PG 43:405Read from the pageζόμενον τὸ ἐκ βορῥᾶ ὄρος, ἥξει τὸ τέλος Βαβυλῶνος· ὅταν δὲ ἴδητε αὐτὸ ὡς ἐν πυρὶ καιόμενον, ἥξει τὸ τέλος πάσης τῆς γῆς. Ἐὰν δὲ ἐν νότῳ ὄρος ῥεύσει ὕδατα, ἐπιστρέψει ὁ λαὸς ἐν τῇ γῇ αὐτοῦ, καὶ οἰκοδομηθήσεται Ἱερουσαλὴμ πλατεῖα καὶ εὐρύχωρος· ὥσπερ καὶ ἐγένετο διὰ τοῦ Ἰησοῦ ἀρχιερέως καὶ Ζωροβάβελ τοῦ υἱοῦ Σαλαθιήλ. Ἐὰν δὲ αἷμα ῥεύσῃ τὸ ὄρος, φόνος ἐστὶν τοῦ Βελίαρ ἐν πάσῃ τῇ γῇ· ἥξει δὲ Κύριος ἐπὶ γῆς ἐνανθρωπήσας. Ἐκεῖ οὖν ἐκοιμήθη ὁ ὅσιος Δανιὴλ ἐν Βαβυλῶνι ἐν εἰρήνῃ, καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τῷ βασιλικῷ ἐνδόξως· καὶ ἔστιν ὁ τάφος αὐτοῦ ἕως τῆς σήμερον ἡμέρας πᾶσιν γνωστότατος ἐν Βαβυλῶνι.
ing the mountain on the north, the end of Babylon shall come; and whenever you see it burning as with fire, the end of the whole earth shall come. And if the mountain in the south flows with waters, the people shall return to their own land, and Jerusalem shall be built broad and spacious—even as also came to pass through Joshua the high priest and Zerubbabel the son of Shealtiel. And if the mountain flows with blood, there is slaughter of Beliar throughout the whole earth; and the Lord shall come upon earth having become incarnate. There accordingly the holy Daniel fell asleep in Babylon in peace, and was buried in the royal cave in glory; and unto this day his tomb is most well known to all in Babylon.
Ὁ βίος τοῦ Ὠσηὲ προφήτου, καὶ ποῦ κεῖται.
The life of Hosea the prophet, and where he lies.
ΙΑʹ. Ὠσηὲ ὁ προφήτης, υἱὸς Βεηρεί. Οὗτος ἐγεννήθη ἐν Βελεμὼθ ἐκ τῆς φυλῆς Ἰσάχαρ. Οὗτος ἔδωκεν τέρας ἥξειν τὸν Κύριον ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν, καὶ τοῦτο τὸ σημεῖον τῆς παρουσίας αὐτοῦ· Ὅταν ἡ δρῦς ἡ ἐν Σηλὼμ μερισθῇ ἀφ' ἑαυτῆς εἰς δώδεκα μέρη, καὶ γενήσονται δρύες δώδεκα. Οὕτως καὶ ἐγένετο. Πολλὰ δὲ προφητεύσας περὶ τῆς πορνείας τοῦ λαοῦ αὐτοῦ, ἀπέθανεν ἐν εἰρήνῃ, καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.
XI. Hosea the prophet, the son of Beeri. This man was born in Belemoth of the tribe of Issachar. He gave a portent that the Lord would come from heaven upon the earth, and that this would be the sign of His coming: Whenever the oak that is in Shiloh is divided of itself into twelve parts, and twelve oaks come to be. And so it came to pass. And having prophesied many things concerning the fornication of his people, he died in peace, and was buried in his own land.
Ὁ βίος τοῦ Ἀμὼς προφήτου, καὶ ποῦ κεῖται.
The life of Amos the prophet, and where he lies.
ΙΒʹ. Ἀμὼς ὁ προφήτης. Οὗτος ἐγεννήθη ἐν Θεκουὲ ἐν γῇ Ζεβουλών· ἔστι δὲ πατὴρ Ἡσαΐου τοῦ προφήτου. Ἀμασίας δὲ ὁ ἱερεὺς Βεθὴλ συχνῶς αὐτὸν τυμπανίσας, ἐνέδρᾳ αὐτὸν ἐλοιδόρει. Εἰς τέλος δὲ ἀνεῖλεν αὐτὸν ὁ υἱὸς Ἀμασίου, ἐν ῥοπάλῳ πλήξας αὐτὸν κατὰ τοῦ κροτάφου, ὅτι ἤλεγχεν αὐτὸν περὶ τῆς ἐνέδρας τῶν δύο δαμαλίων τῶν χρυσῶν. Καὶ ἔτι
XII. Amos the prophet. This man was born in Tekoa in the land of Zebulun; and he is the father of Isaiah the prophet. And Amaziah the priest of Bethel, having beaten him severely time and again, reviled him by ambush. And in the end the son of Amaziah slew him, striking him on the temple with a club, because he reproved him concerning the snare of the two golden heifers. And while still
PG 43:408Read from the pageἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ ἀπέθανεν, καὶ ἐτάφη ἐκεῖ μετὰ τῶν πατέρων αὐτοῦ.
still breathing, he came into his own land, and died, and was buried there with his fathers.
Ὁ βίος τοῦ Μιχαίου προφήτου, καὶ ποῦ κεῖται.
The life of Michaeas the prophet, and where he lies.
