PG 43:810Read from the page31 Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτὸν, καὶ ἔλεγον· Ὅτι ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν ;
31 And of the crowd many believed in Him, and said: When the Christ comes, will He do more signs than these which this man did?
32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ὑπηρέτας, ἵνα πιάσωσιν αὐτόν.
32 The Pharisees heard the crowd murmuring these things concerning Him; and the Pharisees and the chief priests sent forth officers, that they might seize Him.
33 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς · Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
33 Jesus therefore said unto them: Yet a little time I am with you, and I go unto Him Who sent Me.
34 Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε · καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
34 You shall seek Me, and shall not find Me; and where I am, you cannot come.
35 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν ; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας·
35 The Jews therefore said among themselves: Whither is this man about to go, that we shall not find Him? Is He about to go unto the dispersion among the Greeks, and teach the Greeks?
36 Τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπε · Ζητήσετέ με,
36 What is this word that He said: You shall seek Me,
PG 43:811Read from the pageκαὶ οὐχ εὑρήσετε · καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ;
and shall not find Me; and where I am, you cannot come?
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραζε, λέγων · Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.
37 Now on the last day, the great day of the feast, Jesus stood and cried out, saying: If anyone thirsts, let him come unto Me, and drink.
38 Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι ὕδατος ζῶντος.
38 He who believes in Me, just as the Scripture said, out of his belly shall flow rivers of living water.
39 (Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν · οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι ὁ Ἰησοῦς οὐδέπω ἐδοξάσθη.)
39 (But this He spoke concerning the Spirit, Which those believing in Him were about to receive; for the Holy Spirit was not yet given, because Jesus was not yet glorified.)
40 Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον, ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.
40 Many of the crowd therefore, having heard the word, said: This is in truth the prophet.
41 Ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός · ἄλλοι δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρ-
41 Others said: This is the Christ; whereas others said: Why, does the Christ come out of Galilee—
PG 43:812Read from the pageΠολλά με μαστεύσητε παλίνδρομον ὀψὲ νοῆσαι, Κοὐδὲν ἐφευρήσητε· καὶ οὐ θέμις ὁππόθι βαίνω Ὑμέας ἱμείροντας ἀνέμβατον οἶμον ὁδεύειν ; 37 Ἀλλ' ὅτε λοίσθιον ἦλθε χοροστάδος ἦμαρ ἑορτῆς, Χριστὸς ἄναξ ἔστηκε λιθώδεος ἐγγύθι νηοῦ. Ἑβραίοις δ' ἰάχησε χέων πανθελγέα φωνήν· Εἴ τις δίψαν ἔχει θυμοφθόρον, εἰς ἐμὲ βαίνων Πηγῆς ἡμετέρης πιέτω ψυχοσσόον ὕδωρ. 38 Πᾶς γὰρ ὁ πίστιν ἔχων σόος ἔσσεται· ἀρχέγονος δὲ Οἷα Θεοῦ φάτο μῦθος, ἀεὶ διὰ γαστρὸς ἐκείνου Ἔμφρονες αὐτοχύτῳ ποταμοὶ ζείοντι ῥεέθρῳ Ἐνδόμυχον βλύσσσυσι παλιμφυὲς ἔνθεον ὕδωρ. 39 Εἶπε προθεσπίζων ἐπιδήμιον ὄψιμον αἴγλην Πνεύματος, οὗπερ ἔμελλε τυχεῖν θεοδέγμονι θυμῷ Πᾶσα πολυσπερέων μερόπων πεισθεῖσα γενέθλη. Οὔπω γὰρ βροτέῃσιν ἐνερρίζωτο μενοιναῖς Χριστὸς ἄναξ Γενέταο φανεὶς ἀγχίθρονος ἕδρης.
Much shall you seek Me, returning late to perceive Me, and find nothing; and where I go it is not lawful for you, though desiring it, to walk an untrodden path? 37 But when the last day of the choir-gathering feast came, Christ the Sovereign Lord stood near the stone-built temple, and cried aloud to the Hebrews, pouring forth an all-charming voice: If anyone has soul-consuming thirst, coming unto Me let him drink soul-saving water from our spring. 38 For everyone who has faith shall be safe; and even as the primeval word of God declared, ever through that man's belly intelligent rivers with self-poured boiling stream shall gush forth indwelling ever-renewed divine water. 39 He spoke foretelling the late-coming sojourning splendour of the Spirit, Which the whole persuaded race of widely-sown mortals was about to obtain with God-receiving heart. For not yet was Christ the Sovereign Lord rooted in mortal minds as manifested seated near the throne of the Begetter.
