Ἀλλ' οὔπως ἅμα πάντες. 11 Ἐπεὶ πάρος ᾔδε θυμῷ Τίς μιν ἀνὴρ ἤμελλεν Ἰουδαίοις παραδώσειν Ὤνιον ἀντιβίοισι· τίς ἔμπορος ἦεν ὀλέθρου. Οὗ χάριν ἀγχιθέοισιν Ἄναξ ἀγόρευε μαθηταῖς· Ἄμμορον ἀμπλακίης καθαρὸν νόον ἴστε καὶ αὐτοὶ, Ἀλλ' οὔπως ἅμα πάντες. 12 Ὑποδρηστῆρι δὲ θεσμῷ Ὁππότε δαιτυμόνων δυοκαίδεκα κύκλον ἀμείβων, Νίψεν ἑῶν ἑτάρων ὁσίους πόδας ἁγνὸς Ἰησοῦς Κεκλιμένους, παλίνορσος ἑοὺς ἔνδυνε χιτῶνας· Καὶ παλάμης ἀγκῶνα παλινδίνητον ἐρείσας Ἀκρότατον περὶ κύκλον ὁμοστόργοιο τραπέζης, Εἶπεν ἑοῖς ἑτάροις· Γινώσκετε τοῦτο καὶ αὐτοὶ Ὑμῖν οἷον ἔρεξα, διάκτορον ἔργον ὑφαίνων; 13 Ὑμεῖς διχθαδίῳ με σοφῷ κικλήσκετε μύθῳ Κοίρανον, ὑμείων τε διδάσκαλον· ἀπλανέες δὲ Τοῦτο καλῶς φθέγγεσθε δαήμονες· εἰμὶ γὰρ ἄμφω Ὡς ἐμὲ μυθίζεσθε. 14 Φιλοστόργῳ δὲ μενοινῇ Εἰ πόδας ὑμείων καθαρῷ φαίδρυνα λοετρῷ, Ἡγητὴρ καὶ ἄναξ περιδέξιος· ἀλλὰ καὶ αὐτοὺς Ἀντίτυπον θέμις ἐστὶν ἐμὸν μίμημα μαθόντας Ὑμέας, ἀλλήλων φιλίους πόδας ὕδατι νίπτειν. 15 Δεῖγμα γὰρ ἔπλετο τοῦτο διδάσκαλον, ὄφρα καὶ ὑμεῖς Ἔργον ὅπερ ποίησα σοφὸν τελέσητε καὶ αὐτοὶ Πάντες ἐν ἀλλήλοισιν ἀμοιβαίῳ τινὶ θεσμῷ· Ἰσοφυὲς μίμημα δαήμονος ἡγεμονῆος. 16 Οὐ πέλε λάτρις ἄνακτος ὑπέρτερος· οὐδέ τις ἀνὴρ Ἡγεμόνος πέμψαντος ἀπόστολός ἐστιν ἀρείων. 17 Εἰ δὲ λόγῳ τάδε πάντα νοήσατε, καὶ νόος ἔργῳ Ἤρισε, καίπερ ἔφυτε μακάρτεροι. 18 Οὐ περὶ πάντων
God-speaking Jesus said unto seated Simon: How I now accomplish this, weaving a ministering work, thou canst not perceive, but hereafter thou shalt perceive this. 8 And Peter spake to Him, pouring forth a sweet threat: Never shalt Thou cleanse my feet, so long as the many-winding age creeps on. And the King answered with a word: Never shall a part with Me be kept for thee, unless I wash thee, pouring water from My hand. 9 And Simon spake the word to Him with obedient mind: Yea, I pray, wash not my feet alone, O King, but both my hands as well, and my rounded brow; yea again, if Thou wilt, even my whole body. 10 Jesus said: A man who has bathed has no need of fresh water, save only cleansing washings for his feet from his wayfaring journey; for his whole body is clean. And you yourselves also, having no share in human transgression, are clean in mind; yet in no wise all together. 11 For beforehand He knew in spirit what man was about to betray Him unto the Jews for a price to His foes, who was the merchant of ruin. Wherefore the King declared unto the disciples near to God: Know you yourselves also a clean mind without share in transgression, yet in no wise all together. 12 And when by a ministering ordinance, passing around the circle of the twelve banqueters, pure Jesus had washed the holy reclining feet of His companions, turning back He put on His tunics; and resting the bent-back elbow of His hand around the topmost rim of the table of shared affection, He said to His companions: Do you yourselves also know what kind of thing I have wrought for you, weaving a ministering work? 13 With twofold wise speech you call Me Sovereign and your Teacher; and unerring and knowing you utter this well, for I am both, even as you name Me. 14 If then with affectionate purpose I, your skilled Leader and King, cleansed your feet in a pure bath, it is right that you yourselves also, having learned My answering imitation, should wash one another's dear feet with water. 15 For this became a teaching example, that you yourselves also, all among one another by some mutual ordinance, may accomplish the wise work which I did: a like imitation of a knowing Leader. 16 A servant is not superior to his king; nor is any man who is an envoy better than the leader who sent him. 17 And if you have perceived all these things in word, and your mind has vied in deed, exceedingly more blessed are you. 18 Not concerning all
