Migne Reading Room

PG 43 · cols. 1260–1269 · Read from the page

Dionysiacorum Argumenta et Fragmenta Selecta, cum Versione Gallica et Notis Comitis a Marcello (Διονυσιακά)

Dionysiacorum Argumenta et Fragmenta Selecta, cum Versione Gallica et Notis Comitis a Marcello (Διονυσιακά)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:1260Read from the page
εἰς ὅλον ἦμαρ ἔπινον ἀλωφήτου χύσιν οἴνου. Καὶ μεθύων γλυκὺν οἶνον ἐθάμβεεν ἄλλος ἐπ' ἄλλῳ, ἐξ ἑτέρου ποθέων ἕτερον δέπας ἡδέϊ θυμῷ, εὐφροσύνην ἀκόρητον ἔχων θελξίφρονος οἴνου. Ζεὺς δὲ μελιῤῥαθάμιγγος ἐθάμβεεν ἔργα μελίσσης, δαιδαλέην τ' ὠδῖνα φιλοσμήνου τοκετοῖο, δῶρον Ἀρισταίοιο· καὶ οἰνοχύτῳ Διονύσῳ ὤπασε λυσιπόνοιο φέρειν πρωτάγρια νίκης.
for the whole day they drank the draught of unceasing wine. And growing drunk upon the sweet wine one marvelled after another, desiring with glad spirit one cup after another, holding insatiate mirth of heart-bewitching wine. And Zeus marvelled at the works of the honey-dropping bee, and the cunning travail of the hive-loving birth, the gift of Aristaeus; yet to wine-pouring Dionysus he granted to carry off the first-spoils of care-dispelling victory.
Ἔνθεν Ἀρισταῖος βραδὺς ἤϊεν εἰς μόθον Ἰνδῶν, ὄψιμος εὐνήσας πρότερον χόλον ἅρπαγι νίκης, ἔνδιον Ἑρμείαο λιπὼν Κυλλήνιον ἕδρην. Οὔπω γὰρ προτέρῃ Μεροπηΐδι νάσσατο νήσῳ, οὔπω δ' ἀτμὸν ἔπαυσε πυρωδέα διψάδος ὥρης, Ζηνὸς ἀλεξικάκοιο φέρων φυσίζοον αὔρην, οὐδὲ σιδηροχίτων, δεδοκημένος ἀστέρος αἴγλην, Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο, ἐννύχιον πρήϋνε, τὸν εἰσέτι διψαλέον πῦρ θερμὸν ἀκοντίζοντα δι' αἰθέρος αἴθοπι λαιμῷ ἄσθμασι λεπταλέοισι καταψύχουσιν ἀῆται· ἀλλ' ἔτι Παρῥασίης πέδον ᾤκεεν· ἐρχομένῳ δὲ λαὸς ἐθωρύχθη βαλανηφάγος Ἀρκὰς ἀλήτης, οἵ τ' εἶχον Λαδῶνα, καὶ ἄλσεα καλὰ Λυκαίου, καὶ κραναὴν Στύμφηλον, ἀειδομένην τε πολίχνην Ῥίπην, καὶ Στρατίην, καὶ Μαντινέην, καὶ Ἐνίσπην, Παρῥασίην τ' εὔδενδρον, ὅπη πέδον ἐστὶ θεαίνης
Thence Aristaeus went slowly into the battle of the Indians, having tardily lulled his former wrath at the snatcher of victory, leaving the Cyllenian seat, the haunt of Hermes. For not yet had he settled in the primeval Meropian isle, nor yet had he stayed the fiery vapour of the thirsty season, bringing the life-giving breeze of Zeus the averter of ill, nor clad in mail of iron, watching for the gleam of the star, thrusting Sirius back from blazing fever, had he soothed him by night, whom even still, shooting hot thirsty fire through the ether from his glowing throat, the winds cool with delicate breaths; rather he still dwelt in the plain of Parrhasia; and as he went forth the acorn-eating roaming Arcadian folk armed themselves, and those who held Ladon, and the fair groves of Lycaeus, and rocky Stymphalus, and the famed townlet Rhipe, and Stratie, and Mantinea, and Enispe, and well-wooded Parrhasia, where lies the plain of the goddess
Notes, col. 1260

On the reading

Printed ἐθωρύχθη, for ἐθωρήχθη.