40 Πολλοὶ δ' εἰσαΐοντες ὁμοφραδέων τότε λαῶν, Χείλεσι πιστοτάτοισι πολύστομον ἔβρεμον ἠχώ, Οὗτος ὃν ἔγραφε μῦθος, ἐτήτυμός ἐστι προφήτης. 41 Οἱ δὲ, διχοστασίης ἀδαήμονες, εἶχον ἀοιδὴν, Χριστὸς ἄναξ πέλεν οὗτος. Ἀμιλλητῆρι δὲ μύθῳ, Ἄλλοι θεσμοφόρων στομάτων πετάσαντες ὀχῆας, Θέσφατα μυθήσαντο σοφῇ κεχαραγμένα βίβλῳ· Μὴ γὰρ ἁλικρήπιδος ἐλεύσεται ἐκ Γαλιλαίης Χριστὸς ἄναξ ; 42 Οὐ τοῦτο θεηγόρος ἔννεπεν ὀμφή· Δαβὶδ δ' ἀρχεγόνου βασιλήϊον αἷμα κομίζων Χριστὸς Ἰουδαίοισι φανήσεται αὐτὸς ἀκούων, Πατρίδος ὁππόθι δῶμα λυροκτύπος ᾤκεε Δαβὶδ Βηθλὲμ μηλοβότοιο. 43 Μεριζομένοιο δὲ λαοῦ Ἀμφιλαφὴς διχόμητις ἔην ἔρις. 44 Ἀπροϊδεῖς δὲ Ἀφραδέες τινὲς ἄνδρες ἐπειρήσαντο πιέζειν Ἰησοῦν, ἀδίκῳ ὑπὸ πνεύματι δημογερόντων· Ἀλλά μιν οὔτις ἔμαρψεν· ἐπεὶ πυμάτη πάλιν αὐτῷ Οὔπω ἐπιτρέψαντι παρίστατο λοίγιος ὥρη.
40 And many of the like-minded peoples then listening roared a many-mouthed echo with most faithful lips: This man of Whom the word wrote is in truth a prophet. 41 And others, unacquainted with dissension, kept up the song: This man is Christ the Sovereign Lord. Yet with contending word, others, flinging wide the bars of law-bearing mouths, spoke the oracles engraved in the wise book: Why, shall Christ the Sovereign Lord come out of sea-bordered Galilee? 42 Not this did the God-speaking voice declare; rather, bearing the royal blood of primeval David, Christ shall appear to the Jews called this very One, from the fatherland of sheep-feeding Bethlehem where lyre-striking David dwelt in his house. 43 And as the people were divided there was a wide-spreading two-minded strife. 44 And unawares certain senseless men attempted to seize Jesus, under the unjust spirit of the elders of the people; yet no one grasped Him, since the final baneful hour did not yet stand beside Him again by His own permission.
45 Καὶ πινυτοὶ νόστησαν ἐς ἀντιθέους ἱερῆας Θαμβαλέοι θεράποντες · ἐμυθήσαντο δ' ἐκεῖνοι · Τίπτε μιν οὐ κομίσασθε ; 46 Καὶ ἔννεπον ἔμφρονι μύθῳ Ἀπλανέες δασπλῆτος ὑποδρηστῆρες ἀνάγκης· Οὐχ οὕτω βροτὸς ἄλλος ἴσην ἐφθέγξατο φωνήν. 47 Καὶ θρασὺς εἶπεν ὅμιλος ἀκηλήτων Φαρισαίων· Μὴ σφαλεραῖς πραπίδεσσι παρεπλάγχθητε καὶ ὑμεῖς,
45 And the prudent attendants returned amazed unto the God-opposing priests; and those spoke: Why did you not bring Him? 46 And the unerring servants of dread necessity spoke with sensible word: Never thus did another mortal utter an equal voice. 47 And the bold throng of implacable Pharisees said: Have you also been led astray in your slippery wits,
42 Οὐχὶ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ τοῦ σπέρματος Δαβὶδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαβὶδ, ὁ Χριστὸς ἔρχεται ;
42 Did not the Scripture say that out of the seed of David, and from Bethlehem the village where David was, the Christ comes?
43 Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν.
43 So a division arose in the crowd because of Him.
44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν · ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας.
44 And some of them wished to seize Him; yet no one laid hands upon Him.
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους · καὶ εἶπον αὐτοῖς ἐκεῖνοι · Διὰ τί οὐκ ἠγάγετε αὐτόν ;
45 The officers therefore came unto the chief priests and Pharisees; and those said unto them: Why did you not bring Him?
46 Ἀπεκρίθησαν οἱ ὑπηρέται · Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.
