Πέντε γὰρ ἔλλαχες ἄνδρας, ἀμοιβαδὸν ἄλλον ἐπ' ἄλλῳ· Καὶ νῦν ὃν μεθέπεις, οὐ γνήσιός ἐστιν ἀκοίτης· Τοῦτό μοι ἀτρεκέως μυθήσαο. 19 Θαμβαλέη δὲ Οὐτιδανὴ Σαμαρεῖτις ἀμείβετο θήλεϊ φωνῇ· Κοίρανε, γινώσκω σε θεηγόρον ἄνδρα προφήτην. 20 Ἡμείων δ' ἀνιόντες ἐς οὔρεα ταῦτα τοκῆες Αὐχένα δοχμώσαντο πολυκνίσσῳ παρὰ πέτρῃ, Καὶ Θεὸν εὐαγέεσσιν ἐμειλίξαντο θυηλαῖς· Ὑμεῖς δ' ἄρμενον ἄλλον ὑπὸ κλέτας Ἱροσολύμων Χῶρον ἐμυθήσασθε, μεμηλότα θέσπιδι βουλῇ, Ἧχι Θεῷ χρέος ἐστὶ θεοδμήτῳ παρὰ βωμῷ Μάρτυρον ἱκεσίης κυρτούμενον αὐχένα κάμπτειν, Κύμβαχον ὀκλάζοντας. 21 Ἄναξ δ' ἠμείβετο μύθῳ· Πείθεό μευ, Σαμαρεῖτι γύναι, νημερτέϊ μύθῳ, Ὅττι νέου βιότοιο διάκτορος ἔρχεται ὥρη, Εὐσεβίης ὀχετηγὸς, ὅτ' οὐκέτι μύστιδι τέχνῃ Οὔρεος ὑμετέροιο θεοκλήτῳ παρὰ βωμῷ, Οὐδὲ τανυσκοπέλων ὑπὸ τέμπεσιν Ἱροσολύμων Αἵματι ταυρείῳ κεραελκέα ῥέζετε λοιβὴν, Ἱκέσιον κλίνοντες ἐρειδόμενον γόνυ πέτρῃ. 22 Ὑμεῖς μὲν κραδίης σφαλερῆς ἑτεραλκέϊ θεσμῷ, Ὃν φρεσὶν οὐκ ἐδάητε, γεραίρετε μοῦνον ἀκουῇ, Μιμηλὴν τελέοντες ἀληθέος εἰκόνα μύθου· Ἡμεῖς δ' εὐαγέεσσιν ἀνάπτομεν ὄργια βωμοῖς, Μυστιπόλῳ τόπερ ἴσμεν ἀνευάζοντες ἰωῇ, Καὶ Θεὸν αὐτογένεθλον ἀείδομεν ἔμφρονι μύθῳ. 23 Ἀλλὰ σοφαῖς τελετῇσι θεηπόλος ἔρχεται ὥρη, Καὶ νῦν ἄγχι βέβηκεν, ἀληθέες ὁππότε μύσται Ξυνὸν ὑποκλινέουσι λιτήσιον αὐχένα γαίῃ, Αὐχένα δοχμωθέντα καθελκομένοιο καρήνου, Πάντες ἀληθείῃ καὶ πνεύματι. Μυστιπόλους γὰρ Τοίους ὑψιμέδων ἐθέλει Θεὸς, οἵτινες αὐτῷ Ἀκροπαγῆ κάμπτουσι συνήορα γούνατα γαίῃ, Πνεύματι θεσπεσίῳ, καὶ ἀληθέϊ μάρτυρι φωνῇ, Ἐν δαπέδῳ πρηνηδὸν ἐρειδομένοιο προσώπου. 24 Πνεῦμα Θεὸς νημερτὲς, ὅθεν χρόνος ἀνέρας ἕλκει, Ἀτρεκίην καὶ πνεῦμα μιῇ κεράσαντας ἐρωῇ, Ἀενάου κόσμοιο Θεὸν Γενετῆρα γεραίρειν. Εἶπε· 25 καὶ ἀγνώσσουσα γυνὴ, μαντώδεϊ φωνῇ Χριστῷ Χριστὸν ἔλεξεν· ἀοσσητῆρα δὲ κόσμου Ὀψὲ μολεῖν ἀγόρευε, τὸν ἐγγύθεν εἶχε μολόντα· Κοίρανε, θεσμοφόρων πατέρων ἐδάημεν ἀκουῇ, Μεσσίας ὅτι θεῖος ἐλεύσεται, ὅντινα λαοὶ Χριστὸν ἐφημίξαντο· καὶ ὁππότε κεῖνος ἱκάνῃ, Ἡμέας ἀγνώσσοντας ἐτήτυμα πάντα διδάξει. Εἶπε γυνή· 26 καὶ Χριστὸς ἀμείβετο μάρτυρι μύθῳ, Δάκτυλον αὐτοβόητον ἀναυδέϊ ῥινὶ πελάσσας·
For five husbands have fallen to your lot, in turn one after another; and he whom you now attend is no lawful bedfellow: this you have spoken to Me unerringly. 19 And astonished, the lowly Samaritan woman answered with female voice: Sovereign, I recognize You to be a God-speaking man, a prophet. 20 Now our fathers ascending into these mountains bent the neck beside a rock rich in sacrificial savour, and propitiated God with pure offerings; whereas you have spoken of another fitting place beneath the slope of Jerusalem, cared for by divine counsel, where beside a God-built altar it is needful to bend to God an arched neck witnessing supplication, crouching headlong. 21 And the King answered with speech: Obey Me, Samaritan woman, with unerring word, that the ministering hour of a new life is coming, the channel of piety, when no longer with mystic art beside the God-invoked altar of your mountain, nor beneath the vales of wide-cragged Jerusalem, do you perform with bull's blood a horn-drawn libation, bending a suppliant knee propped upon rock. 22 You indeed by the shifting ordinance of an erring heart honour by hearsay alone Him Whom you knew not in mind, accomplishing a mimetic image of true speech; whereas we kindle rites upon pure altars, celebrating with mystic cry what we know, and sing with wise speech the self-begotten God. 23 Yet with wise rites the God-serving hour is coming, and has now stepped near, when true initiates will bow down together to earth a suppliant neck, a neck bent sideways as the head is drawn down, all in truth and spirit. For God Who rules on high desires such mystic worshippers, who bend to Him united knees planted on their tips upon earth, in divine spirit and truthful witnessing voice, with face propped prone upon the pavement. 24 God is unerring Spirit, whence time draws men, having mingled truth and spirit in one impulse, to honour God the Begetter of the everlasting world. He spoke; 25 and the woman, unknowing, with prophetic voice spoke of Christ to Christ; and she said that the Helper of the world would come late, Whom she held near at hand already come: Sovereign, by hearsay of law-giving fathers we have learned that the godly Messiah will come, Whom the peoples have named Christ; and when He comes, He will teach us, who are ignorant, all true things. The woman spoke; 26 and Christ answered with witnessing word, bringing a self-proclaiming finger near a voiceless nose: