Migne Reading Room

PG 43 · cols. 1272–1281 · Read from the page

Dionysiacorum Argumenta et Fragmenta Selecta, cum Versione Gallica et Notis Comitis a Marcello (Διονυσιακά)

Dionysiacorum Argumenta et Fragmenta Selecta, cum Versione Gallica et Notis Comitis a Marcello (Διονυσιακά)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:1272Read from the page
καὶ τέμενος βαθύδενδρον ὀρεσσαύλοιο Πανάκρου. Ἐκ δὲ Σόλων κεκόρυστο πολὺς στρατὸς, ἐκ δὲ Λαπήθων, ὕστερον ἣν ἐκάλεσσαν ὁμώνυμον ἡγεμονῆος, ὃς τότε λαὸν ἄγειρεν, ἐν εὐθύρσῳ δὲ κυδοιμῷ κάτθανε, καὶ κτερέϊστο, καὶ οὔνομα λεῖπε πολίταις. Οἵ τε πόλιν Κινύρειαν, ἐπώνυμον εἰσέτι πετρῶν ἀρχεγόνου Κινύραο, καὶ Οὐρανίης πέδον ἕδρης, αἰθερίου κενεῶνος ἐπώνυμον, ὅττι πολίτας ἔτρεφεν ἀστράπτοντας ἐπουρανίων τύπον ἄστρων. Οἵ τ' εἶχον Κραπάσειαν, ἁλιστεφὲς οὖδας ἀρούρης, καὶ Πάφον, ἁβροκόμων στεφανηφόρον ὅρμον Ἐρώτων, ἐξ ὑδάτων ἐπίβαθρον ἀνερχομένης Ἀφροδίτης,
and the deep-wooded precinct of mountain-dwelling Panacrus. And from Soli a great host was armed, and from Lapethi, which afterwards they called after the name of the leader who at that time gathered the people, and died in the fair-thyrsus tumult, and received funeral honours, and left his name to the citizens; and those who held the city of Cinyria, still named after the rocks of ancestral Cinyras, and the plain of the seat of Urania, named after the ethereal vault because it nourished citizens flashing like the heavenly stars; and those who held Crapasia, a sea-crowned floor of land, and Paphos, the garland-wearing haven of delicate-haired Loves, the stepping-place of Aphrodite rising from the waters,
PG 43:1273Read from the page
ἧχι θαλασσιγόνου Παφίης νυμφήϊον ὕδωρ, Σάτραχος ἱμερόεις, ὅθι πολλάκις οἶδμα λαβοῦσα, Κύπρις ἀνεχλαίνωσε λελουμένον υἱέα Μύῤῥης· καὶ πόλιν ἀρχεγόνου ποτὲ Περσέος, ᾧ ποτε Τεῦκρος, καλλείψας Σαλαμῖνα, χολωομένου Τελαμῶνος, ὁπλοτέρην πύργωσεν ἀειδομένην Σαλαμῖνα.
where is the bridal water of sea-born Paphia, lovely Satrachus, where often, taking its wave, Cypris clothed anew the bathed son of Myrrha; and the city once of ancestral Perseus, for whom Teucer once, having left Salamis when Telamon was wrathful, fortified a younger renowned Salamis.
Λυδῶν δ' ἁβρὸς ὅμιλος ἐπέῤῥεεν, οἵ τ' ἔχον ἄμφω, Κίμψον ἐϋψήφιδα καὶ ὀφρυόεσσαν Ἰτώνην, οἵ τε Τορήβιον εὐρὺ, καὶ οἳ Πλούτοιο τιθήνας Σάρδιας εὐώδινας, ὁμήλικας Ἠριγενείης· καὶ χθόνα Βακχείην σταφυληκόμον, ἧχί τε κοῦρος ἀμπελόεις Διόνυσος, ἔχων δέπας ἔμπλεον οἴνου, Ῥείῃ πρῶτα κέρασσε, πόλιν δ' ὀνόμηνε Κεράσσας· καὶ σκοπιὰς Ὁανοῖο, καὶ οἳ ῥόον ἔλλαχον Ἕρμου, ὑδατόεν τε Μέταλλον, ὅπῃ Πακτώλιον ἰλὺν ξανθὸς ἀποπτύων ἀμαρύσσεται ὄλβος ἐέρσης. Καὶ Στατάλων κεκόρυστο πολὺς στρατὸς, ἧχι Τυφωεὺς,
And the delicate throng of the Lydians streamed on, both those who held both fair-pebbled Cimpsus and beetling Itone, and those who held broad Torebium, and those who held the nurses of Plutus, Sardis blessed with fair travail, coeval with the Early-born Dawn; and the grape-tending Bacchic land, where the vine-clad boy Dionysus, holding a cup full of wine, first mixed it for Rhea, and named the city Cerassae; and the lookouts of Hoanus, and those who had by lot the stream of Hermus, and watery Metallum, where, spitting forth Pactolian silt, the tawny wealth of dew sparkles. And from the Statalians a great host was armed, where Typhoeus,