46 The officers answered: Never so spoke a man, as this man.
47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι · Μὴ καὶ ὑμεῖς πεπλάνησθε ;
47 The Pharisees therefore answered them: Have you also been led astray?
Notes, col. 812
On the reading
Printed βλύσσσυσι, for βλύσσουσι.
PG 43:813Read from the pageΠειθόμενοι κείνοιο νοήμασι ; 48 Μή τις ἐς αὐτὸν Ἡγεμόνων πίστευσεν, ἢ ἀγχινόων Φαρισαίων ; 49 Εἰ μὴ δήμιος οὗτος ἀτάσθαλος ἑσμὸς ἀλήτης, Ὅς νόμον ἀγνώσσων βακχεύεται, ἔμπλεος ἀρῆς. 50 Ἀφνειῇ δὲ φάλαγγι χέων νεμεσήμονα φωνήν Ἀγχιφανὴς Νικόδημος ἀμείβετο, πάντας ἐλέγχων· 51 Μὴ γὰρ Ἰουδαίων νόμος ἔνθεος ὀξέϊ θυμῷ Οἶδε κατακρίνειν, εἰ μὴ πάρος ἀνδρὸς ἀκούων Φθεγγομένου κρίνειε δικασπόλος ἴδμονα φωνήν, Ἔργα τάπερ τελέει νοέων ὑπὸ μάρτυρι μύθῳ ; 52 Καὶ χορὸς ἀντιάχησε θεμιστοπόλων Φαρισαίων, Μεμφόμενος Νικόδημον ἀμεμφέα · Μὴ σὺ καὶ αὐτὸς Αἷμα φέρεις Γαλιλαῖον ; ἀμοιβάδα βίβλον ἑλίσσων Ἕζεο μαστεύων, καὶ γνώσεαι ὅττι προφήτη Οὔπω ποικιλόμυθος ἐγείρεται ἐκ Γαλιλαίης.
persuaded by that man's thoughts? 48 Has any one of the rulers believed in Him, or of the shrewd Pharisees? 49 Except this common reckless wandering swarm, which, ignorant of the law, raves in frenzy, full of a curse. 50 And pouring forth an indignant voice unto the wealthy phalanx, Nicodemus, appearing near by, answered, convicting all: 51 Does the divine law of the Jews know how to condemn in hasty wrath, unless beforehand a judge, hearing a man speaking, should judge his knowing voice, perceiving the works which he performs under witnessing word? 52 And the choir of law-administering Pharisees shouted back, blaming blameless Nicodemus: Art thou also thyself bearing Galilean blood? Unrolling the alternating book, sit thou down and search, and thou shalt know that never does a manifold-voiced prophet arise out of Galilee.
12 Ἰησοῦς δ' ἀγόρευε, χέων λαοσσόον αὐδήν· Εἰμὶ φάος κόσμοιο λιπαυγέος · ὃς δέ μοι ἀνὴρ Πιστὸν ὁμαρτήσειεν ἔχων νόον, οὔποτε βαίνει Ποσσὶν ἀλωομένοις σκιοειδέα κῶνον ὁμίχλης, Ἀλλὰ καταυγάζειεν, ἔχων ὁμόφοιτον ἐν αὐτῷ Ζωῆς ἀπλανέος φάος ἔμπεδον. 13 Ἀπτοεπὴς δὲ Λαὸς Ἰουδαίων ἐπεβόμβεε θυάδι φωνῇ · Μαρτυρίην ἰδίην ἐνέπεις ὑψαύχενι μύθῳ· Μάρτυρος οὐ σέο μῦθος ἐτήτυμος. 14 Εἶπε καὶ αὐτός· Γλώσσης ἀενάοιο θεόρρυτον ὄμβρον ἰάλλων, Εἰ καὶ μαρτυρίῃσιν ἐμὸν κλέος αὐτὸς ἀέξω, Ἀψευδὴς πέλε μάρτυς ἐμὸς λόγος · ἀμφότερον δὲ Μοῦνος ἐγὼ νοέω πόθεν ἤλυθον, ἢ πόθι βαίνω ·
12 And Jesus spoke, pouring forth a people-saving voice: I am the light of the light-forsaken world; and whatever man follows Me having a faithful mind never walks with wandering feet the shadowy cone of mist, rather he shall shine brightly, having within himself as companion the steadfast light of unerring life. 13 And the undaunted people of the Jews buzzed back with frantic voice: Thou tellest Thine own witness with high-necked word; Thy witnessing word is not true. 14 He Himself also said, sending forth a God-flowing shower of everlasting tongue: Even if by testimonies I Myself exalt My own renown, My word is an unlying witness; for I alone know both whence I came, or whither I go;
48 Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, ἢ ἐκ τῶν Φαρισαίων ;
48 Has any one of the rulers believed in Him, or of the Pharisees?
49 Ἀλλ' ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσι.
