Migne Reading Room

PG 43 · cols. 96–105 · Read from the page

Ancoratus (Ἀγκυρωτός)

Ancoratus (Ἀγκυρωτός)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:96Read from the page
λιοῦται; πῶς δὲ τὸ κτιζόμενον γεννᾶται; Εἰ γὰρ κτιστόν, οὐ γεννητόν· ἡμεῖς γὰρ ἃ γεννῶμεν οὐ κτίζομεν, καὶ ἃ κτίζομεν οὐ γεννῶμεν· ἐσμὲν γὰρ κτιστοὶ, καὶ τὰ ὑφ' ἡμῶν γεννώμενα κτιστά. Ἐν Θεῷ δὲ τῷ ἀκτίστῳ, τὸ γέννημα οὐ κτιστόν· εἰ γὰρ ἐγέννησεν, οὐκ ἔκτισεν· εἰ δὲ μετὰ τὸ κτίσαι πάλιν γεγέννηκε, πῶς ἄρα τὸ πρῶτον κτισθὲν ὕστερον γεννᾶται; Εἰ τοίνυν περὶ αὐτοῦ ἐστι τὰ λεγόμενα, εἰς τὴν ἔνσαρκον οἰκονομίαν πληροῦται. Καὶ διὰ τοῦτο τὰ ἐγγύτερα πρῶτον λέγει, καὶ τὰ ἀρχαιότερα ὕστερον διηγεῖται. Πεῖσαι γὰρ ἀνθρώπους τοὺς ἐγγυτάτω βουλόμενος, ἀπὸ σαρκὸς ἄρχεται· ἀρχὴ γὰρ ὁδῶν τῆς δικαιοσύνης τοῦ Εὐαγγελίου τὸ, Σὰρξ ἡμῖν ὁ Λόγος ἐν Μαρίᾳ ἐγένετο, ψυχή τε ἐν τῇ αὐτῆς σαρκὶ τεθεμελίωται· ἵνα τὰ ἀνώτερα ὕστερα δείξῃ. Λέγομεν δὲ ἐκ κόλπων πατρῴων ἀπὸ τῶν οὐρανῶν γενέσθαι ἐπὶ τὴν γῆν· ἐπεὶ ἦλθεν ἡμῖν ὕστερον τὴν πᾶσαν οἰκονομίαν τελέσας. Οὐκ ἄρα τοίνυν κτιστὸς ὁ Λόγος, μὴ γένοιτο! καὶ οὐδὲν σκολιὸν γεννήσειεν ἡ θεία Γραφὴ εἰς οὐδὲν τὸ παράπαν.
founded? And how is that which is being created begotten? For if it is created, it is not begotten; for the things that we beget we do not create, and the things that we create we do not beget; for we are created beings, and the things begotten by us are created. But in God the uncreated, the Offspring is not created; for if He begot, He did not create; and if after creating He has begotten again, how then is that which was first created afterwards begotten? If, therefore, the things spoken concern Him, they are fulfilled with respect to the incarnate dispensation. And on this account He speaks first of the things nearer at hand, and relates afterwards the more ancient things. For wishing to persuade men who are close at hand, He begins from the flesh; for the beginning of the ways of the righteousness of the Gospel is this: The Word became flesh for us in Mary, and a soul was founded in her flesh, so that He might show the higher things afterwards. And we say that He came to be upon the earth from the paternal bosom out of the heavens, since He came to us afterwards, having accomplished the whole dispensation. The Word, then, is certainly not created—far be it!—and divine Scripture would bring forth nothing crooked for any purpose whatsoever.
