Migne Reading Room

PG 43 · cols. 786–791 · Read from the page

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:786Read from the page
βατόν σου, καὶ περιπάτει.
pallet, and walk.
9 Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος· καὶ ἦρε τὸν κράββατον αὐτοῦ, καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
9 And immediately the man became whole, and took up his pallet and walked. Now it was the Sabbath on that day.
10 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν, οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον.
10 The Jews therefore were saying to him who had been cured: It is the Sabbath; it is not lawful for you to take up the pallet.
11 Ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· Ἆρον τὸν κραββατόν σου, καὶ περιπάτει.
11 He answered them: He Who made me whole, He said to me: Take up your pallet, and walk.
12 Ἠρώτησαν οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει;
12 They asked him therefore: Who is the man who said to you: Take up your pallet, and walk?
13 Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.
13 But he who had been healed did not know Who it was; for Jesus had withdrawn, a crowd being in the place.
14 Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.
14 After these things Jesus finds him in the temple, and said to him: Behold, you have become whole; sin no more, lest something worse befall you.
PG 43:787Read from the page
15 Ἀπῆλθεν ὁ ἄνθρωπος, καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
15 The man departed, and reported to the Jews that it is Jesus Who made him whole.
16 Καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.
16 And on account of this the Jews persecuted Jesus, and sought to slay Him, because He was doing these things on a sabbath.
17 Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.
17 But Jesus answered them: My Father works until now, and I work.
18 Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.
18 On account of this, therefore, the Jews sought all the more to slay Him, because He not only broke the sabbath, but also called God His own Father, making Himself equal to God.
19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα
19 Jesus therefore answered and said to them: Amen, amen, I say to you, the Son cannot do anything of Himself, unless He sees the Father
PG 43:788Read from the page
Χριστὸς ἀναστέλλων ἐπετέλλετο μάρτυρι μύθῳ· Ἤδη, νοῦσον ἔχων, σόος ἔπλεο· μηκέτι ῥέξῃς Ἀμπλακίην ἑτέρην, μὴ κύντερον ἄλλο νοήσῃς. 15 Καὶ θρασὺς Ἑβραίοισι παλίνδρομος ἄγγελος ἔστη, Μῦθον ἀναινομένῳ βοόων ζηλήμονι λαῷ, Ὅττι μιν αὐτοκέλευστος ἀπήμονα θέσπιδι φωνῇ Ἰησοῦς ἐκέλευσε, καὶ ὀψικέλευθον ὁδίτην Νουσοκόμου κλιντῆρος ἀήθεα θῆκε φορῆα. 16 Οὗ χάριν Ἑβραῖοι μανιώδεες ἄφρονι θυμῷ Ἰησοῦν ἐδίωκον, ὅτι ζαθέῳ παρὰ νηῷ, Ὁππότε σάββατον ἦεν, ἐπείγετο ταῦτα τελέσσαι, Μοῦνος ἐὼν ἀφύλακτος ὅτε βροτέων ἀπὸ μόχθων Πάντες ἀεργηλοῖσιν ἐπέτρεπον ἔργον ἀκάνθαις. 17 Ἰησοῦς δ' ἀγόρευε χέων ὑψαύχενα φωνήν· Εἰσέτι νῦν Γενέτης ἐργάζεται ἠθάδι κόσμῳ Ἤθεσιν ἀντιτύποις, καὶ ἐγὼ Πάϊς ἔργον ὑφαίνω. 18 Οὗ χάριν Ἑβραῖοι δολίῳ μάστευον ὀλέθρῳ Χριστὸν ἀποκτενέειν, ὅτι μὴ μόνον ἤθελε λύειν Ἔννομον ἀπρήκτοιο σέλας πεφυλαγμένον ἠοῦς, Ἀλλ' ὅτι μυστιπόλοιο μετὰ δρόμον ἠριγενείης, Καὶ Θεὸν αὐτογένεθλον ἑὸν κίκλησκε Τοκῆα, Ἰσάζων ἑὸν εὖχος ἐπουρανίῳ Βασιλῆϊ. 19 Ἰησοῦς δ' ἀγόρευεν· Ἀμὴν ἐπιμάρτυρον ἔστω, Οὐδὲν ἑῇ ἰότητι δυνήσεται Υἱὸς ἀνύσσαι, Εἰ μὴ ἐσαθρήσειεν ἑὸν τελέοντα Τοκῆα. Ἔργα γὰρ εἰν ἑνὶ πάντα Πατὴρ ἐμὸς ὁππόσα ῥέζει, Ταῦτα Θεὸν Γενέτην μιμούμενος Υἱὸς ἀνύσσει. 20 Υἱέα γὰρ φιλέει Γενέτης ἑόν· ὅσσα δὲ τεύχει, Παιδὶ φίλῳ δείκνυσι, καὶ εἰσέτι μείζονα δείξει, Ὄφρα κε θαμβήσητε τελειοτέρων χάριν ἔργων. 21 Ὥσπερ γὰρ Γενέτης νέκυας μετὰ πότμον ἐγείρει Ζωγρήσας παλίνορσον ἀκινήτων δέμας ἀνδρῶν, Οὕτως οὓς ἐθέλει καὶ ὁμοίϊος Υἱὸς ἐγείρει, Ζωγρήσας φθιμένων παλινάγρετα σώματα φωτῶν. 22 Οὔτινα γὰρ κρίνειε Πατὴρ ἐμός· ἀνδρομέην δὲ Ὄψιμον Υἱέϊ δῶκεν ὅλην κρίσιν, 23 ὄφρα κε πάντες Υἱέα τιμήσωσιν ἰσόζυγον ᾧ Γενετῆρι, Οἷά τε κυδαίνουσι καὶ ὑψιμέδοντα Τοκῆα. Εἰ δέ τις ἀλλοπρόσαλλον ἔχει νόον, οὐδὲ Τοκῆος Κυδαίνει Λόγον Υἷα, καὶ οὐ Γενετῆρα γεραίρει. 24 Μάρτυρον ἐμπεδόμυθον ἀμὴν ἀμὴν πάλιν ἔστω, Ὅστις ἀνὴρ δέξοιτο νόου πειθήμονι θεσμῷ Μύθους ἡμετέρους, καὶ ἐμῷ πείθοιτο Τοκῆϊ, Εἰς κρίσιν ἐρχομένην οὐκ ἔρχεται, ἀλλ' ἐπ' ἐκείνην