49 But this crowd that knows not the law are accursed.
50 Λέγει Νικόδημος πρὸς αὐτοὺς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν, εἷς ὢν ἐξ αὐτῶν·
50 Nicodemus says unto them (he who came to Him by night, being one of them):
51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ ;
51 Does our law judge the man, unless it first hear from him, and know what he does?
52 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.
52 They answered and said unto him: Art thou also out of Galilee? Search and see that out of Galilee no prophet has arisen.
53 Καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.
53 And each one went unto his own house.
1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
1 And Jesus went unto the Mount of Olives.
2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερὸν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν · καὶ καθίσας ἐδίδασκεν αὐτούς.
2 And early in the morning He came again into the temple, and all the people came unto Him; and having sat down He taught them.
3 Ἄγουσι δὲ οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην · καὶ στήσαντες αὐτὴν ἐν μέσῳ ,
3 And the scribes and the Pharisees bring unto Him a woman taken in adultery; and having set her in the midst,
4 Λέγουσιν αὐτῷ· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατειλήφθη ἐπαυτοφώρῳ μοιχευομένη·
4 they say unto Him: Teacher, this woman was taken in the very act, committing adultery.
5 Ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι · σὺ οὖν τί λέγεις ;
5 Now in the law Moses commanded us that such women should be stoned; what therefore sayest Thou?
6 Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτὸν, ἵνα ἔχωσι
6 And this they said testing Him, that they might have
Notes, col. 813
On the reading
Printed προφήτη, for προφήτης.
PG 43:814Read from the pageκατηγορεῖν αὐτοῦ. Ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν.
wherewith to accuse Him. But Jesus, having stooped down, wrote with His finger on the ground.
7 Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτὸν, ἀνακύψας εἶπε πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτος τὸν λίθον ἐπ' αὐτῇ βαλέτω.
7 But when they continued asking Him, having lifted Himself up He said unto them: He who is sinless among you, let him first cast the stone at her.
8 Καὶ πάλιν κάτω κύψας, ἔγραφεν εἰς τὴν γῆν.
8 And again having stooped down, He wrote on the ground.
9 Οἱ δὲ, ἀκούσαντες καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθ' εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων · καὶ κατελείφθη μόνος ο Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα.
9 And they, having heard and being convicted by their conscience, went out one by one, beginning from the elders even unto the last; and Jesus was left alone, and the woman standing in the midst.
10 Ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικὸς, εἶπεν αὐτῇ · Ἡ γυνή, ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου ; οὐδεὶς σε κατέκρινεν ;
10 And Jesus, having lifted Himself up and beheld no one save the woman, said unto her: Woman, where are those thine accusers? Did no one condemn thee?
11 Ἡ δὲ εἶπεν· Οὐδεὶς, Κύριε. Εἶπε δὲ αὐτῇ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου, καὶ μηκέτι ἁμάρτανε.
11 And she said: No one, Lord. And Jesus said unto her: Neither do I condemn thee; go thy way, and sin no more.
12 Πάλιν οὖν ὁ Ἰησοῦς αὐτοῖς ἐλάλησε, λέγων · Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου · ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.
12 Again therefore Jesus spoke unto them, saying: I am the light of the world; he who follows Me shall in no wise walk in the darkness, rather he shall have the light of life.
13 Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι · Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.
13 The Pharisees therefore said unto Him: Thou bearest witness concerning Thyself; Thy witness is not true.
14 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς · Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου · ὅτι οἶδα πόθεν ἦλθον, καὶ ποῦ ὑπάγω · ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω.
14 Jesus answered and said unto them: Even if I bear witness concerning Myself, My witness is true; because I know whence I came, and whither I go; whereas you know not whence I come, and whither I go.
Notes, col. 814
On the reading
Printed οὐδεὶς σε, for οὐδείς σε.
PG 43:815Read from the page15 Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.
15 You judge according to the flesh; I judge no one.
16 Καὶ ἐὰν κρίνω δὲ ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν· ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατήρ.
16 Yet even if I judge, My judgement is true; because I am not alone, rather I and the Father Who sent Me.
17 Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.
17 Yea, and in your law it is written, that the witness of two men is true.
18 Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.
18 I am He Who bears witness concerning Myself, and the Father Who sent Me bears witness concerning Me.
19 Ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ Πατήρ σου ; Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν.
19 They said therefore unto Him: Where is Thy Father? Jesus answered: You know neither Me nor My Father; if you knew Me, you would know My Father also.
20 Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς
20 These words spoke Jesus in the treasury, teaching in the temple; and no one