ΜΔʹ. Ἀλλὰ καὶ φύσει παρὰ τοῖς ἑρμηνευταῖς οὐχ οὕτως ἐκδέδοται ἡ λέξις. Ἀκύλας μὲν γάρ φησι· Κύριος ἐκτίσατό με· ἐπειδήπερ ἐν τῷ Ἑβραϊκῷ λέγει· Ἀδωναῗ καναῗ· ὅπερ τοῦτο ἑρμηνεύεται, ὅπερ εἰρήκαμεν. Καὶ ἡμεῖς δὲ κατὰ τὴν συνήθειαν λέγομεν περὶ τῶν γενομένων, Ἐκτίσατο τέκνα. Ἀλλ' οὐδὲ οὕτω τὴν δύναμιν τῆς ἑρμηνείας ἐσφράγισε. Τὸ γὰρ Ἀδωναῗ καναῗ, καὶ οὕτω δύναται ἑρμηνεύεσθαι, Κύριος ἐνόσσευσέ με. Καὶ διὰ τοῦτο ὁ Πέτρος σαφῶς διαγορεύει λέγων· Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Οὐκ εἶπε τὸν ἄνωθεν Θεὸν Λόγον, ἀλλά, τοῦτον τὸν ὄντα τὴν σάρκα, τὴν τῷ ἄνωθεν Λόγῳ ἐν γαστρὶ Μαρίας συνειλημμένην· τοῦτον δὲ λεγόμενον διὰ τὸν ἀπὸ Μαρίας Κυριακὸν ἄνθρωπον· ἐν τούτῳ γὰρ καὶ τὸ ἀποκτιζόμενον πληροῦται, ὥς φησι Πέτρος· Θανατωθεὶς σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι· καὶ πά-
Chapter XLIV. Yet even by the very nature of the text among the translators, the expression has not been rendered thus. For Aquila says: The Lord created me; seeing that in the Hebrew it says: Adonai kanai; which is translated by that very phrase we have mentioned. And we ourselves likewise in ordinary speech say concerning children that have been born, He gat children. Yet not even so has this sealed the force of the rendering. For Adonai kanai can also be translated thus: The Lord nested me. And on this account Peter clearly proclaims, saying: This Jesus, whom you crucified (Acts 2:36). He did not say God the Word from above, but this One who is the flesh conceived together with the Word from above in the womb of Mary; and called this One by reason of the Lordly man born from Mary; for in Him also that which is spoken of as created anew is fulfilled, as Peter says: Put to death in the flesh, but made alive in the spirit (1 Pet. 3:18); and a-
PG 43:97Read from the page
λιν· Χριστοῦ οὖν ὑπὲρ ἡμῶν παθόντος σαρκί· καὶ πάλιν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὥς φησι Παῦλος. Καὶ αὐτὸς ὁ Σωτὴρ ἔλεγεν ἐν τῷ Εὐαγγελίῳ· Νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, καὶ ἤκουσα παρὰ τοῦ Πατρὸς, ἵνα δείξῃ τὸ πάθος ἀπὸ τῆς ἀνθρωπότητος, αὐτὸν δὲ εἰδέναι φυσικὸν Υἱὸν τοῦ Πατρὸς ἀπὸ τῶν ἄνωθεν. Συνάδει δὲ καὶ τούτῳ τῷ λόγῳ φάσκων ὁ ἅγιος ἀπόστολος Παῦλος· Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός· ὃς οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Ὁρᾷς ὡς ἄνθρωπον αὐτὸν ἀπεφήνατο, ἀλλ' οὐ ψιλόν; Τὸ γὰρ, Μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἐπειδὰν τοῖς ἑκατέροις μεσιτεύει πρὸς τὸν Πατέρα αὐτοῦ, Θεὸς ὢν φύσει γνήσιος γεγεννημένος. Πρὸς δὲ τοὺς ἀνθρώπους, ἄνθρωπος φυσικὸς, γνήσιος ἐκ Μαρίας δίχα σπέρματος ἀνδρὸς γεγεννημένος. Οὕτω γάρ ἐστι Μεσίτης Θεοῦ καὶ ἀνθρώπων, Θεὸς ὢν, καὶ ἄνθρωπος γεγονὼς, οὐ τραπεὶς τὴν φύσιν, ἀλλὰ κατὰ ἑκάτερα πρὸς τὰ ἀμφότερα μεσιτεύων.
gain: Since Christ therefore suffered for us in the flesh (1 Pet. 4:1); and again: Of whom is the Christ according to the flesh (Rom. 9:5), as Paul says. And the Saviour Himself used to say in the Gospel: But now you seek to kill Me, a man who have spoken the truth to you, and I heard it from the Father (John 8:40), so that He might show that the passion stems from His humanity, and that they might know Him to be the natural Son of the Father from above. And the holy Apostle Paul agrees with this teaching when he declares: One God, and one Mediator between God and men, the man Jesus Christ; who deemed it not robbery to be equal with God, but emptied Himself, taking the form of a servant (1 Tim. 2:5; Phil. 2:6-7). Do you see how he pronounced Him to be a man, yet not a mere man? For He is called Mediator between God and men inasmuch as He mediates for both parties towards His Father, being by nature God genuinely begotten; and towards men, a natural man genuinely begotten from Mary apart from a man's seed. For thus He is Mediator between God and men, being God and having become man, not altered in nature, but in each respect mediating between both.
ΜΕʹ. Ἀλλὰ καὶ πάλιν ἀμαθῶς φασιν· Ὁρᾷς ὅτι οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ; καὶ οὐδὲ τὴν κλῆσιν οἴδασιν οἱ φιλόνεικοι. Οὐ γὰρ εἶπεν, Οὐκ ἠθέλησε γενέσθαι ἴσος Θεῷ δι' ἁρπαγμοῦ· ἀλλ', Οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἶσα Θεῷ, τὸ Θεοῦ εἶναι φύσει, ὅτι ἦν. Εἰ μὴ γὰρ ἦν, πῶς μορφὴν δούλου ἔλαβε; Καὶ τὸ πρόσφατον ἐσήμανε, καὶ ἐκ τούτου τὴν ὑπερβολὴν θαυμάζων ἐδείκνυτο· καίπερ ὢν ἴσος Θεῷ, ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, οὐχ ἵνα τὸ ἐλεύθερον δουλώσῃ, ἀλλ' ἐν ᾗ μορφῇ ἔλαβε τοὺς ὑπακούοντας δούλους ἐλευθερώσῃ. Καὶ μαρτυροῦσιν Ἰουδαῖοι ὅτι οὐκ ᾐδεῖτο λέγειν ἴσος Θεῷ, οὐδὲ ἐδίσταζεν, ἀλλὰ ἀπὸ τοῦ θαῤῥαλεώτερον οὕτω δεικνύειν ἐν τῷ λέγειν· Ἐὰν μὴ εἴπω, ἔσομαι καθ' ὑμᾶς ψεύστης· καὶ διὰ τοῦτό φασι πρὸς αὐτόν· Δι' ἀγαθὸν ἔργον οὐκ ἀποκτείνομέν σε, ἀλλ' ὅτι ἄνθρωπος ὢν σεαυτὸν ποιεῖς ἴσον Θεῷ Ἀλλά φασιν· Εἰ ὀφείλομεν τὰ τροπικὰ αὐτοῦ ὁμολογεῖν, καὶ πολλὰ τροπικὰ εἴρηκεν ἡ Γραφὴ, καὶ οὐ δεῖ ἀρνεῖσθαι τὰ εἰς αὐτὸν αἰνιγματωδῶς εἰρημένα, ὅτι καὶ θύρα κέκληται, καὶ λίθος εἴρηται, καὶ στύλος, καὶ νεφέλη, καὶ λέων, καὶ πρόβατον, καὶ λύχνος, καὶ λαμπὰς, καὶ ἥλιος, καὶ ἄγγελος, καὶ σκώληξ, καὶ πέτρα, καὶ ἀκρογωνιαῖος, καὶ ὁδὸς, καὶ ταῦρος, καὶ μόσχος, καὶ τὰ τοιαῦτα δηλονότι. Καὶ ἡμεῖς οὐκ ἀρνούμεθα τὰ εἰς αὐτὸν αἰνιγματωδῶς πεπληρωμένα· οἴδαμεν δὲ δι' ἣν αἰτίαν ταῦτα γέγραπται· ὁδὸς, ὅτι δι' αὐτοῦ βαδίζομεν πρὸς τὴν βασιλείαν, πρὸς αὐτὸν, καὶ τὸν Πατέρα· θύρα δὲ, ὅτι δι' αὐτοῦ εἰσερχόμεθα· στύλος, ὅτι αὐτός ἐστι τῆς ἡμετέρας πίστεως ἑδραίωμα· πέτρα, διὰ τὸ ἀμετακίνητον· λίθος, τὸ τεθεμελιωμένον· ἥλιος δικαιοσύ-
Chapter XLV. Yet once again they ignorantly say: Do you see that He deemed it not robbery to be equal with God (Phil. 2:6)? And the contentious do not even understand the expression itself. For he did not say, He did not wish to become equal with God through robbery; but, He deemed it not robbery to be equal with God, that is, to be of God by nature, because He already was so. For if He were not so, how did He take the form of a servant (Phil. 2:7)? And he indicated what was recent, and thereby showed his wonder at its surpassing greatness: though He was equal with God, He emptied Himself, taking the form of a servant, not so as to enslave what was free, but so that in the form which He took He might set free the obedient servants. And the Jews bear witness that He was neither ashamed nor hesitant to declare Himself equal