PG 43:1276Read from the page
θερμὸν ἀναβλύζων πυριθαλπέος ἄσθμα κεραυνοῦ, ἔφλεγε γείτονα χῶρον· ἀελλήεντι δὲ καπνῷ αἰθομένου Τυφῶνος ἐτεφρώθησαν ἐρίπναι, γυιοβόρῳ σπινθῆρι μαραινομένων κεφαλάων. Ἀλλὰ Διὸς Λυδοῖο θυώδεα νηὸν ἐάσας, ἀρητὴρ ἀσίδηρος ἐμάρνατο κέντορι μύθῳ, μύθῳ ἀκοντιστῆρι, καὶ οὐ τμητῆρι σιδήρῳ, γλώσσῃ ἐρητύων πειθήνιον υἱὸν ἀρούρης, ἔγχος ἔχων στόμα θοῦρον, ἔπος ξίφος, ἀσπίδα φωνὴν, τοῦτο θεοκλήτῳ προχέων ἔπος ἀνθερεῶνι· Στῆθι, τάλαν· φλογόεις δὲ Γίγας ὑπὸ μυστίδι τέχνῃ ἀῤῥαγέος μύθοιο σοφῷ στηρίζετο δεσμῷ, ἀνέρα δειμαίνων, κεκορυθμένον ἔμφρονι λόγχῃ, γυιοπέδην ἀσίδηρον ἔχων ποινήτορι μύθῳ. Οὐδὲ τόσον τρομέεσκεν ὀϊστευτῆρα κεραυνοῦ αἰνογίγας πολύπηχυς, ὅσον ῥηξήνορα μύστην, γλώσσῃ ὀϊστεύοντα λάλον βέλος. Εἶχε δὲ κάμνων ἕλκεα φωνήεντα, πεπαρμένος ὀξέϊ μύθῳ. Καὶ πυρὸς ἕλκος ἔχων, τετορημένος ἔγχεϊ θερμῷ, ἄλλῳ θερμοτέρῳ νοερῷ πυρὶ κάμνε Τυφωεὺς, καὶ στατὸν ἀστυφέλικτον ἐνεῤῥίζωσεν ἀνάγκῃ ταρσὸν ἐχιδνήεντα πεπηγότα μητέρι Γαίῃ, οὐτηθεὶς ἀχάρακτον ἀναιμάκτῳ δέμας αἰχμῇ. Ἀλλὰ τὰ μὲν προτέροισιν ἐν ἀνδράσιν ἤγαγεν αἰών.
spouting up the hot breath of fire-glowing thunderbolt, scorched the neighbouring region; and in the stormy smoke of blazing Typhon the crags were reduced to ashes, as their peaks withered away under the limb-devouring spark. Yet leaving the fragrant temple of Lydian Zeus, an ironless priest fought with a goading word, with a javelin-casting word, and not with cleaving iron, restraining with his tongue the obedient son of earth, having his impetuous mouth as a spear, his word as a sword, his voice as a shield, pouring forth this speech from his god-invoking throat: Stand still, wretch; and the fiery Giant, beneath the mystic art of an unbreakable word, was held fast in a wise bond, dreading a man helmeted with a mindful lance, having an ironless fetter for his limbs by an avenging word. Nor did the dread many-cubited Giant tremble so much at the archer of the thunderbolt as at the rank-breaking initiate, shooting with his tongue a speaking arrow. And in his distress he bore vocal wounds, pierced by a sharp word. And though bearing a wound of fire, bored through by a hot spear, Typhoeus laboured under another hotter intellectual fire, and planted fast by necessity his viper-like sole, standing unshaken and fixed in mother Earth, wounded in his unscarred frame by a bloodless point. Yet those things time brought to pass among former men.
Καὶ Φρύγες ἐστρατόωντο παρ' ἐγρεμόθων στίχα [Λυδῶν, οἵ τ' ἔλαχον Βούδειαν, ἀειδομένην τε πολίχνην δενδροκόμον Τελμησσὸν, ἐΰσκιον ἄλσος ἀρούρης· οἳ Δρεσίην ἐνέμοντο καὶ Οβριμον, ὅς τε ῥεέθροις Μαιάνδρου σκολιοῖσιν ἑὸν παραβάλλεται ὕδωρ, καὶ δάπεδον Δοίαντος ἐπώνυμον· οἵ τε Κελαινὰς
And the Phrygians encamped beside the battle-rousing rank of the Lydians, both those who held Budia, and the renowned tree-clad town of Telmessus, the well-shaded grove of the land; those who inhabited Dresia and Obrimus, which beside the winding streams of Maeander sets its own water, and the plain named after Doias; and those who held Celaenae
Notes, col. 1276