ΙΓʹ. Μιχαίας ὁ προφήτης. Οὗτος ἐγεννήθη ἐν Μωραθεὶ ἐκ φυλῆς Ἐφραῗμ. Πολλὰ ἐποίησεν οὗτος τῷ Ἀχαὰβ βασιλεῖ Ἰούδα, ὑπὸ δὲ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀναιρεῖται κρημνωθείς, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις αὐτοῦ καὶ τῶν πατέρων αὐτοῦ, ὧν ἐποίησεν. Καὶ θανὼν ἐτάφη ἐν Μωραθεὶ ἐν τῇ γῇ αὐτοῦ μονώτατος, σύνεγγυς τοῦ πολυανδρίου Ἐνακείμ. Καὶ ἔστιν ὁ τάφος αὐτοῦ εὔγνωπτος ἕως τῆς σήμερον ἡμέρας.
XIII. Michaeas the prophet. He was born in Morathi, of the tribe of Ephraim. He wrought many things against Ahab king of Judah, and was slain by Joram his son, being hurled down a precipice, because he rebuked him for his impieties and those of his fathers, which he committed. And having died, he was buried in Morathi in his own land quite alone, near the burial-ground of Enakim. And his tomb is well known unto this day.
Ὁ βίος τοῦ Ἰωὴλ προφήτου, καὶ ποῦ κεῖται.
The life of Joel the prophet, and where he lies.
ΙΔʹ. Ἰωὴλ ὁ προφήτης υἱὸς Βαθουήλ. Οὗτος ἦν ἐξ ἀγροῦ Βηθὼμ ἐκ τῆς γῆς Ῥουβίμ· πολλὰ δὲ προεφήτευσεν περὶ Ἱερουσαλήμ, καὶ τέλεος ἐθνῶν. Ὁρῶν δὲ ἀπέθανεν ἐν εἰρήνῃ, καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐνδόξως.
XIV. Joel the prophet, son of Bathuel. He was from the field of Bethom, from the land of Reuben; and he prophesied many things concerning Jerusalem and the end of the nations. Seeing these things, he died in peace, and was buried gloriously in his own land.
Ὁ βίος τοῦ Ἀβδίου τοῦ προφήτου, καὶ ποῦ κεῖται.
The life of Abdias the prophet, and where he lies.
ΙΕʹ. Ἀβδίας ὁ προφήτης. Οὗτος ἦν ἐκ τῆς Συχὲμ, ἐξ ἀγροῦ Βηθαχάμαρ. Οὗτός ἐστιν ὁ τρίτος πεντηκόνταρχος, οὗ ἐφείσατο Ἠλίας ὁ Θεσβίτης, καὶ κατέβη, καὶ ἦλθε πρὸς τὸν βασιλέα. Μετὰ δὲ ταῦτα ἀπολιπὼν τὴν βασιλικὴν αὐτοῦ τάξιν, προσεκολλήθη τῷ προφήτῃ Ἠλίᾳ, καὶ ἐγένετο αὐτοῦ μαθητὴς, καὶ πολλὰ ὑπομείνας, δι' αὐτὸν παρεσώζετο. Καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ Βηθαχάμαρ μετὰ τῶν πατέρων αὐτοῦ.
XV. Abdias the prophet. He was from Sychem, from the field of Bethachamar. He is the third captain of fifty, whom Elias the Thesbite spared, and went down and came to the king. And after these things, leaving his royal rank, he clave to the prophet Elias and became his disciple, and having endured many things, he was preserved on his account. And having died, he was buried in the field of Bethachamar with his fathers.
Ὁ βίος τοῦ Ἰωνᾶ προφήτου, καὶ ποῦ κεῖται.
The life of Jonas the prophet, and where he lies.
ΙϚʹ. Ἰωνᾶς ὁ προφήτης υἱὸς Ἀμαθῆ. Οὗτος ἦν ἐκ γῆς Καριαθαμαοὺμ πλησίον Ἀζώτου πόλεως Ἑλλήνων, κατὰ θάλασσαν. Ἦν τότε Ἠλίας ὁ προφήτης ἐλέγχων τὸν Ἀχαὰβ βασιλέα Σαμαρείας, καὶ καλέσας λιμὸν μέγαν ἐπὶ τὴν γῆν, ἔφυγεν ἐν τῇ ἐρήμῳ, καὶ ἐτρέφετο ἐκ τῶν κοράκων, καὶ ἔπινεν ὕδωρ ἐκ τοῦ χειμάῤῥου, καὶ ὅτι ἐξηράνθη ὁ χείμαρρος, ἐπείνασεν, καὶ ἦλθεν εἰς Σαραφθὰ τῆς Σιδωνίας, πρὸς γυναῖκα χήραν πενιχρὰν, ἥτις ἦν μήτηρ τοῦ Ἰωνᾶ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτῆς, καὶ ἐποίησεν αὐτῷ, ὡς προσέταξεν αὐτῇ, καὶ ἔφαγεν, καὶ εὐλόγησεν αὐτὴν σίτῳ καὶ ἐλαίῳ, καὶ ἔμεινεν μετ' αὐτῆς· οὐ γὰρ ἐδύνατο μεῖναι μετὰ ἀπεριτμήτων. Καὶ θανόντα τὸν υἱὸν αὐτῆς Ἰωνᾶν ἀνέστησεν ὁ Θεὸς διὰ τοῦ Ἠλία, καὶ ἀπέδωκεν αὐτὸν ζῶντα τῇ μητέρι αὐτοῦ, διὰ τὴν φιλοξενίαν. Καὶ γενόμενος ἡλικίας ὁ Ἰωνᾶς, ἀπεστάλη εἰς Νινευῗ πρὸς τοὺς Ἀσσυρίους, καὶ ἐζήτησεν Ἰωνᾶς ἀποδρᾶσαι Κύριον, καὶ κατεπόθη ὑπὸ τοῦ κήτους, πορευθῆναι βουλόμενος εἰς Θαρσεῖς. Ἐξελθὼν δὲ ἐκ τοῦ κήτους, ἐκήρυξεν τὴν πόλιν Νινευῗ, καὶ μετενόησαν οἱ Νινευῗται τῷ Θεῷ, καὶ ἠλέησεν. Καὶ ἐλυπήθη ὁ Ἰωνᾶς, καὶ ἀνακάμψας, οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ, παρῴκησεν εἰς τὴν Σοὺρ, χώραν τῶν ἀλλοφύλων. Ἔλεγεν γὰρ, ὅτι Οὕτως
XVI. Jonas the prophet, son of Amathe. He was from the land of Cariathamaum near Azotus, a city of the Greeks, by the sea. At that time Elias the prophet was rebuking Ahab king of Samaria, and having called down a great famine upon the land, he fled into the wilderness, and was fed by the ravens, and drank water from the brook; and because the brook dried up, he grew hungry, and came to Saraphtha of Sidonia, to a poor widow woman, who was the mother of Jonas, and entered into her house, and she did for him as he commanded her, and he ate, and blessed her in wheat and oil, and remained with her; for he could not remain with the uncircumcised. And when her son Jonas died, God raised him up through Elias, and restored him alive to his mother, on account of her hospitality. And when Jonas came of age, he was sent to Nineveh to the Assyrians, and Jonas sought to flee from the Lord, and was swallowed by the sea-monster when wishing to journey to Tharsis. And having come forth out of the sea-monster, he preached to the city of Nineveh, and the Ninevites repented towards God, and He had mercy. And Jonas was grieved, and having returned, he did not remain in his own land, but taking his mother along, he sojourned in Sur, a country of foreigners. For he used to say, In this way
Notes, col. 408
On the reading
Printed εὔγνωπτος, for εὔγνωστος.