PG 43:1261Read from the page
ἀστιβὲς ἀρχεγόνοιο λεχώϊον εἰσέτι Ῥείης, καὶ δάπεδον Φενεοῖο, καὶ Ὀρχομενοῖο πόληα, Ὀρχομενὸν πολύμηλον, ἐδέθλιον Ἀπιδανήων· οἵ τ' ἔχον Ἀρκαδίην, πόλιν Ἀρκάδος, ὅν ποτε μήτηρ Καλλιστὼ Διῒ τίκτε· πατὴρ δέ μιν εἰς πόλον ἄστρων στηρίξας, ἐκάλεσσε χαλαζήεντα Βοώτην.
the untrodden birth-bed even still of primeval Rhea, and the soil of Pheneus, and the city of Orchomenus, Orchomenus rich in flocks, seat of the Apidanians; and those who possessed Arcadia, the city of Arcas, whom once his mother Callisto bore to Zeus; and his father, fixing him in the vault of the stars, called him hail-bringing Bootes.
Τόσσον Ἀρισταῖος στρατὸν ὤπλισεν Ἀρκάδι λόγχῃ, ἀνδράσι μαρναμένοις νομάδας κύνας εἰς μόθον ἕλκων τόν ποτε Κυρήνη, κεμαδοσσόος Ἄρτεμις ἄλλη, Φοιβείῃ φιλότητι λεοντοφόνος τέκε νύμφη, ὁππότε μιν Λιβύῃ ψαμαθώδεϊ καλὸς Ἀπόλλων ἤγαγε, νυμφοκόμῳ μετανάστιον ἅρπαγι δίφρῳ. Καί μιν ἔτι σπεύδοντα, λιπὼν μαντώδεα δάφνην, αὐτὸς ἑαῖς παλάμῃσι πατὴρ θώρηξεν Ἀπόλλων, παιδὶ δὲ τόξον ἔδωκε, καὶ ἥρμοσε χειρὶ βοείην δαιδαλέην· γλαφυρὴν δὲ, καθιεμένην διὰ νώτου ὠμαδίῳ τελαμῶνι, κατεκλήϊσσε φαρέτρην.
So great an army did Aristaeus equip with the Arcadian lance, drawing roaming hounds into the fray alongside fighting men—he whom once Cyrene, another fawn-chasing Artemis, the lion-slaying nymph, bore in Phoebus's love, when fair Apollo brought her a migrant to sandy Libya in his bride-tending ravishing chariot. And while he was yet hastening, leaving the prophetic laurel, his father Apollo himself armed him with his own hands, and gave a bow to his son, and fitted a cunningly wrought ox-hide shield to his arm; and he fastened a hollow quiver slung across his back by a shoulder-baldric.
Τῷ δ' ἔπι Σικελίηθεν ἑκηβόλος ἦλθεν Ἀχάτης, καὶ οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται, Κοσσυρίων τ', Ἐλύμων τε πολὺς στρατὸς, οἵ τε Παλίκων
And after him from Sicily came far-shooting Achates, and shield-bearing comrades accompanied him together, a great host both of Cossyrians and of Elymians, and those who around the Palici's
Notes, col. 1261

On the reading

Printed καὶ οἱ, for καί οἱ.

