7 Ἰησοῦς δ' ἀγόρευεν ἀριζήλῳ τινὶ μύθῳ· Πάνδοκός εἰμι θύρη προβάτων πολυχανδέος αὐλῆς. 8 Πάντες ὅσοι πάρος ἦλθον ὑποκλέπτοντι πεδίλῳ, Φῶρες ἔσαν δολόεντες· ὅθεν ληΐστορι φωνῇ Αὐτῶν φθεγγομένων οὐκ ἔκλυε πώεα ποίμνης. 9 Πάνδοκός εἰμι θύρη μηλοσσόος· ἡμετέρης δὲ Ὅς κεν ἰὼν δι' ἐμεῖο θύρην ὑποδύσεται αὐλῆς, Οὗτος ἔσω στείχει, καὶ ὑπότροπος αὖτις ὁδεύει, Καὶ νομὸν εὑρήσει, καὶ ἀείσοος ἔσσεται ἀνήρ. 10 Ληϊστὴρ δ' ἀΐδηλος ἐς αὔλιον οὔποτε βαίνει, Εἰ μὴ ἵνα κλέψειεν ἀμάρτυρος, ἢ καὶ ὀλέσσῃ, Ἠὲ διατμήξειεν ἀφειδέϊ μῆλα μαχαίρῃ. Αὐτὰρ ἐγὼ παρὰ Πατρὸς, ὅπως ἐμὰ μῆλα σαώσω, Ἦλυθον· ὄφρα λάχοιεν ἀλωφήτῳ τινὶ τιμῇ Ζωὴν ἐσσομένην, τὴν οὐ χρόνος οἶδεν ὀλέσσαι, 11 Ἠὲ περισσὸν ἔχοιεν ὑπέρτερον. Εἰμὶ δὲ ποιμὴν Καλὸς ἐγώ· ποιμὴν δὲ καλὸς περὶ μῆλα φυλάσσων, Καὶ ψυχῆς ἰδίης οὐ φείδεται, ἀλλά ἑ θήσει Λύτρον ἑῶν ὀΐων. 12, 13 Ὁ δὲ μίσθιος οὐ πέλε ποιμήν· Δήϊον ἀγχικέλευθον ἰδὼν λύκον ἅρπαγα μήλων, Κρυπτὸς ἀλυσκάζων ὑποδύεται, ὀξὺς ἐάσας Βοσκομένων ἀφύλακτα πολύπλανα πώεα μήλων· Κρυπτὸς ἀλυσκάζων ὑποδύεται· οὐκ ἀλέγει δὲ Μήλων ἀλλοτρίων, ὅτι μίσθιος αὐτὸς ἀκούει. Καὶ λύκος ἀγκυλόμητις ἐπέρχεται ἅρπαγι λαιμῷ Μῆλα διασκεδάσας, σημάντορος οὐ παρεόντος. 14, 15 Ποιμὴν καλὸς ἔφυν, καὶ πώεα καλὰ νομεύω. Γινώσκω δ' ἐμὰ μῆλα, καὶ ἠθάδα μηλοβοτῆρα Ταῦτά με γινώσκουσιν ἴσῳ διδυμάονι θεσμῷ· Ὡς Γενέτης νοέει με, καὶ ὡς νοέω Γενετῆρα. Ψυχὴν δ' ἡμετέρην ὀΐων ὕπερ αὐτίκα θήσω. 16 Ἔστι μὲν, ἔστι καὶ ἄλλα πολύτροπα πώεα ποίμνης, Ταύτης οὐ γεγαῶτα μιῆς θεοδέγμονος αὐλῆς, Ἀλλογενῆ· καὶ ταῦτα πέλει χρέος ὥς κεν ἀγείρω Φθογγῆς ἡμετέρης ἀριήκοα· καὶ μία ποίμνη Ἔσσεται ἀμφοτέρωθεν ἑνὸς τελέθουσα νομῆος. 17 Τοῦδ' ἕνεκεν φιλέει με Πατὴρ ἐμὸς, οὕνεκα θήσω Ψυχὴν ἡμετέρην ὀΐων ὕπερ, ὄφρα μιν αἴρω Εἰς ἐμὲ νεισσομένην παλινάγρετον· 18 οὐδέ τις αὐτὴν Θεσμὸς ἀφαιρεῖταί με γενέθλιος, οὐ χρόνος ἕρπων,
7 And Jesus harangued with a conspicuous speech: I am the all-receiving door of the sheep's all-capacious courtyard. 8 All as many as came before with stealthy sandal were crafty thieves; whence, when they uttered with plundering voice, the flocks of the herd did not hear them. 9 I am the all-receiving, sheep-saving door; and whoever going through Me enters beneath the door of Our courtyard, this man walks within, and turning back travels again, and shall find pasture, and shall be an ever-safe man. 10 Yet an unseen robber never steps into the fold except that without witness he may steal, or even destroy, or cleave the sheep with unsparing knife. Yet I came from the Father that I may save My sheep, so that with unresting honour they might obtain the coming life, which time knows not how to destroy, 11 or might have abundance exceedingly. And I am the good shepherd; and a good shepherd keeping guard over the sheep spares not even his own soul, but will lay it down as ransom for his sheep. 12, 13 Yet the hireling is no shepherd; seeing the hostile sheep-snatching wolf approaching on the path, secretly skulking he slips away, swiftly abandoning unguarded the much-wandering flocks of grazing sheep; secretly skulking he slips away, and cares not for alien sheep, because he himself is called a hireling. And the crooked-counselled wolf comes on with ravening throat, scattering the sheep when no commander is present. 14, 15 I was born the good shepherd, and tend fair flocks; and I know My sheep, and these know Me, their familiar sheep-feeder, by an equal twin ordinance, even as the Sire knows Me and as I know the Sire; and Our soul I shall straightway lay down for the sheep. 16 Truly there are, there are also other manifold flocks of a herd, not born of this one God-receiving courtyard, of another race; and these too it is needful that I gather, keenly hearkening to Our voice; and from both sides there shall be one flock belonging to one herdsman. 17 On this account My Father loves Me, because I shall lay down Our soul for the sheep, so that I may take it up returning back to Me gathered anew; 18 nor does any natal ordinance take it away from Me, nor creeping time,
9 Εγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
9 I am the door; through Me if anyone enters, he shall be saved, and shall go in and go out, and shall find pasture.
12 Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα.
12 Yet the hireling, and not being a shepherd, whose own the sheep are not, beholds the wolf coming, and leaves the sheep, and flees; and the wolf snatches them, and scatters the sheep.