PG 43:409Read from the pageἀφῶμαι τὸν ὀνειδισμὸν, ὅτι ἐψευσάμην, προφητεύσας κατὰ Νινευῗ. Καὶ κατοικήσας ἐν γῇ Σαὰρ, ἐκεῖ ἀπέθανεν, καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τοῦ Κενεζέου κριτοῦ. Προεφήτευσεν δὲ, ὅτι ὅταν εἴσωσιν ἐν Ἱερουσαλὴμ ἔθνη πολλὰ, ὑπὸ δυτικῶν ἕως ἐδάφους ἀφανισθήσεται.
I shall remove the reproach, that I lied in prophesying against Nineveh. And having dwelt in the land of Saar, he died there, and was buried in the cave of the Cenezaean judge. And he prophesied that when they see many nations in Jerusalem, it will be razed to the ground by westerners.
Ὁ βίος τοῦ Ναοὺμ προφήτου, καὶ ποῦ κεῖται.
The life of Nahum the prophet, and where he lies.
ΙΖʹ. Ναοὺμ ὁ προφήτης. Οὗτος ἦν ἀπὸ Ἐλκεσεὶ πέραν τοῦ Ἰορδάνου εἰς Βηγαβὰρ ἐκ φυλῆς Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τέρας ἔδωκεν ἐπὶ Νινευῗ, ὅτι ὑπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ἐπιγείου ἀπολεῖται· ὃ καὶ γέγονεν. Ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη κατέκλυσεν αὐτὴν ἐν σεισμῷ, καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐπελθὸν πάντα ὑψηλότερα αὐτῆς ἐνέπρησεν μέρη. Ἀπέθανεν δὲ Ναοὺμ ἐν εἰρήνῃ, καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ Βηγαβάρ.
XVII. Nahum the prophet. He was from Elcesei beyond the Jordan towards Begabar, of the tribe of Simeon. After Jonas, he gave a sign concerning Nineveh, that it would perish by fresh waters and subterranean fire; which also came to pass. For the lake surrounding it flooded it in an earthquake, and fire coming upon it out of the wilderness burned up all its higher parts. And Nahum died in peace, and was buried in his own land of Begabar.
Ὁ βίος τοῦ Ἀββακούμ προφήτου, καὶ ποῦ κεῖται.
The life of Habakkuk the prophet, and where he lies.
ΙΗʹ. Ἀββακοὺμ ὁ προφήτης. Οὗτος ἦν ἐξ ἀγροῦ Βηθζοχὴρ ἐκ φυλῆς Συμεών. Οὗτος εἶδεν πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως Ἱερουσαλήμ, καὶ ἐπένθησε σφόδρα ἐπὶ τῇ πόλει καὶ τῷ λαῷ. Καὶ ὅτε ἦλθε Ναβουχοδονόσορ εἰς Ἱερουσαλὴμ τοῦ πορθῆσαι αὐτὴν, οὗτος ἔφυγεν εἰς Ὀστρακίνην, καὶ ἦν ἐκεῖ πάροικος εἰς γῆν Ἰσμαήλ. Ὡς δὲ ὑπέστρεψαν οἱ Χαλδαῖοι ἀπὸ τῆς Ἱερουσαλὴμ εἰς τὴν γῆν αὐτῶν, λάφυρα αὐτὴν ποιήσαντες, καὶ οἱ κατάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλὴμ κατέβησαν εἰς Αἴγυπτον, αὐτὸς δὲ ἀνῆλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ ἐλειτούργει τοῖς θερισταῖς τοῦ ἀγροῦ ἑαυτοῦ (ἔσπειρεν γὰρ κριθὰς), καὶ ἥψησεν αὐτοῖς ἐδέσματα. Καὶ προεφήτευσε τοῖς ἰδίοις, εἰπών· « Πορεύομαι ἐγὼ εἰς γῆν μακρὰν, καὶ ταχέως ἐπανελεύσομαι. Ἐὰν δὲ βραδύνω, ἀπενέγκατε φαγεῖν τοῖς θερισταῖς. » Καὶ γενόμενος ἐν Βαβυλῶνι, καὶ δοὺς τὸ ἄριστον τῷ Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων, ὑποστρέψας παρέστη τοῖς θερισταῖς ἐσθίουσιν, καὶ οὐδενὶ εἶπεν τὸ γενόμενον. Συνῆκεν δὲ ὁ προφήτης, ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ. Ἔδωκεν δὲ τέρας τοῖς ἐν Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς μέγα διαλάμψαν, καὶ οὕτως εἴσουσι τὴν δόξαν τοῦ Θεοῦ. Καὶ περὶ τῆς συντελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους δυτικοῦ γενήσεται ἡ πόρθησις τοῦ ναοῦ Ἱερουσαλήμ. Τότε τὸ ἅπλωμα τοῦ δαβεὶρ εἰς δύο μέρη ῥαγήσεται, καὶ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσονται, καὶ οὐδεὶς γνώσεται, ποῦ ἔσονται. Αὐτὰ δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλων, ὅπου ἔναγχος ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλει Κύριος, ὅτι φωτίσουσι τοὺς διωκομένους ὑπὸ τοῦ ὄφιος, ὥσπερ ἐξ ἀρχῆς, καὶ διασώσει αὐτοὺς Κύριος ἐκ σκιᾶς θανάτου, καὶ ἔσονται ἐν σκηνῇ ἁγίᾳ. Οὗτος ὁ προφήτης περὶ τῆς ἐλεύσεως τοῦ Κυρίου πολλὰ προεφήτευσεν· πρὸ δὲ δύο ἐτῶν τῆς ἐπιστροφῆς τοῦ λαοῦ τῆς ἀπὸ Βαβυ-