PG 43:1264Read from the page
ἕδρανον ἀμφενέμοντο, καὶ οἳ Κατάνην παρὰ λίμνην γείτονα Σειρήνων πόλιν ᾤκεον, ἃς Ἀχελώῳ Τερψιχόρη ῥοδόεσσα βοοκραίρων ἀπὸ λέκτρων τίκτεν, ἀελλήεντι συναπτομένη παρακοίτῃ· οἵ τ' εἶχον Καμάριναν, ὅπη κελάδοντι ῥεέθρῳ Ἵππαρις ἀστήρικτος ἐρεύγεται ἀγκύλον ὕδωρ, Ὕβλης θ' ἱερὸν ἄστυ, καὶ οἳ σχεδὸν ᾤκεον Αἴτνης, ἧχι πυρὸς κρητῆρες ἀναπτομένης ἀπὸ πέτρης θερμὸν ἀναβλύζουσι Τυφαονίης σέλας εὐνῆς· οἵ τε δόμους ἐδάσαντο παρ' ὀφρυόεντι Παχύνῳ, καὶ δάπεδον νησαῖον ἁλιῤῥοίζοιο Πελώρου, καὶ Σικελὴν Ἀρέθουσαν, ὅπη μετανάστιος ἕρπει, στέμματι Πισαίῳ κομόων, Ἀλφειὸς ἀλήτης, πορθμεύων βατὸν οἶδμα, καὶ ἀκροτάτου διὰ πόντου ἕλκει δοῦλον Ἔρωτος ὑπέρτερον, ἄβροχον ὕδωρ, θερμὸν ἔχων ψυχροῖο δι' ὕδατος ἁπτόμενον πῦρ. Τοῖς ἔπι Φαῦνος ἵκανε, πυρισφρήγιστον ἐάσας Ἰταλίης διλόφοιο πελωρίδα πέζαν ἐρίπνης, τὸν βυθίῳ Κρονίωνι συναπτομένη τέκε Κίρκη, σύγγονος Αἰήταο πολύθρονος, ἣ παρὰ λόχμῃ ᾤκεε πετραίοιο βαθύσκια κύκλα μελάθρου.
seat dwelt round about, and those who inhabited Catana beside the lagoon, neighbouring city of the Sirens, whom rosy Terpsichore bore to Achelous from bull-horned couches, united to a storm-swift consort; and those who held Camarina, where with resounding stream restless Hipparis disgorges its winding water, and the sacred city of Hybla, and those who dwelt near Aetna, where craters of fire from the kindled rock spout up the hot glare of Typhaon's bed; and those who apportioned their homes beside beetling Pachynus, and the island-like plain of sea-roaring Pelorus, and Sicilian Arethusa, where creeps as a migrant, crowned with the Pisaean wreath, wandering Alpheus, ferrying across a passable swell, and through the topmost surface of the deep draws an upper, unwetted water, slave of Love, keeping warm fire kindled through chill water. After these came Faunus, having left the fire-sealed monstrous lowland of the two-crested crag of Italy, whom Circe bore when united to Cronus's son of the deep—Circe, sister of Aeetes rich in herbs, who beside the thicket inhabited the deep-shadowed circles of a rocky hall.
Καὶ Λίβυες στρατόωντο παρ' ἑσπέριον κλίμα γαίης
And the Libyans took the field beside the western slope of earth,
PG 43:1265Read from the page
ἀγχινεφῆ ναίοντες ἀλήμονος ἄστεα Κάδμου. Κεῖθι γὰρ ἀντιπόρων ἀνέμων πεφορημένος αὔραις, εἰς χρόνον ᾤκεε Κάδμος, ἔχων Σιθωνίδα νύμφην σύμπλοον, Ἁρμονίην, ἔτι παρθένον, ἧς διὰ μορφὴν γείτονας ἀντιβίους πολεμητόκος ὤπλισε φήμη, ἣν Χάριν ἣν ὀνόμηνε Λίβυς στρατός· ἁβροτέρη γὰρ Βιστονὶς ἐβλάστησεν ἐπιχθονίη Χάρις ἄλλη, τῆς ἄπο καὶ Λιβύης Χαρίτων λόφος· ἧς ἐπὶ μορφῇ ἅρπαγος ὑσμίνης δεδονημένος ἄφρονι κέντρῳ, φρικτὸς ἐρωμανέων ἐκορύσσετο βάρβαρος Ἄρης, λαὸς ἐρημονόμος Μαυρούσιος· Ἀλλὰ τινάσσων χερσὶ γυναιμανέεσσι Λιβυστίδος ἔγχος Ἀθήνης, Ἁρμονίης πολέμιζε, προασπίζων παρακοίτης, ἑσπερίων δ' ἐφόβησεν ὅλον γένος Αἰθιοπήων σὺν Διῒ θωρηχθέντι, σὺν Ἄρεϊ, καὶ Κυθερείῃ. Κεῖθι καὶ, ὡς ἐνέπουσι, παρὰ Τριτωνίδι λίμνῃ Ἁρμονίῃ παρέλεκτο ῥοδώπιδι Κάδμος ἀλήτης· Νύμφαι δ' Ἑσπερίδες μέλος ἔπλεκον, ὧν ἀπὸ κήπων Κύπρις ὁμοῦ καὶ Ἔρωτες ἐκόσμεον εὔγαμον εὐνὴν, χρυσείην θαλάμοισιν ἐπικρεμάσαντες ὀπώρην, νύμφης ἕδνον ἔρωτος ἐπάξιον, ἧς ἀπὸ φύλλων Ἁρμονίη