Christ, restraining him, enjoined him with a witnessing word: Now, having had a disease, you have become whole; commit no longer another sin, lest you experience some worse thing. 15 And bold, running back to the Hebrews, the messenger stood, crying out to an envious people that spurned the word, that Jesus of His own accord by a divine voice had bidden him to be unharmed, and had made the tardy-paced traveller an unaccustomed bearer of the sickness-tending couch. 16 For whose sake the frenzied Hebrews with senseless spirit persecuted Jesus, because beside the holy temple, when it was the sabbath, He hastened to accomplish these things, alone keeping no watch when from mortal toils all men yielded their work to idle thorns. 17 But Jesus spoke, pouring forth a lofty-necked voice: Still even now the Begetter works for the accustomed world in counterpart ways, and I the Child weave the work. 18 For whose sake the Hebrews by treacherous destruction sought to slay Christ, because He not only wished to loose the lawful brightness observed of the inactive dawn, but because after the course of the mystic early-born dawn He also called the self-begotten God His own Parent, making His own glory equal to the heavenly King. 19 And Jesus spoke: Let amen be a witness: the Son will be able to accomplish nothing by His own will, unless He beholds His own Parent accomplishing it. For whatsoever works My Father performs all in one, these the Son, imitating God the Begetter, will accomplish. 20 For the Begetter loves His own Son; and whatsoever things He fashions, He shows to the beloved Child, and will show yet greater things, that you may marvel on account of more perfect works. 21 For just as the Begetter raises corpses after doom, quickening back again the frame of motionless men, so also the like Son raises whom He wills, quickening the regathered bodies of perished mortals. 22 For My Father would judge no one; but the whole late-coming human judgement He gave to the Son, 23 that all may honour the Son as yoked equal to His Begetter, even as they glorify also the high-ruling Parent. But if anyone has a fickle mind, neither does he glorify the Word, the Son of the Parent, nor does he revere the Begetter. 24 Let solid-worded amen, amen again be witness: whatsoever man receives by an obedient law of mind Our words, and obeys My Parent, comes not into coming judgement, but unto that
ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.
doing them; for whatsoever things He does, these also the Son likewise does.
20 Ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.
20 For the Father loves the Son, and shows Him all things that He Himself does; and greater works than these will He show Him, that you may marvel.
21 Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.
21 For just as the Father raises the dead and makes them alive, so also the Son makes alive whom He wills.
22 Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ.
22 For neither does the Father judge anyone, but He has given all judgement to the Son.
23 Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν.
23 That all may honour the Son, just as they honour the Father. He who does not honour the Son does not honour the Father Who sent Him.
24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν
24 Amen, amen, I say to you, that he who hears My word, and believes Him Who sent Me, has life
Notes, col. 788

On the reading

Printed Ειρόμενοι, for Εἰρόμενοι.

