Ιʹ. Δανιὴλ ὁ προφήτης. Οὗτος μὲν ἦν ἐκ φυλῆς Ἰούδα, γένους τῶν ἐξόχων τῆς βασιλικῆς ὑπηρεσίας, ἀλλ' ἔτι νήπιος ὢν ἤχθη εἰς Βαβυλῶνα ἐκ τῆς Ἰουδαίας. Ἐγεννήθη δὲ ἐν Βεθεβορῷ τῇ ἀνωτέρᾳ, πλησίον Ἱερουσαλήμ. Καὶ ἦν ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοὺς Ἰουδαίους εἶναι σπάδοντα. Πολλὰ ἐπένθησεν οὗτος τὴν Ἱερουσαλὴμ, καὶ ἐν νηστείαις ἴσχυσεν ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς· καὶ ἦν ἀνὴρ ξηρότατος τῇ ἰδέᾳ, ἀλλ' ὡραῖος ἐν χάριτι Θεοῦ. Πολλὰ δὲ ηὔξατο οὗτος περὶ τοῦ Ναβουχοδονόσορ, ὅτε ἐγένετο θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπόληται. Ἦν γὰρ τὰ ἐμπρόσθια αὐτοῦ ὡς βοῦς σὺν κεφαλῇ, καὶ οἱ πόδες αὐτοῦ σὺν τοῖς ὀπισθίοις, ὡς λέων. Ταῦτα γὰρ ἔχουσιν οἱ δυνάσται ἐν τῇ νεότητι αὐτῶν, τὸ ὡς βοῦς ἀπὸ ζυγοῦ γενόμενοι τοῦ Βελίαρ, διὰ τῆς φιληδονίας· ἐπὶ τέλει θῆρες γινόμενοι, ἁρπάζοντες, ὀλοθρεύοντες, πατάσσοντες. Ἔγνω οὖν ὁ ἅγιος οὗτος, ὅτι ὡς βοῦς ἤσθιεν χόρτον, καὶ ἐγίνετο αὐτῷ ἀνανθρωπίνης φύσεως τρόφημα. Διὰ τοῦτο ὁ Ναβουχοδονόσορ μετὰ τὴν πέμψιν τῆς μάστιγος αὐτοῦ, ἐν καρδίᾳ ἀνθρώπου γενόμενος, ἔκλαιε καὶ ἠξίου τὸν Θεὸν πᾶσαν ἡμέραν καὶ νυκτὸς τεσσαρακοντάκις, δεόμενος τοῦ Θεοῦ Βεημὼν, ὅ ἐστιν, τοῦ Θεοῦ Ἰσραήλ. Ἐπεγίνετο γὰρ αὐτῷ πνεῦμα Σατὰν, καὶ ἐλάνθανεν αὐτὸν, ὅτι γέγονεν ἄνθρωπος, καὶ γλῶσσα αὐτοῦ ἐδεσμεύετο λαλεῖν, καὶ φωνὴ θηρίου ἐδίδοτο αὐτῷ, καὶ ἐγίνοντο οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς κρέας ἀπὸ τοῦ κλαίειν. Καὶ πολλοὶ δυνάσται καὶ πολῖται ἐξιόντες ἐκ τῆς πόλεως ἐθεώρουν αὐτόν. Δανιὴλ δὲ μόνος οὐκ ἠθέλησεν ἰδεῖν αὐτὸν, ὅτι πάντα τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν ταῖς προσευχαῖς ἦν περὶ αὐτοῦ, καὶ ἔλεγεν, ὅτι Πάλιν ἄνθρωπος γενήσεται, καὶ κρατήσει τῆς βασιλείας αὐτοῦ· καὶ ἠπίστουν αὐτῷ. Τὰ ἑπτὰ ἔτη, ἃ εἶπεν αὐτῷ Δανιὴλ ἑπτὰ καιροὺς, ἐποίησεν γενέσθαι ἑπτὰ μῆνας, δεόμενος περὶ αὐτοῦ πρὸς Κύριον. Τὸ μυστήριον τῶν ἑπτὰ καιρῶν ἐτελέσθη ἐπ' αὐτὸν, ὅτι ἀποκατέστησεν ἑπτὰ μεσίτης. Ἓξ οὖν ἔτη καὶ ἓξ μῆνας ὑπέπιπτεν Κυρίῳ τῷ Θεῷ, καὶ ἐξωμολογεῖτο τὴν ἀσέβειαν αὐτοῦ. Καὶ μετὰ τὴν ἄφεσιν τῆς ἀνομίας αὐτοῦ ἀπέδωκεν αὐτῷ ὁ Θεὸς τὴν βασιλείαν. Καὶ οὔτε κρέα ἔφαγεν, οὔτε οἶνον ἔπιεν, ἐξομολογούμενος τῷ Θεῷ, ὅτι Δανιὴλ αὐτῷ προσέταξεν ἐν ὀσπρίοις ἢ χλωροῖς ἢ βρεκτοῖς ἐξιλεώσασθαι τὸν Κύριον. Διὰ τοῦτο καὶ ὁ Ναβουχοδονόσορ ἐκάλεσεν τὸν Δανιὴλ Βαλτάσαρ, κατὰ τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, καὶ ἠθέλησεν αὐτὸν συγκληρονόμον ἀποκαταστῆσαι τῶν τέκνων αὐτοῦ, ἀλλ' ὁ ὅσιος εἶπεν· Ἵλεώς μοι, ἀφεῖναι κληρονομίας πατέρων μου, καὶ προσκολληθῆναι κληρονομίᾳ ἀπεριτμήτων. Καὶ ἐν τοῖς βασιλεῦσι Περσῶν πολλὰ ἐποίησε τεράτια, ὅσα οὐκ ἐγράψαμεν ἐν τῇ βίβλῳ ταύτῃ· εἰσὶν δὲ γεγραμμένα ἐν τῇ βίβλῳ τοῦ Δανιήλ. Οὗτος ὁ προφήτης ἔδωκεν τέρας ἐν τοῖς ὑψηλοῖς ὄρεσιν Βαβυλῶνος, λέγων, ὅτι Ὅταν ἴδητε καπνι-