καὶ Κάδμος ἐχεκτεάνῳ παρὰ παστῷ βόστρυχον ἀφνειοῖσιν ἐμιτρώσαντο κορύμβοις ἀντὶ ῥόδου γαμίοιο· καὶ ἁβροτέρη πέλε νύμφη, χρύσεα δῶρα φέρουσα, γέρας χρυσέης Ἀφροδίτης. Καὶ μέλος ἀστραίης κιθάρης ἐπίκωμον ἐγείρας, μητροπάτωρ σφαιρηδὸν ἑῷ βητάρμονι ταρσῷ οὐρανὸν ἀμφελέλιζε Λίβυς κυρτούμενος Ἄτλας, καὶ μέλος ἁρμονίης ἐμελίζετο γείτονι φωνῇ. Καὶ ζυγίης φιλότητος ἑῆς μνημήϊα νύμφης, δῶκε ποδῶν ἐπίβαθρα Λιβυστίδι Κάδμος ἀρούρῃ, δωμήσας πολίων ἑκατοντάδα· δῶκε δ' ἑκάστῃ δύσβατα λαϊνέοις ὑψούμενα τείχεα πύργοις. Κείνου μνῆστιν ἔχοντες ἐπεστρατόωντο μαχηταὶ, μαρναμένου Βρομίοιο προασπιστῆρες Ἐνυοῦς, τηκομένης ναίοντες ἐδέθλια γείτονα Μήνης, καὶ Διὸς Ἀσβύσταο μεσημβρίζοντας ἐναύλους,
inhabiting the cloud-nigh cities of wandering Cadmus. For there, borne along by the blasts of contrary winds, Cadmus dwelt for a time, having as fellow-voyager the Sithonian nymph Harmonia, still a maiden, on account of whose beauty war-begetting rumour armed hostile neighbours—she whom the Libyan host named its own Grace; for a daintier Bistonian Grace had sprung up, another earthly Grace, from whom also comes the Hill of the Graces in Libya; at whose beauty maddened with love, shaken by the senseless goad of ravishing battle, dread barbarous Ares armed himself, the desert-roaming Maurusian folk. Yet brandishing against woman-mad hands the spear of Libyan Athena, he fought in defence of his consort Harmonia, and routed the whole race of western Ethiopians together with Zeus in armour, with Ares, and with Cytherea. There too, as men tell, beside the Tritonian lake wandering Cadmus lay beside rosy-cheeked Harmonia; and the Hesperid Nymphs wove a song, from whose gardens Cypris together with the Loves adorned the happy marriage-bed, hanging golden fruit in the chambers, a bridal gift worthy of love for the bride, from whose leaves beside the richly endowed bridal canopy Harmonia and Cadmus wreathed their locks with opulent clusters in place of the wedding rose; and the bride became daintier still, wearing golden gifts, the guerdon of golden Aphrodite. And waking a revelling strain of the starry lyre, her maternal grandsire, stooping Libyan Atlas, whirled the heaven like a ball with his dancing foot, and sang a strain of harmony with neighbouring voice. And as memorials of the wedded love of his bride, Cadmus gave stepping-stones of his feet to the Libyan land, having built a hundred cities; and to each he gave hard-scaled walls rising high with towers of stone. Holding remembrance of him the warriors took the field, defenders of Enyo for fighting Bromius, inhabiting the seats neighbouring waning Mene, and the noontide haunts of Zeus Asbystes,
PG 43:1268Read from the page