On the reading

Printed Οβριμον, for Ὄβριμον.

PG 43:1277Read from the page
εὐρυχόρους ἐνέμοντο, καὶ ἵλαον ῥόον Ὀργοῦς. Τοῖσι συνεστρατόωντο καὶ οἳ λάχον ἄστεα ναίειν γείτονα Σαγγαρίου, καὶ Ἐπίκτητος ἕδρανα γαίης, Τῶν πρόμος ἡγεμόνευε, λιπὼν ὀφιώδεα Δίρκην, Πρίασος, Ἀονίης μετανάστιος ἀστὸς ἀρούρης. Ὁππότε γὰρ Φρυγίης πέδον ἔκλυσεν ὑέτιος Ζευς, ὀμβρηροῖς πελάγεσσι χέων ὑψίδρομον ὕδωρ, καὶ δρύες ἐκρύφθησαν, ἀκανθοφόροις τ' ἐνὶ βήσσαις διψαλέαι ποταμηδὸν ἐκυμαίνοντο κολῶναι, ἰκμαλέον τότε δῶμα λιπὼν, κεκαλυμμένον ὄμβρῳ, καὶ ῥόον ἠερόφοιτον, ἀκοντιστῆρα μελάθρων, Πρίασος Ἀονίης μετανάσσατο κόλπον ἀρούρης, Ζηνὸς ἀλυσκάζων θανατηφόρον ὄμβριον ὕδωρ. Αἰεὶ δ' ἀλλοδαποῖσι παρ' ἀνδράσι δάκρυα λείβων, μνώετο Σαγγαρίοιο, καὶ ἡθάδα δίζετο πηγὴν, Ἀονίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ. Ὀψὲ δὲ δύσνιφον οἶδμα καὶ ὑδατόεσσαν ἀνάγκην Ζεὺς ὕπατος πρήϋνε, καὶ ἐκ Σιπύλοιο καρήνων κλυζομένης Φρυγίης παλινάγρετον ἤλασεν ὕδωρ· καὶ ῥόον Ἐννοσίγαιος ὅλον μετέθηκε τριαίνῃ εἰς βυθίους κευθμῶνας ἀτεκμάρτοιο θαλάσσης, καὶ νιφετοῦ κελάδοντος ἐγυμνώθησαν ἐρίπναι. Καὶ τότε Βοιωτοῖο παλίνδρομος οὖδας ἐάσας, Πρίασος ὑστερόμητις ἑὴν ὑπεδύσατο πάτρην, καὶ γενέτην βαρύγουνον ἀρήγονι πήχεος ὁλκῷ νόστιμος ἀγκὰς ἔμαρψεν, ὃν εὐσεβέων χάριν ἔργων Ζεὺς μέγας ὀμβρήεντος ἀνεζώγρησεν ὀλέθρου, Ὄμβριον ὃν καλέουσιν. Ἀπὸ Φρυγίοιο δὲ κόλπου Πρίασον αὐχήεντες ἐκυκλώσαντο μαχηταί.
spacious, inhabited, and the gentle stream of Orgas. With them encamped also those who had by lot to dwell in the cities neighbouring Sangarius, and Epictetus, the seats of the land. Their chief leader, having left snake-haunted Dirce, was Priasus, a migrant citizen of the Aonian land. For when rainy Zeus deluged the plain of Phrygia, pouring high-coursing water in rain-swollen seas, and the oaks were hidden, and in the thorn-bearing glens the thirsty hills surged like rivers, then leaving his dank home covered with rain and the air-roaming stream that hurled javelins at his halls, Priasus migrated to the bosom of the Aonian land, shunning the death-bringing rain-water of Zeus. Yet ever shedding tears among men of another land, he remembered Sangarius, and sought his wonted spring, drinking the alien water of the Aonian river. Late at length most high Zeus calmed the snow-laden swell and watery necessity, and from the peaks of Sipylus drove back the receding water from flooded Phrygia; and the Earth-shaker with his trident shifted the whole stream into the deep recesses of the boundless sea, and the crags were stripped bare of the roaring snowstorm. And then, hastening back and leaving the Boeotian soil, backward-thinking Priasus entered his homeland, and on his return clasped in his arms with a helping draw of his forearm his heavy-kneed sire, whom for the sake of his pious deeds great Zeus rescued alive from rainy destruction—Zeus whom they call Ombrius. And from the Phrygian gulf boastful warriors encircled Priasus.
Notes, col. 1277

