Ἑζομένῳ Σίμωνι θεηγόρος εἶπεν Ἰησοῦς· Ἄρτι μὲν ὡς τελέω δρηστήριον ἔργον ὑφαίνων, Οὐ δύνασαι νοέειν, μετέπειτα δὲ τοῦτο νοήσεις. 8 Καί οἱ Πέτρος ἔλεξε, χέων ἡδεῖαν ἀπειλήν· Οὔποτε φαιδρύνειας ἐμοὺς πόδας, εἰς ὅσον ἕρπει Αἰὼν πουλυέλικτος. Ἄναξ δ' ἠμείβετο μύθῳ· Οὔποτέ σοι μετ' ἐμεῖο μέρος πεφυλαγμένον ἔσται, Εἰ μὴ ἐγὼ νίψω σε, χέων μεταχείριον ὕδωρ. 9 Καί οἱ μῦθον ἔλεξε νόῳ πειθήμονι Σίμων· Ναὶ λίτομαι, μὴ μοῦνον ἐμοὺς πόδας, ἀμφοτέρας δὲ Νίψον, Ἄναξ, καὶ χεῖρας ἐμὰς, καὶ κυκλάδα κόρσην· Ναὶ πάλιν, ἢν ἐθέλῃς, καὶ ὅλον δέμας. 10 Εἶπεν Ἰησοῦς· Οὐ χατέει νεαροῖο λελουμένος ὕδατος ἀνήρ, Εἰ μὴ μοῦνα πόδεσσι καθάρσια νίπτρα πορείης Εἰνοδίης· καθαρὸν γὰρ ὅλον δέμας. Ἀνδρομέης δὲ Ἄμμοροι ἀμπλακίης καθαροὶ νόον ἐστὲ καὶ αὐτοί· Ἀλλ' οὔπως ἅμα πάντες. 11 Ἐπεὶ πάρος ᾔδε θυμῷ Τίς μιν ἀνὴρ ἤμελλεν Ἰουδαίοις παραδώσειν Ὤνιον ἀντιβίοισι· τίς ἔμπορος ἦεν ὀλέθρου. Οὗ χάριν ἀγχιθέοισιν Ἄναξ ἀγόρευε μαθηταῖς· Ἄμμορον ἀμπλακίης καθαρὸν νόον ἴστε καὶ αὐτοὶ, Ἀλλ' οὔπως ἅμα πάντες. 12 Ὑποδρηστῆρι δὲ θεσμῷ Ὁππότε δαιτυμόνων δυοκαίδεκα κύκλον ἀμείβων, Νίψεν ἑῶν ἑτάρων ὁσίους πόδας ἁγνὸς Ἰησοῦς Κεκλιμένους, παλίνορσος ἑοὺς ἔνδυνε χιτῶνας· Καὶ παλάμης ἀγκῶνα παλινδίνητον ἐρείσας Ἀκρότατον περὶ κύκλον ὁμοστόργοιο τραπέζης, Εἶπεν ἑοῖς ἑτάροις· Γινώσκετε τοῦτο καὶ αὐτοὶ Ὑμῖν οἷον ἔρεξα, διάκτορον ἔργον ὑφαίνων; 13 Ὑμεῖς διχθαδίῳ με σοφῷ κικλήσκετε μύθῳ Κοίρανον, ὑμείων τε διδάσκαλον· ἀπλανέες δὲ Τοῦτο καλῶς φθέγγεσθε δαήμονες· εἰμὶ γὰρ ἄμφω Ὡς ἐμὲ μυθίζεσθε. 14 Φιλοστόργῳ δὲ μενοινῇ Εἰ πόδας ὑμείων καθαρῷ φαίδρυνα λοετρῷ, Ἡγητὴρ καὶ ἄναξ περιδέξιος· ἀλλὰ καὶ αὐτοὺς Ἀντίτυπον θέμις ἐστὶν ἐμὸν μίμημα μαθόντας Ὑμέας, ἀλλήλων φιλίους πόδας ὕδατι νίπτειν. 15 Δεῖγμα γὰρ ἔπλετο τοῦτο διδάσκαλον, ὄφρα καὶ ὑμεῖς Ἔργον ὅπερ ποίησα σοφὸν τελέσητε καὶ αὐτοὶ Πάντες ἐν ἀλλήλοισιν ἀμοιβαίῳ τινὶ θεσμῷ· Ἰσοφυὲς μίμημα δαήμονος ἡγεμονῆος. 16 Οὐ πέλε λάτρις ἄνακτος ὑπέρτερος· οὐδέ τις ἀνὴρ Ἡγεμόνος πέμψαντος ἀπόστολός ἐστιν ἀρείων. 17 Εἰ δὲ λόγῳ τάδε πάντα νοήσατε, καὶ νόος ἔργῳ Ἤρισε, καίπερ ἔφυτε μακάρτεροι. 18 Οὐ περὶ πάντων
God-speaking Jesus said unto seated Simon: How I now accomplish this, weaving a ministering work, thou canst not perceive, but hereafter thou shalt perceive this. 8 And Peter spake to Him, pouring forth a sweet threat: Never shalt Thou cleanse my feet, so long as the many-winding age creeps on. And the King answered with a word: Never shall a part with Me be kept for thee, unless I wash thee, pouring water from My hand. 9 And Simon spake the word to Him with obedient mind: Yea, I pray, wash not my feet alone, O King, but both my hands as well, and my rounded brow; yea again, if Thou wilt, even my whole body. 10 Jesus said: A man who has bathed has no need of fresh water, save only cleansing washings for his feet from his wayfaring journey; for his whole body is clean. And you yourselves also, having no share in human transgression, are clean in mind; yet in no wise all together. 11 For beforehand He knew in spirit what man was about to betray Him unto the Jews for a price to His foes, who was the merchant of ruin. Wherefore the King declared unto the disciples near to God: Know you yourselves also a clean mind without share in transgression, yet in no wise all together. 12 And when by a ministering ordinance, passing around the circle of the twelve banqueters, pure Jesus had washed the holy reclining feet of His companions, turning back He put on His tunics; and resting the bent-back elbow of His hand around the topmost rim of the table of shared affection, He said to His companions: Do you yourselves also know what kind of thing I have wrought for you, weaving a ministering work? 13 With twofold wise speech you call Me Sovereign and your Teacher; and unerring and knowing you utter this well, for I am both, even as you name Me. 14 If then with affectionate purpose I, your skilled Leader and King, cleansed your feet in a pure bath, it is right that you yourselves also, having learned My answering imitation, should wash one another's dear feet with water. 15 For this became a teaching example, that you yourselves also, all among one another by some mutual ordinance, may accomplish the wise work which I did: a like imitation of a knowing Leader. 16 A servant is not superior to his king; nor is any man who is an envoy better than the leader who sent him. 17 And if you have perceived all these things in word, and your mind has vied in deed, exceedingly more blessed are you. 18 Not concerning all
9 Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας, καὶ τὴν κεφαλήν.
9 Simon Peter says unto Him: Lord, not my feet only, but also my hands and my head.
10 Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ' ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες.
10 Jesus says unto him: He who has bathed has no need save to wash his feet, but is wholly clean; and you are clean, yet not all.
12 Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν, καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν;
12 So when He had washed their feet, and had taken His garments, reclining again, He said unto them: Know you what I have done unto you?