καὶ χθονα Τεμπυρίοιο, καὶ εὐλείμωνος ἀρούρης ἄλσεα Ὀδρυσίων τε, κατάσκια δενδράδι λόχμῃ, καὶ ζαθέην Ζήρυνθον ἀκοιμήτων Κορυβάντων, κτίσμα φατιζομένης Περσηΐδος, ὁππόθι κούρης μυστιπόλων δαΐδων θιασώδεές εἰσιν ἐρίπναι· οἵ τε πολυγλώχινος ὑπὸ κρηπῖδος ἀρούρης Βρίσιαν ἀμφενέμοντο, καὶ ἃς ὑπὸ γείτονι πόντῳ Ἀτραπιτοὺς βυθίοιο Ποσειδάωνος ἀκούω. Τόσσαι μὲν στίχες ἦλθον ὁμήλυδες· ἀρχεγόνου δὲ Ἠλέκτρης ὁμόφυλον ἐπιστώσαντο γενέθλην. Κεῖθι γὰρ Ἁρμονίην, γένος αἰθέρος, αἷμα θαλάσσης, Ἄρης, Ζεὺς, Κυθέρεια, θεῶν χραισμήτορι, Κάδμῳ κουριδίην ἀνάεδνον ἐδωρήσαντο γυναῖκα. Τοῖσι κορυσσομένοισι σὺν εὐθύρσῳ Διονύσῳ, Ἠλέκτρης ἀνέτελλε δι' αἰθέρος ἕβδομος ἀστὴρ, δεξιὸν ὑσμίνης σημήϊον· ἀμφὶ δὲ νίκῃ Πληϊάδων κελάδησε βοῆς ἀντίθροος ἠχὼ, γνωτῆς αἷμα φέροντι χαριζομένη Διονύσῳ, καὶ στρατιῇ πόρε θάρσος ὁμοίϊον. Ἐρχομένων δὲ Ὤγυρος ἡγεμόνευεν, ἐς Ἄρεα δεύτερος Ἄρης, Ὤγυρος ὑψικάρηνος, ἔχων ἴνδαλμα Γιγάντων. Τοῦ μὲν ἔην ἄγναμπτον ὅλον δέμας· ἐκ δὲ καρήνου, αὐχενίου τε τένοντος ὀπισθοκόμων ἐπὶ νώτων ἰσοφανεῖς πλοκαμῖδες ἀκανθοφόροισιν ἐχίνοις ἔῤῥεον, ἰξύος ἄχρι κατήλυδες· εἶχε δὲ δειρὴν μηκεδανὴν, περίμετρον, ὁμοίϊον αὐχένι πέτρης, βάρβαρον ἦθος ἔχων πατρώϊον. Οὐδέ τις αὐτοῦ φέρτερος ἄλλος ἵκανεν ἑώϊον ἐς μόθον Ἰνδῶν νόσφι Διωνύσοιο· καὶ ὅρκιον ὤμοσε Νίκην, Ἰνδῴην χθόνα πᾶσαν ἑῷ δορὶ μοῦνος ὀλέσσαι.
and the land of Tempyrium, and the groves of the well-meadowed plain of the Odrysians, shaded by woody thicket, and sacred Zerynthus of the sleepless Corybantes, the foundation of famed Perseis, where are the revel-thronged crags of the maiden's mystic torches; and those who dwelt round Brisia beneath the many-pointed base of the land, and what beside the neighbouring sea I hear called the Pathways of deep-sea Poseidon. So many ranks came banded together, and pledged faith as the kindred race of ancestral Electra. For there Ares, Zeus, and Cytherea bestowed Harmonia, offspring of ether, blood of the sea, as a wedded wife without bride-price upon Cadmus, helper of the gods. For them, as they armed themselves with fair-thyrsus Dionysus, the seventh star of Electra rose through the ether, a propitious sign of battle; and for victory the answering echo of the Pleiades' cry resounded, showing favour to Dionysus who bore their sister's blood, and granted like courage to the host. And as they marched, Ogyrus led them, a second Ares for Ares, high-headed Ogyrus, bearing the likeness of the Giants. His whole frame was unbending; and from his head and neck-tendon upon his back-flowing shoulders locks like spine-bearing hedgehogs streamed down as far as his waist; and he had a long, huge throat, like a neck of rock, keeping his ancestral barbarian custom. Nor did any other man mightier than he come to the eastern battle-din of the Indians, save Dionysus; and he swore by Victory as his oath that he alone would destroy the whole Indian land with his spear.