On the reading

Printed Ζευς, for Ζεὺς.

PG 43:1280Read from the page
Τοὺς δὲ λίγα κροτέοντας ὑπ' εὐρύθμῳ χθόνα ταρσῷ, καὶ Γάβιος καὶ Στάμνος ἐπὶ κλόνον ὥπλισαν Ἰνδῶν. Καὶ στρατὸν ὀρχηστῆρα περισκαίροντα δοκεύων, τοῖον ἔπος λέξειας, ὅτι πρόμος ἡγεμονεύει εἰς χορὸν, οὐκ ἐπὶ δῆριν, ἐνόπλιον ἄνδρα κομίζων. Τοῖσι γὰρ ἐρχομένοισιν ἀνακρούουσα χορείην, Μυγδονὶς ἐγρεκύδοιμος ἐπὶ κλόνον ἔβρεμε φόρμιγξ, ἀντὶ χοροῦ πέμπουσα μόθου λαοσσόον ἠχώ. Καὶ πολέμῳ σάλπιγγες ἔσαν σύριγγες Ἐρώτων, καὶ δίδυμοι Βερέκυντες ὁμόζυγες ἔκλαγον αὐλοὶ, καὶ κτύπον ἀμφιπλῆγα βαρυσμαράγων ἀπὸ χειρῶν χαλκείοις πατάγοισιν ἐμυκήσαντο βοεῖαι.
And those who beat the earth shrilly beneath a well-rhythmed sole, both Gabius and Stamnus armed for the turmoil of the Indians. And watching the dancing host leaping round about, you would utter such a word: that their chief leads the armed man to a dance, not to strife. For as they marched, striking up a dance, the battle-rousing Mygdonian lyre rang out for the tumult, sending forth instead of a dance the host-stirring echo of battle-din. And for war the pipes of the Loves were trumpets, and twin yoked Berecyntian flutes shrilled, and with bronze clatterings the oxhide drums bellowed a double-struck din from heavy-thundering hands.
Ἀστερίου δ' ἀπάνευθεν ἑοῦ γενέταο μολόντος ἀρτιθαλὴς Μίλητος ὁμόστολος ἵκετο Βάκχῳ, Καῦνον ἔχων συνάεθλον, ἀδελφεὸν, ὃς τότε Καρῶν λαὸν ἄγων, ἔτι κοῦρος, ἐδύσατο φύλοπιν Ἰνδῶν. Οὔπω γὰρ δυσέρωτα δολοπλόκον ἔπλεκεν ὀμφὴν γνωτῆς οἶστρον ἔχων ἀδαήμονος· οὐδὲ καὶ αὐτὴν, ἀντιτύπου φιλότητος ὁμοζήλων ἐπὶ λέκτρων Ζηνὶ συναπτομένην, ἐμελίζετο σύγγονον Ἥρην, Λάτμιον ἀμφὶ βόαυλον ἀκοιμήτοιο Σελήνης, ὀλβίζων ὑπ' ἔρωτι μεμηλότα γείτονι πέτρῃ νυμφίον Ἐνδυμίωνα ποθοβλήτοιο Σελήνης· ἀλλ' ἔτι Βύβλις ἔην φιλοπάρθενος· ἀλλ' ἔτι θήρην Καῦνος ὁμογνήτων ἐδιδάσκετο νῆϊς ἐρώτων· οὔπω δ', ἁβροκόμοιο κασιγνήτοιο φυγόντος, δάκρυσιν ὀμβρηθεῖσα δέμας μορφώσατο κούρη, καὶ ῥόον ὑδατόεντα γοήμονος ἔβλυε πηγῆς. Τῷ δ' ἅμα θαρσήεντες ἐπεῤῥώοντο μαχηταὶ, οἳ Μυκάλην ἐνέμοντο, καὶ οἳ λάχον ἀγκύλον ὕδωρ εἰς χθόνα δυομένοιο παλιννόστου ποταμοῖο, Μαιάνδρου σκολιοῖο, διερπύζοντος ἐναύλων.