XVIII. Habakkuk the prophet. He was from the field of Bethzocher, of the tribe of Simeon. Before the captivity he foresaw concerning the capture of Jerusalem, and mourned exceedingly over the city and the people. And when Nebuchadnezzar came to Jerusalem to sack it, he fled to Ostracine, and was a sojourner there in the land of Ishmael. And when the Chaldaeans returned from Jerusalem to their own land, having made it spoil, and the remnant who were in Jerusalem went down into Egypt, he himself went up into his own land, and ministered to the reapers of his own field (for he had sown barley), and boiled dishes of food for them. And he prophesied to his household, saying: 'I am going to a far land, and shall quickly return. But if I tarry, carry food to eat to the reapers.' And having come to be in Babylon, and having given the midday meal to Daniel in the den of lions, he returned and stood beside the reapers as they were eating, and told no one what had happened. And the prophet understood that the people would return swiftly out of Babylon to Jerusalem. And he gave a sign to those in Judaea, that they would see a great light shining through in the temple, and thus would behold the glory of God. And concerning the consummation of the temple he foretold that the sacking of the temple of Jerusalem would take place by a western nation. Then the curtain of the Dabeir will be rent into two parts, and the capitals of the two pillars will be taken away, and no one will know where they will be. And they themselves will be carried away by angels into the wilderness, where the tent of witness was pitched in the beginning, and by them the Lord will be known at the end, because they will illuminate those pursued by the serpent, just as from the beginning, and the Lord will save them out of the shadow of death, and they will be in a holy tent. This prophet prophesied many things concerning the coming of the Lord; and two years before the return of the people from Baby-
PG 43:412Read from the pageλῶνος ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ ἰδίῳ αὐτοῦ ἀγρῷ ἐνδόξως.
lon he died and was buried gloriously in his own field.
Ὁ βίος τοῦ Σοφονίου προφήτου, καὶ ποῦ κεῖται.
The life of Sophonias the prophet, and where he lies.
ΙΘʹ. Σοφονίας Χουσῆ ὁ προφήτης. Οὗτος ἦν ἐκ φυλῆς Συμεὼν ἀπὸ ὄρους Σαραβαθὰ, καὶ προεφήτευσε περὶ τῆς πόλεως Ἱερουσαλήμ, ὅτι οἰκοδομηθήσεται ἐπικρείττων εἰς μῆκος καὶ πλάτος· καὶ περὶ τέλους ἐθνῶν, καὶ αἰσχύνης ἀσεβῶν, καὶ περὶ τῆς τοῦ Κυρίου παρουσίας. Ἀπέθανεν δὲ ἐν ἀποκαλύψει Κυρίου, καὶ ἐτάφη ἐν τῷ ἀγρῷ αὐτοῦ μονώτατος.
XIX. Sophonias son of Chusi, the prophet. He was of the tribe of Simeon, from Mount Sarabatha, and he prophesied concerning the city of Jerusalem, that it would be built still better in length and breadth; and concerning the end of the nations, and the shame of the ungodly, and concerning the coming of the Lord. And he died in a revelation of the Lord, and was buried in his own field quite alone.
Ὁ βίος τοῦ Ἀγγαίου προφήτου, καὶ ποῦ κεῖται.
The life of Aggaeus the prophet, and where he lies.
Κʹ. Ἀγγαῖος ὁ προφήτης, ἔτι νέος ὢν ἐπανῆλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ, καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσεν, καὶ εἶδεν τὴν οἰκοδομὴν τοῦ ναοῦ Ἱερουσαλήμ, καὶ αὐτὸς ἔψαλλεν ἐκεῖ πρῶτος Ἀλληλούϊα, ὃ ἑρμηνεύεται, Αἰνέσωμεν τῷ ζῶντι Θεῷ· Ἀμὴν, ὅ ἐστι, Γένοιτο, γένοιτο. Ἐκεῖ οὖν ἀπέθανε, καὶ ἐτάφη πλησίον τῶν ἱερέων ἐνδόξως. Διὸ λέγομεν, Ἀλληλούϊα, ὅ ἐστιν ὕμνος Ἀγγαίου καὶ Ζαχαρίου.