with God, by showing this all the more boldly in saying: If I do not say so, I shall be a liar like you (John 8:55); and for this reason they say to Him: For a good work we do not kill you, but because, being a man, you make yourself equal with God (John 10:33). Yet they say: If we ought to acknowledge the figurative expressions applied to Him—and Scripture has spoken many things figuratively, nor must one deny the things spoken of Him enigmatically, since He has been called door, and spoken of as stone, and pillar, and cloud, and lion, and sheep, and lamp, and torch, and sun, and angel, and worm, and rock, and cornerstone, and way, and bull, and calf, and suchlike manifestly—we too do not deny the things fulfilled in Him enigmatically, yet we know the reason why these things have been written: way, because through Him we walk towards the kingdom, towards Him and the Father; door, because through Him we enter; pillar, because He Himself is the stay of our faith; rock, because of His immovability; stone, as that which has been laid as a foundation; sun of righteous-
PG 43:100Read from the page
νης, ὁ καταυγάσας τὰς ἡμετέρας σκοτισθείσας διανοίας.
ness, who has illuminated our darkened minds.
ΜϚʹ. Εἶτά φασιν· Ὅτι γέγραπται περὶ αὐτοῦ ὅτι κτίσμα ἐστὶν, ὁμολογεῖν δεῖ καὶ τὸ κτίσμα. Ἰδοὺ κἀγὼ διηγησάμην μέρος τι τῶν χρήσεων τῶν διὰ τῶν αἰνιγμάτων αὐτοῦ εἰς ἡμᾶς πεπληρωμένων. Εἴπωσιν ἡμῖν ἐν τῷ λέγειν αὐτὸν κτίσμα, τί χρησιμεύει; Οὐ θύρα εἰκότως εἴρηται τροπικῶς, ἵνα γένηται εἴσοδος ἡμῶν καὶ ὠφέλεια; καὶ ὁδὸς, ἵνα δι' αὐτοῦ βαδίζοντες μὴ πλανηθῶμεν; Κτίσμα διὰ τί ἡμῖν γίνεται; Τί ἡμᾶς ὠφελεῖ; Ναὶ, φησὶν ὁ κενόδοξος φιλονεικῶν· εἰ μὴ γὰρ αὐτὸν εἴπῃς κτίσμα, τῷ Πατρὶ πάθος περιτίθης· πᾶς γὰρ γεννῶν (πάθη) πάθη περιβέβληται· ἢ γὰρ συστέλλεται, ἢ πλατύνεται, ἢ ἁπλοῦται, ἢ ἀποῤῥοίη, ἢ ὀγκοῦται, ἤ τι τῶν τοιούτων. Φεῦγε τῆς τοιαύτης διανοίας πονηρᾶς οὔσης, καὶ οὐκ ἀληθεστάτης. Τίς ταῦτα περὶ Θεοῦ διανοηθήσεται; ποία δὲ ὑπόνοια τοιαῦτα τολμήσει; Δηλονότι οὐδεὶς οὐδὲ τῶν δαιμόνων τοιοῦτον διανοηθήσεται. Κἂν τις ὁμολογεῖ τὸν Πατέρα, πιστεύει αὐτὸν τὸν Υἱὸν ἐν ἀληθείᾳ γεγεννηκέναι· οὐ γὰρ ὄγκοις περιφέρεται τὸ Θεῖον, οὐδὲ σῶμά ἐστιν ἔγκυον, ἵνα ὑπομείνῃ τὰ προειρημένα· Πνεῦμα γὰρ ὁ Θεός· πνεῦμα δὲ ῥύσιν οὐχ ὑφίσταται, οὐ τομὴν, οὐ στολὴν, οὐ μείωσιν, οὐχ ἅπλωσιν, οὔτε τι τῶν τοιούτων. Καθὸ τοίνυν ὁ Πατὴρ πνεῦμά ἐστι, τὸν Υἱὸν Θεὸν Λόγον γεγέννηκε πνευματικῶς, ἀχρόνως, ἀκαταλήπτως καὶ ἀνάρχως.