And apart from Asterius his sire who had gone, fresh-blooming Miletus came on the same expedition with Bacchus, having as fellow-combatant his brother Caunus, who then, leading the host of the Carians while still a youth, entered the battle-din of the Indians. For not yet did he weave a wile-plaiting voice of ill-starred love, bearing a sting of desire for an unknowing sister; nor did he sing of Hera herself, a sister joined to Zeus upon couches of rival-passioned, counterpart love, around the Latmian ox-stall of sleepless Selene calling happy the bridegroom Endymion, cared for beneath love beside the neighbouring rock by longing-smitten Selene; rather, Byblis still loved maidenhood; rather, Caunus, still ignorant of kindred loves, was taught the chase; and not yet, when her delicate-haired brother had fled, had the maiden, drenched in tears, transformed her frame and gushed forth the watery stream of a mournful spring. And along with him bold warriors sped on, who inhabited Mycale, and who had by lot the crooked water of the back-returning river sinking into the earth, winding Maeander, creeping through its channels.
Θρηϊκίης δὲ Σάμοιο συνέῤῥεον ἀσπιδιῶται, κοίρανος οὓς προΐαλλε, βαθυσμήριγγος ὑπήνης Ἠμαθίων βαρύγουνος ἔχων χιονώδεα χαίτην, Τιτήνων μελέεσσιν ἐοικότας, οἵ τ' ἔχον ἄμφω, ἀγχίαλον Μύρμηκα καὶ ἀνθεμόεντα Σαώκην,
And from Thracian Samos shield-bearing warriors streamed together, whom their ruler sent forth, heavy-kneed Emathion wearing the snow-white locks of a deep-bristling beard—men like the limbs of Titans, both those who held both sea-nigh Myrmex and flowery Saoce,
PG 43:1281Read from the page
καὶ χθονα Τεμπυρίοιο, καὶ εὐλείμωνος ἀρούρης ἄλσεα Ὀδρυσίων τε, κατάσκια δενδράδι λόχμῃ, καὶ ζαθέην Ζήρυνθον ἀκοιμήτων Κορυβάντων, κτίσμα φατιζομένης Περσηΐδος, ὁππόθι κούρης μυστιπόλων δαΐδων θιασώδεές εἰσιν ἐρίπναι· οἵ τε πολυγλώχινος ὑπὸ κρηπῖδος ἀρούρης Βρίσιαν ἀμφενέμοντο, καὶ ἃς ὑπὸ γείτονι πόντῳ Ἀτραπιτοὺς βυθίοιο Ποσειδάωνος ἀκούω. Τόσσαι μὲν στίχες ἦλθον ὁμήλυδες· ἀρχεγόνου δὲ Ἠλέκτρης ὁμόφυλον ἐπιστώσαντο γενέθλην. Κεῖθι γὰρ Ἁρμονίην, γένος αἰθέρος, αἷμα θαλάσσης, Ἄρης, Ζεὺς, Κυθέρεια, θεῶν χραισμήτορι, Κάδμῳ κουριδίην ἀνάεδνον ἐδωρήσαντο γυναῖκα. Τοῖσι κορυσσομένοισι σὺν εὐθύρσῳ Διονύσῳ, Ἠλέκτρης ἀνέτελλε δι' αἰθέρος ἕβδομος ἀστὴρ, δεξιὸν ὑσμίνης σημήϊον· ἀμφὶ δὲ νίκῃ Πληϊάδων