XX. Aggaeus the prophet, while still young, returned from Babylon to Jerusalem, and openly prophesied concerning the return of the people, and saw the building of the temple of Jerusalem, and he himself first sang there Alleluia, which is interpreted, Let us praise the living God; Amen, that is, So be it, so be it. There, then, he died, and was buried gloriously near the priests. Wherefore we say Alleluia, which is the hymn of Aggaeus and Zacharias.
Ὁ βίος τοῦ Ζαχαρίου τοῦ προφήτου, καὶ ποῦ κεῖται.
The life of Zacharias the prophet, and where he lies.
ΚΑʹ. Ζαχαρίας ὁ προφήτης. Οὗτος ἦν υἱὸς Βαραχίου. Οὗτος ἦλθεν ἀπὸ γῆς Χαλδαίων ἤδη προβεβηκὼς, καὶ ἐκεῖ ὢν πολλὰ τῷ λαῷ προεφήτευσεν, καὶ τέρατα πολλὰ ἔδωκεν εἰς ἀπόδειξιν. Οὗτος εἶπεν τῷ Ἰωσεδὲκ, ὅτι γεννήσεται υἱὸν, καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει τῷ Κυρίῳ. Οὗτος καὶ τὸν Σαλαθιὴλ εὐλόγησεν ἐπὶ υἱῷ, λέγων, ὅτι γεννήσει υἱὸν, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Ζοροβάβελ· καὶ ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν τέρας ἔδωκεν εἰς νίκην περὶ Κροίσου τοῦ Λυδίων βασιλέως, καὶ περὶ Ἀστυάγους τοῦ τῶν Μήδων βασιλέως, καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προεφήτευσεν, ἣν ποιήσει Κῦρος ἐπὶ Ἱερουσαλήμ, καὶ εὐλόγησεν αὐτὸν σφόδρα. Τὰ δὲ τῆς προφητείας αὐτοῦ τῆς ἐν Ἱερουσαλήμ, καὶ περὶ τέλους ἐθνῶν, καὶ περὶ τῆς τοῦ ναοῦ Ἱερουσαλὴμ οἰκοδομῆς, καὶ ἀργίας προφητῶν, καὶ ἱερέων διπλῆς κρίσεως ἐξέθετο. Ἀπέθανε δὲ εἰς τὴν Ἰουδαίαν ἐν γήρει μακρῷ, καὶ ἐτάφη σύνεγγυς Ἀγγαίου τοῦ προφήτου.
XXI. Zacharias the prophet. He was the son of Barachias. He came from the land of the Chaldaeans already advanced in years, and while there he prophesied many things to the people, and gave many signs in proof. He told Josedec that he would beget a son, and would serve as priest to the Lord in Jerusalem. He also blessed Salathiel over a son, saying that he would beget a son and call his name Zorobabel; and under Cyrus king of the Persians he gave a sign unto victory concerning Croesus king of the Lydians, and concerning Astyages king of the Medes, and he prophesied concerning his ministry which Cyrus would perform towards Jerusalem, and blessed him exceedingly. And the matters of his prophecy in Jerusalem, concerning the end of the nations, and concerning the building of the temple of Jerusalem, and the cessation of prophets, and the double judgement of priests, he set forth. And he died in Judaea in extreme old age, and was buried near Aggaeus the prophet.
Ὁ βίος τοῦ Μαλαχίου προφήτου, καὶ ποῦ κεῖται.
The life of Malachias the prophet, and where he lies.
ΚΒʹ. Μαλαχίας ὁ προφήτης ἦν ἐκ φυλῆς Ζαβουλών. Οὗτος μετὰ τὴν ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἀπὸ Βαβυ-
XXII. Malachias the prophet was of the tribe of Zabulon. After the return of the people from Baby-
PG 43:413Read from the pageλῶνος, τίκτεται ἐν Σοφᾶ ἐν γῇ Ζαβουλὼν, καὶ ἔτι νέος ὢν καλὸν βίον ἔσχεν. Πολλὰ δὲ προεφήτευσε περὶ της τοῦ Κυρίου ἐπιδημίας καὶ περὶ κρίσεως νεκρῶν, ὅτι τὰ ἔθη Μωϋσέως πληρωθήσονται καὶ ἀλλαγήσονται. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πρᾶον, ἐκάλεσε Μαλαχίαν, ὃ ἑρμηνεύεται ἄγγελος· ἦν γὰρ τῷ εἴδει πάνυ εὐπρεπής. Ἀλλὰ καὶ ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ἄγγελος ὀφθεὶς ἐπεδευτέρωσεν αὐτοῦ τὴν προφητείαν, ὥσπερ καὶ ἐγένετο ἐν ταῖς ἡμέραις τῆς ἀναρχίας, ὡς γέγραπται ἐν Σχοφθεὶμ, τουτέστιν, ἐν βίβλῳ Κριτῶν. Νέος δὲ ὢν ὁ προφήτης ἀπέθανε, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν τῷ ἀγρῷ αὐτοῦ.
lon, he was born in Sopha in the land of Zabulon, and while still young he led a good life. And he prophesied many things concerning the sojourn of the Lord and concerning the judgement of the dead, that the customs of Moses would be fulfilled and changed. And since all the people honoured him as holy and meek, they called him Malachias, which is interpreted angel; for he was exceedingly comely in appearance. Moreover, whatever he himself spoke in prophecy, on that very day an angel appeared and repeated his prophecy, just as had also happened in the days of anarchy, as it is written in Schophtheim, that is, in the Book of Judges. And while still young the prophet died, and was gathered to his fathers in his own field.
Ὁ βίος τοῦ Ζαχαρίου προφήτου, καὶ ποῦ κεῖται.
The life of Zacharias the prophet, and where he lies.