Chapter XLVI. Next they say: Since it is written concerning Him that He is a creature, one must also confess the creature. Behold, I too have set forth some part of the uses fulfilled for us through the enigmatic sayings concerning Him. Let them tell us what benefit it serves to call Him a creature. Has He not rightly been called a door figuratively, that He may become our entrance and benefit; and a way, that walking through Him we may not go astray? Why does He become a creature for us? What does it profit us? Yes, says the vainglorious wrangler: for unless you call Him a creature, you attribute passion to the Father; for everyone who begets is encompassed by passions (passions): for either he is contracted, or broadened, or spread out, or suffers efflux, or swells in bulk, or undergoes something of that sort. Flee from such a notion, which is wicked and utterly untrue! Who will conceive such things concerning God? Or what sort of surmise will dare to think such things? Manifestly not even one of the demons will conceive such a thing. And if anyone confesses the Father, he believes that He has begotten the Son in truth; for the Divine does not move about in bodily masses, nor is He a pregnant body so as to undergo the things mentioned above; for God is Spirit (John 4:24), and spirit undergoes no flux, no severance, no contraction, no diminution, no expansion, nor anything of the kind. Inasmuch, therefore, as the Father is spirit, He has begotten the Son, God the Word, spiritually, timelessly, incomprehensibly, and without beginning.
ΜΖʹ. Ἵνα δὲ τούτους πείσωμεν τοὺς ταῦτα νοοῦντας, οὐχ ὅμοια μὲν φάσκοντες, ἀφ' ὁμοίων δὲ τῶν αὐτῶν ἀποστρέφοντες κακὴν ἀπολογίαν, εἴπωμεν· Κτίσμα ἐστὶ τὸ ἀπείρως καὶ μυριονταπλασίως τοῦ αὐτοῦ Δεσπότου ἀποδέον. Καὶ πολλοί τινες ἐν ἐρήμῳ ἐνδεόμενοι πυρὸς, γεμίσαντες ὕδωρ ἐν ἄγγει ὑελίνῳ, καὶ ὕλην προσενέγκαντες εὐθυφλόγιστον ἐκ λίνου ἢ ἐκ στυππείου πεποιημένην, ἵστανται ἀντικρὺ τοῦ ἡλίου τῆς μαρμαρυγῆς, ἀπὸ τῆς ὑέλου καταυγαζούσης εἰς τὴν ὑποκειμένην ὕλην, καὶ εὐθὺς ἀπὸ τοῦ πυρὸς τοῦ ἡλίου λαμβάνεται, καὶ ἐξάπτει τὸ πῦρ. Ἆρα τέμνεται ὁ ἥλιος διὰ τῆς μετοχῆς τῆς οὐσίας; Ἆρα ἐνέλειψεν; Ἆρα ἐμειώθη; Οὐχὶ, φασίν. Εἰ τοίνυν κτίσμα ὢν οὐκ ἐμειώθη, πόσῳ γε μᾶλλον ὁ ἄπειρος καὶ ἀκατάληπτος καὶ ἄχραντος ὢν Θεὸς, ἐξ ἑαυτοῦ γεννήσας, πνεῦμα ὢν, Θεὸν Λόγον, ἄφραστον καὶ ἀκατάληπτον καὶ ἄφθαρτον ἐν ἀφθαρσίᾳ ἐγέννησεν, οὐ διὰ πάθους, οὐ διὰ τομῆς, οὐ δι' ἐλλείψεως, ἀλλὰ τέλειος τέλειον ἐν τελειότητι; Καὶ ἡ μὲν τοῦ πυρὸς φύσις πολλοὺς λύχνους ἅπτει ἀπὸ ἑνὸς, καὶ ὁ πρῶτος ὑπάρχων οὐκ ἐμειώθη. Πάλιν δὲ δύναται ἡ αὐτὴ οὐσία ἐκ πολλῶν μερικῶν εἶναι, φημὶ δὴ λύχνων ἢ λαμπάδων. Ἀλλ' οὐχ οὕτω τὸ Θεῖον, μὴ γένοιτο! Οὐ πάλιν γὰρ ἦλθεν ὁ Λόγος, καὶ συναλοιφὴν τῷ