PG 43:789Read from the page
Ζωὴν ἀμβροσίην, τὴν οὐ χρόνος οἶδεν ὀλέσσαι, Ἴζεται ἐκ θανάτοιο μετάτροπος. 25 Ἀπροϊδὴς γὰρ Μαῖα παλιγγενέων μερόπων νεκυοσσόος ὥρη Ἴζεται ὀψιτέλεστος, ἀναυδέες ὁππότε νεκροὶ Αὖτις ἀναζήσωσιν ἀνοστήτων ἀπὸ κόλπων, Πάντες ἀλεξιμόροιο ἐμῆς ἀΐοντες ἰωῆς, Παιδὸς τηλυγέτοιο φεροζώοιο Τοκῆος. 26 Ὥσπερ γὰρ Γενέτης μεθέπει παμμήτορα κόσμου Ζωὴν, ἧς ἄπο πᾶσι βιοστόον ἄσθμα τιταίνει, Οὕτω παμμεδέοντι καὶ Υἱέϊ δῶκε κομίζειν Ζωὴν, 27 καὶ ζαθέην ὑψίζυγον ὤπασε τιμὴν, Καὶ κρίσιν ὧν ἐθέλει τελέειν ἰσόζυγι θεσμῷ, Ὅττιπερ ἀνθρώποιο φερέσβιος Υἱὸς ἀκούει. 28 Καὶ μὴ θάμβος ἔχοιτε, καὶ εἴ τινα θέσκελον ὀμφὴν Ἔννεπον ἐσσομένην, ὅτι λοίσθιος ἔρχεται ὥρη, Καὶ νῦν ἀμφιβέβηκεν, ἀολλέες ὁππότε νεκροὶ Ζωοτόκων ἀΐοντες ἀνοστήτων ἀπὸ τύμβων, Χριστοῦ φθεγγομένοιο δεδεγμένοι ἔνθεον ἠχὼ, Πάντοθεν ἀΐσσουσι, 29 καὶ ὄψιμος ἄλλος ἐπ' ἄλλῳ Ἀρχαίῃ πελάσειε παλιγγενὲς ἴχνος ἀρούρῃ· Οἱ μὲν ἀεθλεύσαντες ἀμεμφέα πιστὸν ἀγῶνα, Ζωῆς ἀθανάτης ἐς ἀνάστασιν· οἱ δὲ καμόντες Ἔργα πολυπλανέος βιοτῆς ἑτερόφρονι λύσσῃ, Κρίσιος ἐσσομένης ἐς ἀνάστασιν. 30 Οὐρανίου μὲν Οὐ δύναμαι Γενετῆρος ἀπόπροθεν οὐδὲν ἀνύσσαι Αὐτόματος, κρίνειν δὲ δυνήσομαι ὥσπερ ἀκούω. Νημερτὴς δέ μοί ἐστιν ἐμὴ κρίσις· οὐ γὰρ ἱκάνω Κῦδος ἐμὸν τελέειν διζήμενος, ἀλλὰ Τοκῆος. Τιμὴν ἡμετέρην οὐ φθέγγομαι. 31 Ἢν γὰρ ἐνίψω Μαρτυρίην ἰδίην, οὐ πείθεται ἄλλος ἀκούων. Οὐ γὰρ ἐμὸς πέλε μῦθος ἐτήτυμος, ἤνπερ ἐνίψω Μαρτυρίην ἰδίην αὐτόθροον. 32 Ἀμφ' ἐμέθεν δὲ Ἄλλος ἀνὴρ πέλε μάρτυς ἐπάρκιος· οἶδα δ' ἐκείνου Πιστὴν μαρτυρίην καὶ ἐτήτυμον. 33 Ειρόμενοι δὲ Ἁγνὸν Ἰωάννην θεοδέγμονος ἔγκυον ὀμφῆς, Ὑμεῖς οὐρεσίφοιτον ἐπέμψατε λαὸν ὁδίτην Ἀνδρῶν μυστιπόλων· καὶ ἀμεμφέα θέσκελος ἀνὴρ Μῦθον ἀληθείης ἀλύτῳ σφρηγίσσατο μύθῳ, Μάρτυρος ἐμπεδόμυθος. 34 Ἐπιχθονίης δ' ἀπὸ φωνῆς Μαρτυρίην μερόπων οὐ δέχνυμαι, ἀλλὰ διδάσκων Ἑβραίους, τάδε πάντα μετέρχομαι, ὄφρα μαθόντας Ὑμέας εἰν ἑνὶ πάντας ἐμοῖς ἐπέεσσι σαώσω. 35 Κεῖνος Ἰωάννης νοεροὺς σπινθῆρας ἰάλλων, Εὐσεβίης πέλε λύχνος ἐτήτυμος ἀνδράσι φαίνων·
Immortal life, which time knows not how to destroy, arrives turned back from death. 25 For unseen, the corpse-saving hour, midwife of regenerate mortals, arrives late-fulfilled, when the voiceless dead shall live again out of returnless bosoms, all hearing My doom-warding voice, the voice of the dearly-beloved Child of the life-bringing Parent. 26 For just as the Begetter possesses the all-mothering life of the world, from which He stretches forth life-saving breath to all, so also to the all-ruling Son He gave to hold life, 27 and bestowed divine high-yoked honour, and by an equal-yoked decree to accomplish judgement over whom He wills, because He is called the life-bearing Son of man. 28 And do not hold amazement, even if I uttered some wondrous oracle to come, because the last hour comes, and now has encompassed us, when the thronging dead, hearing out of life-bearing, returnless tombs, having received the inspired echo of Christ speaking, dart forth from every side, 29 and late-coming one upon another brings a regenerate footprint near to the ancient earth: those who contended the blameless faithful contest, unto a resurrection of deathless life; while those who wrought the works of a much-wandering livelihood in wayward madness, unto a resurrection of coming judgement. 30 Apart from the heavenly Begetter I cannot accomplish anything of Myself, yet I shall be able to judge just as I hear. And unerring is My judgement for Me; for I come not seeking to accomplish My own renown, but that of the Parent. Our honour I do not proclaim. 31 For if I utter My own testimony, another who hears is not persuaded. For My word is not true, if I utter My own self-spoken testimony. 32 Yet concerning Me another man is a sufficient witness; and I know that his testimony is faithful and true. 33 And inquiring of pure John, pregnant with a God-receiving voice, you sent a mountain-roaming wayfaring company of priestly men; and the wondrous man sealed the blameless word of truth with an indissoluble word, a steadfast-spoken witness. 34 Yet from an earthly voice I do not accept testimony of mortals, but teaching the Hebrews, I pursue all these things, that when you have learned I may save you all together by My words. 35 That John, shooting forth intellectual sparks, was a true lamp of piety shining for men;
αἰώνιον· καὶ εἰς κρίσιν οὐκ ἔρχεται· ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
everlasting; and comes not into judgement, but has passed over out of death into life.
25 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ οἱ ἀκούσαντες ζήσονται.
25 Amen, amen, I say to you, that an hour is coming, and now is, when the dead shall hear the voice of the Son of God; and those who have heard shall live.
26 Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ.
26 For just as the Father has life in Himself, so He gave also to the Son to have life in Himself.
27 Καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστί.
27 And He gave Him authority to execute judgement also, because He is Son of man.
28 Μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ.
28 Do not marvel at this; for an hour is coming in which all who are in the tombs shall hear His voice.
29 Καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.
29 And those who have done good things shall come forth unto a resurrection of life; while those who have practised base things, unto a resurrection of judgement.
Notes, col. 789