ΚΓʹ. Ζαχαρίας ἄλλος προφήτης καὶ ἱερεύς. Οὗτος ἦν υἱὸς Ἰωδαὲ τοῦ ἱερέως, πατὴρ δὲ Ἰωάννου τοῦ Βαπτιστοῦ. Τοῦτον ἀπέκτεινεν Ἡρώδης ὁ βασιλεὺς, ἐχόμενα θυσιαστηρίου καὶ τοῦ οἴκου Κυρίου, ἐξεχέετο τὸ αἷμα αὐτοῦ εἰς τὰ πρόθυρα τοῦ ναοῦ Κυρίου. Οὗτος ἦν ἐξ Ἱερουσαλὴμ ἐξ οἴκου Δαβὶδ...., ἀνὰ μέσον ἐλὰμ ἐν οἴκῳ Κυρίου. Οὗτος προεφήτευσεν περὶ Κυρίου γεννήσεως. Ἐκεῖ οὖν αὐτὸν ἔθαψαν ἐν οἴκῳ Κυρίου, ἐχόμενα ναοῦ Κυρίου. Ἐκ τότε ἐγίγνοντο τέρατα πολλὰ ἐν τῷ ναῷ, καὶ φαντασίαι, καὶ οὐκ ἴσχυον οἱ ἱερεῖς ἰδεῖν οὐκ ἔτι ὀπτασίαν ἀγγέλων, οὐδὲ δοῦναι χρησμοὺς τῷ λαῷ ἐκ τοῦ δαβεὶρ, οὔτε ἐρωτῆσαι ἐν τῷ ἐφοὺδ, οὔτε διὰ τῶν δήλων ἀποκριθῆναι, ὥσπερ τὸ πρὶν, ἕως τῆς ἡμέρας ταύτης.
XXIII. Another Zacharias, prophet and priest. He was the son of Jodae the priest, and father of John the Baptist. Herod the king slew him beside the altar and the house of the Lord; his blood was poured out into the forecourt of the temple of the Lord. He was from Jerusalem, of the house of David...., in the midst of the porch in the house of the Lord. He prophesied concerning the birth of the Lord. There, then, they buried him in the house of the Lord, beside the temple of the Lord. From that time many portents and apparitions occurred in the temple, and the priests were no longer able to see a vision of angels, nor to give oracles to the people out of the Dabeir, neither to inquire by the ephod, nor to give answers through the manifestations, as formerly, unto this day.
Ὁ βίος τοῦ Συμεὼν προφήτου, καὶ ποῦ κεῖται.
The life of Simeon the prophet, and where he lies.
ΚΔʹ. Συμεὼν ὁ ἱερεύς. Οὗτος ἦν ἐκ φυλῆς Ἀαρών. Οὗτος ἐχρηματίσθη ὑπὸ Πνεύματος ἁγίου τοῦ μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν Κύριον ἐν σαρκί. Οὗτος ἐβάστασε τὸν Κύριον ἐν ταῖς ἰδίαις ἀγκάλαις, καὶ ἐδόξασε τὸν Θεὸν, εἰπών· Εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Ἀπέθανε δὲ καὶ ἐτάφη πλησίον τῶν ἱερέων, πρεσβύτης, πλήρης ἡμερῶν.
XXIV. Simeon the priest. He was of the tribe of Aaron. He was divinely warned by the Holy Spirit that he should not see death before he had seen Christ the Lord in the flesh. He bore the Lord in his own arms, and glorified God, saying: Mine eyes have seen Thy salvation. Now lettest Thou Thy servant depart, O Master, according to Thy word, in peace. And he died and was buried near the priests, an old man, full of days.
Ὁ βίος Ἰωάννου προφήτου, καὶ ποῦ κεῖται.
The life of John the prophet, and where he lies.
ΚΕʹ. Ἰωάννης ὁ Βαπτιστὴς, υἱὸς Ζαχαρίου καὶ Ἐλισάβετ. Οὗτος ἦν ἐκ φυλῆς Λευῗ. Οὗτος ἐδήλωσεν ἡμῖν τὸν Ἀμνὸν τοῦ Θεοῦ, τὸν Υἱὸν τοῦ Πατρὸς, τὸν αἴροντα τοῦ κόσμου τὴν ἁμαρτίαν. Οὗτος εἴσοδος ἡμῖν ἐγένετο τῆς τοῦ Θεοῦ βασιλείας. Οὐδεὶς γὰρ ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἀπέθανεν δὲ τμηθείσης τῆς κεφαλῆς διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ.
XXV. John the Baptist, son of Zacharias and Elisabeth. He was of the tribe of Levi. He pointed out to us the Lamb of God, the Son of the Father, Who takes away the sin of the world. He became for us the entrance into the kingdom of God. For among those born of women no one is greater than John the Baptist. And he died by having his head cut off on account of Herodias, the wife of his brother Philip.
Καὶ ἄλλοι προφῆται ἐγένοντο, ὧν τὰ ὀνόματα ἐγγέγραπται ἐν ταῖς αὐτῶν γενεαῖς ἐν βίβλῳ ὀνομάτων Ἰσραὴλ, ὧν οὐκ ἐμνημονεύσαμεν.
And there arose other prophets also, whose names are inscribed in their genealogies in the book of the names of Israel, whom we have not mentioned.
Notes, col. 413
PG 43:415Read from the pageQui inter Epiphanii opera eaque suspectae non modo fidei sed etiam originis a Petavio editus est libellus De prophetarum vitis, is in duobus codicibus Coislinianis, utroque decimi fere saeculi, inventus est. Alter numero CXX, alter numero CCXXIV a Montefalconio signatur. Qui cum et inter se scriptura valde discrepent et ab editione Petavii longe discedant, non abs re esse visum est utriusque textum plene edere. Edemus autem ita ut codicum scripturam quamvis vitiosam maxime in nominibus propriis lectoribus ante oculos ponamus. — TISCHENDORF, Anecdota sacra et profana. Lipsiae 1855, in-4, p. 110.