X. Daniel the prophet. This man was of the tribe of Judah, of the race of those eminent in the royal service, yet while still an infant he was brought to Babylon out of Judea. And he was born in Upper Betheboron, near Jerusalem. And he was a chaste man, so that the Jews thought him to be a eunuch. Greatly did he mourn over Jerusalem, and in fastings he prevailed in abstaining from all desirable food; and he was a man exceedingly gaunt in appearance, yet comely in the grace of God. And he prayed much on behalf of Nebuchadnezzar, when he became a wild beast and a brute animal, that he might not perish. For his foreparts with his head were like an ox, and his feet with his hindparts like a lion. For rulers in their youth have these traits—becoming like an ox under the yoke of Beliar through love of pleasure, and in the end becoming wild beasts, seizing, destroying, smiting. This saint knew, therefore, that like an ox he was eating grass, and it became for him nourishment of a non-human nature. On this account Nebuchadnezzar, after the sending of his scourge, having come to have the heart of a man, wept and besought God all day long and forty times by night, entreating the God Beemon, that is, the God of Israel. For a spirit of Satan came upon him, and he forgot that he had been born a man, and his tongue was bound from speaking, and the voice of a wild beast was given to him, and his eyes became like flesh from weeping. And many rulers and citizens went out of the city and gazed upon him. Daniel alone refused to see him, because throughout the whole time of his transformation he was in prayer on his behalf, and kept saying: He shall become a man again, and shall hold sway over his kingdom; and they did not believe him. The seven years, which Daniel called seven seasons to him, he caused to become seven months by entreating the Lord on his behalf. The mystery of the seven seasons was accomplished upon him, in that as mediator he restored seven. For six years and six months, therefore, he prostrated himself before the Lord God and confessed his impiety; and after the remission of his iniquity God restored the kingdom unto him. And he neither ate flesh nor drank wine while confessing unto God, because Daniel enjoined upon him to propitiate the Lord with pulse, either green or soaked. On this account also Nebuchadnezzar called Daniel Baltasar, after the name of his only-begotten son, and wished to establish him as joint-heir with his children; but the holy man said: Far be it from me to forsake the inheritance of my fathers and cleave unto the inheritance of the uncircumcised. And under the kings of the Persians he wrought many portents, which we have not written in this book, though they are written in the book of Daniel. This prophet gave a portent in the high mountains of Babylon, saying: Whenever you see smok-