On the reading

Printed Ἴζεται, for Ἵζεται.

Printed βιοστόον, for βιοσσόον.

Printed Ειρόμενοι, for Εἰρόμενοι.

PG 43:790Read from the page
30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω, κρίνω· καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.
30 I cannot of Myself do anything. Just as I hear, I judge; and My judgement is righteous, because I seek not My own will, but the will of the Father Who sent Me.
31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής.
31 If I bear witness concerning Myself, My witness is not true.
32 Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.
32 There is another who bears witness concerning Me, and I know that the witness which he witnesses concerning Me is true.
33 Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ.
33 You have sent unto John, and he has borne witness to the truth.
34 Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω· ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.
34 Yet I do not receive witness from a man; but I say these things that you may be saved.
35 Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.
35 He was the burning and shining lamp; and you were willing to rejoice for an hour in his light.
PG 43:791Read from the page
36 Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάν⟨ν⟩ου· τὰ γὰρ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με ἀπέσταλκε.
36 But I have the witness greater than that of John; for the works which the Father gave Me that I should complete them, the very works which I do, bear witness concerning Me that the Father has sent Me.
37 Καὶ ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε.
37 And the Father Who sent Me, He Himself has borne witness concerning Me. Neither have you ever heard His voice, nor have you seen His form.
38 Καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν· ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.
38 And you do not have His word abiding in you; because Whom He sent, Him you do not believe.
39 Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.
39 Search the Scriptures, for you think that in them you have everlasting life; and it is they that bear witness concerning Me.
40 Καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε.
40 And you are not willing to come to Me, that you may have life.