The little book On the Lives of the Prophets which was published by Petavius among the works of Epiphanius, and those of suspected trustworthiness as well as origin, has been found in two Coislinian manuscripts, both of roughly the tenth century. The one is marked with the number 120, the other with the number 224 by Montfaucon. Since they both differ greatly from each other in text and depart far from the edition of Petavius, it seemed not out of place to publish the text of both in full. Moreover, we shall publish them in such a way as to place before the eyes of readers the spelling of the manuscripts, faulty though it is especially in proper names. — Tischendorf, Anecdota sacra et profana, Leipzig 1855, quarto, p. 110.
ΕΠΙΦΑΝΙΟΥ ΠΕΡΙ ΤΩΝ Ιϛʹ ΠΡΟΦΗΤΩΝ,
Of Epiphanius on the Sixteen Prophets,
ΠΟΘΕΝ ΗΣΑΝ ΚΑΙ ΠΟΥ ΕΤΕΛΕΙΩΘΗΣΑΝ.
Whence They Were and Where They Died.
(Ἐνταῦθα ἀναγράφονται τὰ ὀνόματα καὶ αἱ προσηγορίαι τῶν ἁγίων καὶ ἐνδόξων προφητῶν, καὶ ὁποίας χώρας ἕκαστος αὐτῶν ὑπάρχει, καὶ ὅπου ἐτελειώθη, καὶ ἔνθα κατετέθη τὰ τίμια αὐτῶν λείψανα.)
(Here are recorded the names and appellations of the holy and glorious prophets, and of what country each of them is, and where he died, and where their precious relics were laid.)
Αʹ. Ὡσιὲ υἱὸς Βεϊρὶ ἦν ἐκ Βελεμὼθ, φυλῆς Ἰσάχαρ, καὶ θανὼν ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ. Καὶ ἔδωκεν τέρας ἥξειν (cod. ἦξαι) τὸν Κύριον ἐπὶ τῆς γῆς. Ἐὰν, φησὶν, ἡ δρῦς ἡ ἐν Σιλὼμ μερισθῇ εἰς ιβʹ ἀφ' ἑαυτῆς καὶ γένωνται δρύες ιβʹ.
1. Hosea son of Beiri was from Belemoth, of the tribe of Issachar, and having died he was buried in his own land in peace. And he gave a portent that the Lord would come (ms.: had come) upon the earth: If, he says, the oak which is in Silom be divided into twelve of itself and become twelve oaks.
(Εʹ. Ὡσηέ. Οὗτος ἦν ἐκ Βαλεμὼθ, τῆς φυλῆς Ἰσάχαρ, ὃς πολλὰ προεφήτευσε κατὰ τοῦ Ἰσραὴλ, καὶ ἀπέθανε καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ. Καὶ ἔδωκε τέρας ἥξειν τὸν Κύριον ἐπὶ γῆς ἀνθρώποις συναναστρεφόμενον. Ὅτε δὲ δύῃ ὁ ἥλιος ἐν Σηλὼμ, καὶ μερισθῇ ἡ δρῦς ἡ ἐν Σιλωὰμ ἀφ' ἑαυτῆς εἰς δώδεκα μέρη, γενηθήσονται δώδεκα δρύες.)
(5. Hosea. This man was from Balemoth, of the tribe of Issachar, who prophesied many things against Israel, and died and was buried in his own land in peace. And he gave a portent that the Lord would come upon earth conversing with men: When the sun sets in Selom, and the oak which is in Siloam is divided of itself into twelve parts, there shall become twelve oaks.)
Βʹ. Ἀμῶς (sic) ἦν ἐκ Θεκουὲ, καὶ ἀνηρέθη ὑπὸ τοῦ υἱοῦ Ἀμασίου, πλήξας αὐτὸν ἐν ῥομφαίᾳ κατὰ τὸν κρόταφον. Καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ μεθ' ἡμέρας γʹ τελευτήσας ἐτάφη ἐκεῖ.
2. Amos (sic) was from Tekoa, and was slain by the son of Amaziah, striking him with a sword upon the temple. And while still breathing he came into his own land, and having died after three days he was buried there.
(ϛʹ. Ἀμὼς ἦν ἐκ Θεκουὲ, καὶ Ἀμασίου αὐτὸν συχνῶς τυμπανίσαντος, τέλος ἀνεῖλεν αὐτὸν Ἀμὼς ὁ υἱὸς αὐτοῦ ῥοπάλῳ, πλήξας αὐτοῦ τὸν κρόταφον. Καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ μεθ' ἡμέρας δύο ἀπέθανε, καὶ ἐτάφη ἐκεῖ.)
(6. Amos was from Tekoa, and after Amaziah had frequently beaten him, finally Amos his son slew him with a club, striking his temple. And while still breathing he came into his own land, and after two days he died, and was buried there.)
Γʹ. Μιχαίας υἱὸς Ἱεραμῶς ὁ Μωραθίτης γέγονεν ἐκ φυλῆς Ἐφραΐμ, καὶ πολλὰ ποιήσας τῷ Ἀχαὰβ, ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνηρέθη κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις τῶν πατέρων αὐτοῦ· καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.
3. Michaiah son of Jeramos the Morathite came from the tribe of Ephraim, and having done many things to Ahab, he was slain over a precipice by Joram his son, because he rebuked him for the impieties of his fathers; and he was buried in his own land.
(Ιʹ. Μιχαίας ἦν ἀπὸ Μοραθὶ ἐκ φυλῆς Ἐφραΐμ. Οὗτος πολλὰ ποιήσας τῷ Ἀχαὰβ, ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνῃρέθη κρημνῷ ῥιφεὶς, ὅτι ἤλεγχεν αὐτὸν ἐπ' ἀσεβείαις πατέρων αὐτοῦ · καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ μόνος, σύνεγγυς τοῦ πολυανδρίου Ἐνμαχείμ (corr. est -χίμ).