μαντιπόλου κερόεντος, ὅπῃ ποτὲ πολλάκις Ἄμμων, ἀρνειοῦ τριέλικτον ἔχων ἴνδαλμα κεραίης, ὀμφαίοις στομάτεσσιν ἐθέσπισεν, ἑσπέριος Ζεύς. Οἵ τε ῥόον Χρεμέταο, καὶ οἳ παρὰ Κίνυφος ὕδωρ ᾤκεον ἀζαλέης ψαμαθώδεα πέζαν ἀρούρης, Αὐσχῖσαι, Κάβαλές τε συνήλυδες, οὓς πλέον ἄλλων Ἄρεϊ τερπομένους Ζεφυρήϊος ἔτρεφεν ἀγκών. Τόσσος λαὸς ἔην ἑκατόμπολις. Ἐρχομένης δὲ πληθύος ἡγεμόνευε Κραταιγόνος, ὅν ποτε κούρη Ἀγχινόη Χρεμέταο, παρὰ πλαταμῶνα τοκῆος, Ψύλλου κουφονόοιο μινυνθαδίῃ τέκεν εὐνῇ, νυμφίον ἀγκὰς ἔχουσα θεημάχον, οὗ ποτε καρποὺς ἄσθματι διψαλέῳ Νότος ἔφλεγε, θερμὸς ἀήτης. Αὐτὰρ ὁ θωρήσσων κορυθαίολον Ἄρεα νηῶν, ναύμαχον ἑσμὸν ἄγειρεν, ὅπως ποινήτορι θεσμῷ ἠερίοις ἀνέμοισιν ἀναστήσειεν Ἐνυὼ, ἱέμενος κτεῖναι φλογερὸν Νότον· ἄγχι δὲ νήσου Αἰολίης στόλος ἦλθε σακέσπαλος· ἀλλὰ μανέντος ἀνδρὸς, ἀκοντιστῆρες ἀελλήεντι κυδοιμῷ ὁλκάδα μαστίζοντες, ἐθωρήχθησαν ἀῆται, συμφερτὴν δονέοντες ἀρείονα σύμπνοον αὔρην, καὶ στρατιὴν καὶ Ψύλλον ἐτυμβεύσαντο θαλάσσῃ.
of the horned oracle-presiding god, where often of old Ammon, bearing the thrice-coiled likeness of a ram's horn, uttered prophecies with oracular mouths, the western Zeus; and those who dwelt by the stream of Chremetes, and those beside the water of Cinyps upon the sandy plain of a parched land, the Auschisae, and the Cabales gathered together, whom, delighting more than others in Ares, the Zephyrian glen nourished. So great was the host of a hundred cities. And as the multitude advanced, its leader was Crataegonus, whom once Chremetes' daughter Anchinoe, beside her sire's broad flat shore, bore in a brief bridal bed to light-minded Psyllus, holding in her arms a god-fighting bridegroom, whose fruits Notus, the hot blast, had once scorched with thirsty breath. Yet he, arming the helm-glancing Ares of ships, gathered a naval swarm, that by an avenging ordinance he might raise up Enyo against the airy winds, eager to slay fiery Notus; and near the Aeolian island came the shield-brandishing fleet; but against the frenzied man, the winds armed themselves as javelin-men, lashing the hull with stormy tumult, driving together a superior united gale, and entombed both army and Psyllus in the sea.
PG 43:1269Read from the page
Κυπριάδας δὲ φάλαγγας ἐκοσμήτην Ἀγαπήνωρ, εὐχαίτης τε Λάπηθος· ἐθωρήσσοντο δὲ πολλοὶ, οἵ τ' ἔλαχον Σφήκειαν, ἁλίκτυπον ἄντυγα νήσου, Κύπρον, ἐϋπτερύγων θεοδέγμονα νῆσον Ἐρώτων, Κύπριδος αὐτογόνοιο φερώνυμον, ἧς ποτε Κύπρου ἄκρα περιγράψας βυθίῃ γλωχῖνι τριαίνης, ἰσοφυεῖ δελφῖνι τύπον τορνώσατο Νηρεύς. Ὁππότε γὰρ γονόεσσα, κατάρῥυτος ἄρσενι λύθρῳ, Οὐρανίη μόρφωσε λεχώϊον ἀφρὸν ἐέρση, καὶ Παφίην ὤδινε, Κεραστίδος εἰς χθόνα Κύπρου, ἔμφρονα θυμὸν ἔχων, ὑπὲρ οἴδματος ἔτρεχε δελφὶς, ἑζομένην λοφίῃσιν ἐλαφρίζων Ἀφροδίτην. Οἵ τ' ἔχον Ὑλάταο πέδον, καὶ ἐδέθλια Χυτροῦ, καὶ Τάμασον, καὶ Τέμβρον, Ἐρύσθειάν τε πολίχνην,
And the Cyprian phalanxes were marshalled by Agapenor and fair-haired Lapethus; and many armed themselves, both those who held Sphecia, the sea-beaten rim of an island, Cyprus, the god-receiving island of fair-winged Loves, bearing the name of self-born Cypris, whose headlands of Cyprus Nereus once traced round with the deep-sea point of his trident, rounding its shape like a dolphin of matching form. For when prolific heavenly dew, streaming with male gore, shaped the birth-foam and travailed with the Paphian goddess, towards the land of horned Cyprus a dolphin, having a prudent heart, coursed over the swell, bearing lightly upon its crest seated Aphrodite; and those who held the plain of Hylates, and the foundations of Chytrus, and Tamasus, and Tembrus, and the town of Erysthea,