8 Λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
8 Peter says unto Him: Never shalt Thou wash my feet unto eternity. Jesus answered him: Unless I wash thee, thou hast no part with Me.
9 Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας, καὶ τὴν κεφαλήν.
9 Simon Peter says unto Him: Lord, not my feet only, but also my hands and my head.
10 Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ' ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες.
10 Jesus says unto him: He who has bathed has no need save to wash his feet, but is wholly clean; and you are clean, yet not all.
11 Ἤδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· Οὐχὶ πάντες καθαροί ἐστε.
11 For He knew him who was betraying Him; therefore said He: You are not all clean.
12 Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν, καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν;
12 So when He had washed their feet, and had taken His garments, reclining again, He said unto them: Know you what I have done unto you?
PG 43:862Read from the page
13 Ὑμεῖς φωνεῖτέ με· Ὁ διδάσκαλος καὶ ὁ Κύριος· καὶ καλῶς λέγετε· εἰμὶ γάρ.
13 You call Me the Teacher and the Lord; and you say well, for so I am.
14 Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.
14 If I then, the Lord and the Teacher, have washed your feet, you also ought to wash one another's feet.
15 Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.
15 For I have given you an example, that even as I did unto you, you also should do.
16 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
16 Amen, amen, I say unto you, a servant is not greater than his lord, neither is an apostle greater than he who sent him.
17 Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
17 If you know these things, blessed are you if you do them.
18 Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα οὓς ἐξ-
18 I speak not concerning all of you; I know whom I have
PG 43:863Read from the page
ελεξάμην· ἀλλ' ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ.
chosen; but that the Scripture may be fulfilled: He who eats bread with Me has lifted up his heel against Me.
19 Ἀπ' ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι.
19 From henceforth I tell you before it come to pass, that when it is come to pass, you may believe that I am He.
20 Ἀμήν ἀμὴν λέγω ὑμῖν· Ὁ λαμβάνων ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.
20 Amen, amen, I say unto you: He who receives whomsoever I send receives Me; and he who receives Me receives Him Who sent Me.
21 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ὑμῶν παραδώσει με.
21 Having said these things, Jesus was troubled in spirit, and testified, and said: Amen, amen, I say unto you that one of you shall betray Me.
22 Ἔβλεπον οὖν ἀλλήλους οἱ μαθηταὶ, ἀπορούμενοι περὶ τίνος λέγει.
22 The disciples therefore looked at one another, doubting concerning whom He speaks.
23 Ἦν δὲ ἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς.
23 Now there was reclining in the bosom of Jesus one of His disciples, whom Jesus loved.
24 Νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς
24 Simon Peter therefore beckons to this one to inquire who