κελάδησε βοῆς ἀντίθροος ἠχὼ, γνωτῆς αἷμα φέροντι χαριζομένη Διονύσῳ, καὶ στρατιῇ πόρε θάρσος ὁμοίϊον. Ἐρχομένων δὲ Ὤγυρος ἡγεμόνευεν, ἐς Ἄρεα δεύτερος Ἄρης, Ὤγυρος ὑψικάρηνος, ἔχων ἴνδαλμα Γιγάντων. Τοῦ μὲν ἔην ἄγναμπτον ὅλον δέμας· ἐκ δὲ καρήνου, αὐχενίου τε τένοντος ὀπισθοκόμων ἐπὶ νώτων ἰσοφανεῖς πλοκαμῖδες ἀκανθοφόροισιν ἐχίνοις ἔῤῥεον, ἰξύος ἄχρι κατήλυδες· εἶχε δὲ δειρὴν μηκεδανὴν, περίμετρον, ὁμοίϊον αὐχένι πέτρης, βάρβαρον ἦθος ἔχων πατρώϊον. Οὐδέ τις αὐτοῦ φέρτερος ἄλλος ἵκανεν ἑώϊον ἐς μόθον Ἰνδῶν νόσφι Διωνύσοιο· καὶ ὅρκιον ὤμοσε Νίκην, Ἰνδῴην χθόνα πᾶσαν ἑῷ δορὶ μοῦνος ὀλέσσαι.
and the land of Tempyrium, and the groves of the well-meadowed plain of the Odrysians, shaded by woody thicket, and sacred Zerynthus of the sleepless Corybantes, the foundation of famed Perseis, where are the revel-thronged crags of the maiden's mystic torches; and those who dwelt round Brisia beneath the many-pointed base of the land, and what beside the neighbouring sea I hear called the Pathways of deep-sea Poseidon. So many ranks came banded together, and pledged faith as the kindred race of ancestral Electra. For there Ares, Zeus, and Cytherea bestowed Harmonia, offspring of ether, blood of the sea, as a wedded wife without bride-price upon Cadmus, helper of the gods. For them, as they armed themselves with fair-thyrsus Dionysus, the seventh star of Electra rose through the ether, a propitious sign of battle; and for victory the answering echo of the Pleiades' cry resounded, showing favour to Dionysus who bore their sister's blood, and granted like courage to the host. And as they marched, Ogyrus led them, a second Ares for Ares, high-headed Ogyrus, bearing the likeness of the Giants. His whole frame was unbending; and from his head and neck-tendon upon his back-flowing shoulders locks like spine-bearing hedgehogs streamed down as far as his waist; and he had a long, huge throat, like a neck of rock, keeping his ancestral barbarian custom. Nor did any other man mightier than he come to the eastern battle-din of the Indians, save Dionysus; and he swore by Victory as his oath that he alone would destroy the whole Indian land with his spear.
Notes, col. 1281

On the reading

Printed χθονα, for χθόνα.