(10. Michaiah was from Morathi of the tribe of Ephraim. Having done many things to Ahab, he was slain by Joram his son, cast over a precipice, because he rebuked him for the impieties of his fathers; and he was buried in his own land alone, near the common burial-place of Enmacheim (corrected to -chim).
Δʹ. Ἰωὴλ υἱὸς Βαθουὴλ ἦν ἐκ φυλῆς Ῥουβὶμ ἐξ ἀγροῦ Θεβορῶν · καὶ θανὼν ἐν εἰρήνῃ ἐτάφη ἐκεῖ.
4. Joel son of Bethuel was from the tribe of Reuben, from the field of Theboron; and having died in peace he was buried there.
(Ζʹ. Ἰωὴλ ἦν ἐκ φυλῆς τοῦ Ῥουβὶμ ἀγροῦ τοῦ Βεθωρῶν· καὶ ἀπέθανεν ἐν εἰρήνῃ καὶ ἐτάφη ἐκεῖ.)
(7. Joel was from the tribe of Reuben, of the field of Bethoron; and he died in peace and was buried there.)
ϛʹ. Ἀβδιοῦ ἦν ἐκ γῆς Συχὲμ, ὁ καὶ τρίτος πεντηκόνταρχος οὗ ἐφείσατο Ἠλίας· καὶ κατέβη πρὸς Ὀχοζίαν· μετὰ δὲ ταῦτα ἀπολείπων τὴν λειτουργίαν τοῦ βασιλέως προεφήτευσεν· καὶ θανὼν ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ.
6. Obadiah was from the land of Shechem, who was also the third captain of fifty whom Elijah spared; and he went down to Ahaziah; and after these things, leaving the service of the king, he prophesied; and having died he was buried with his fathers.
(Ηʹ. Ἀβδιοῦ ἦν ἐκ γῆς Συχὲμ, ἀγροῦ Βηθαρχαάμ. Οὗτος ἦν μαθητὴς Ἠλία, καὶ πολλὰ ὑπομείνας δι' αὐτὸν περισώζεται. Οὗτος ἦν ὁ τρίτος πεντηκόνταρχος, οὗ ἐφείσατο Ἠλίας · καὶ κατέβη πρὸς Ὀχοζίαν · καὶ μετὰ ταῦτα ἀπολιπὼν τὴν λειτουργίαν τοῦ βασιλέως προεφήτευσε · καὶ ἀπέθανε, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ.)
(8. Obadiah was from the land of Shechem, of the field of Betharchaam. This man was a disciple of Elijah, and having endured many things on his account, is preserved safe. This man was the third captain of fifty, whom Elijah spared; and he went down to Ahaziah; and after these things, having left the service of the king, he prophesied; and he died, and was buried with his fathers.)
Εʹ. Ἰωνᾶς υἱὸς Ἀμαθῆ ἦν ἐκ γῆς Καριαθιαρὶμ πλησίον Ἀζώτου πόλεως κατὰ θάλασσαν · καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους, καὶ ἀπελθὼν εἰς Νηνευΐ, καὶ ἀνακάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησεν τὴν Σοὺρ χώραν τῶν ἀλλοφύλων. Ἔλεγεν γὰρ, ὅτι Οὕτως ἀφελῶ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νηνευΐ τῆς πόλεως. Ἦν δὲ τότε ἐλέγχων Ἠλίας τὸν Ἀχαάβ, καὶ καλέσας λιμὸν ἐπὶ τὴν γῆν ἔφυγεν. Καὶ ἐλθὼν εὗρεν τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς · οὐ γὰρ ἠδύνατο μένειν μετὰ ἀπεριτμήτων. Καὶ εὐλόγησεν αὐτὴν, καὶ θανόντα τὸν υἱὸν αὐτῆς Ἰωνᾶν πάλιν ἐκ νεκρῶν ὁ Θεὸς διὰ τοῦ Ἠλία ἀνέστησεν · ἠθέλησεν γὰρ δεῖξαι αὐτῷ, ὅτι οὐ δύναται ἀποδρᾶσαι (sic, alter cod. -ά-) Θεόν. Καὶ μετὰ τὸν λιμὸν ἐλθὼν ἐν τῇ γῇ Ἰούδα ἐν Σαὰρ, καὶ θανὼν ἐτάφη ἐκεῖ. Καὶ ἔδωκεν τέρας ἐπὶ Ἱερουσαλὴμ λέγων· Ὅτε ἴδωσιν λίθον βοῶντα οἰκτρῶς, ἐγγίζει τὸ τέλος · ὅτε δὲ ἴδωσιν ἐν Ἱερουσαλὴμ πάντα τὰ ἔθνη, τότε ἡ πόλις ἐδαφισθήσεται.
5. Jonah son of Amathe was from the land of Kiriath-jearim near the city of Azotus by the sea; and having been cast forth out of the sea-monster, and having gone away to Nineveh, and having returned, he did not remain in his own land, but taking his mother sojourned in Sur, a country of the foreigners. For he used to say: Thus shall I take away my reproach, because I spoke falsely in prophesying against Nineveh the city. And at that time Elijah was rebuking Ahab, and having called a famine upon the land, he fled. And coming he found the widow with her son — for he was not able to stay with the uncircumcised. And he blessed her, and when her son Jonah died, God raised him again from the dead through Elijah; for He wished to show him that he cannot flee away (sic, the other ms. -a-) from God. And after the famine, having come into the land of Judah in Saar, and having died, he was buried there. And he gave a portent concerning Jerusalem, saying: When they see a stone crying out piteously, the end draws near; and when they see in Jerusalem all the nations, then the city shall be razed to the ground.