Chapter XLVII. And in order that we may persuade those who entertain these thoughts—not indeed asserting that the things are alike, yet turning back their wicked defence by means of things that have some likeness—let us say: A creature is that which falls infinitely and ten-thousandfold short of its own Master. Now many people in a desert who lack fire fill a glass vessel with water, and bringing up readily ignitable tinder made of flax or tow, set it opposite the radiance of the sun, while the glass shines down upon the underlying matter, and immediately it catches from the fire of the sun and kindles the flame. Is the sun severed through this participation in its substance? Has it failed? Has it been diminished? By no means, they say. If, then, though it is a creature, it was not diminished, how much more did the infinite, incomprehensible, and undefiled God, being spirit, in begetting from Himself, beget God the Word—ineffable, incomprehensible, and incorruptible—in incorruptibility, not through passion, not through severance, not through deficiency, but as One perfect begetting One perfect in perfection? Moreover, the nature of fire kindles many lamps from a single one, and the first remains undiminished; and conversely, the same substance can be formed out of many particular ones, I mean lamps or torches. Yet not so is the Divine—far be it! For the Word did not come back again and produce a coalescence with the
PG 43:101Read from the page
Πατρὶ εἰργάσατο· ἀλλ' ὁ Πατὴρ Πατήρ ἐστι, καὶ ὁ Υἱὸς Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα Πνεῦμα ἅγιον.
Father; rather, the Father is Father, and the Son is Son, and the Holy Spirit is Holy Spirit.
ΜΗʹ. Μωρὸν γὰρ τὸ παρὰ τοῖς Μανιχαίοις εἰρημένον, ὅτι ἐν τῷ νοῒ τοῦ Μάνη αἱ ψυχαὶ ἀπὸ τοῦ στύλου τοῦ φωτὸς γενόμεναι ἓν σῶμά ἐστι, καὶ λυόμεναι ἀπὸ τῶν σωμάτων, αὖθις ἀναπλάττονται τῇ μιᾷ οὐσίᾳ ὡς εἰς τὸν ἕνα στύλον, κατὰ τὸ μυθῶδες αὐτῶν τοῦ πλάσματος. Ἀλλ' οὐχ οὕτως ἔδειξε τὸ Εὐαγγέλιον· ἀλλ' ἔκλασεν ἀπὸ πέντε ἄρτων, καὶ ἐχόρτασε πεντακισχιλίους, καὶ οὐκ ἀφῆκεν αὐτῶν τὰ περισσεύματα, ἀλλὰ, Συναγάγετε, φησὶ, καὶ μηδὲν ἀπολίπητε τῶν κλασμάτων· καὶ συνήγαγον δώδεκα κοφίνους· καὶ εἰς τὰς μὲν θήκας ὁμοῦ συνήγαγον, τὰ δὲ κλάσματα αὖθις. οὐκ εἰς συνάφειαν ἄρτων ὡς ἦσαν ἐποίησε. Συνήγαγον μὲν τὸ πλῆθος, ἀλλ' εἰς πολλὰ κλάσματα, εἰς μίαν δὲ συναγωγὴν ἔδειξε κοφίνων. Καὶ οὐ καθ' ὑπόθεσιν θεωρίας ἡμεῖς τοῦτο ἠλληγορήσαμεν, καὶ τὸ προειρημένον τοῦ ἡλίου ὑπόδειγμα. Οὐ γὰρ τοὺς ἄρτους ψυχὰς λέγομεν, οὔτε κλάσματα, μὴ γένοιτο! οὔτε τὸν Θεὸν ἐξισοῦμεν τῷ ἡλίῳ ὑπ' αὐτοῦ ἐκτισμένῳ, οὔτε τὸν Μονογενῆ αἴγλῃ τῇ ὑπὸ τοῦ ἡλίου εἰς τὸ στυππεῖον πεμπομένῃ. Κατὰ δὴ τὸ ὅμοιον καὶ ψυχαὶ αἱ γεννηθεῖσαι οὐ συνάπτονται εἰς μίαν συναλοιφήν, μὴ γένοιτο! ἀλλ' εἰς τὰς τοῦ Θεοῦ μονὰς τὰς γεγραμμένας, ὅτι Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί· οὐκ εἰς ἕνα δὲ βουνὸν γενόμεναι, ἀλλ' ἑκάστου ἰδιαζόντως ἀριθμουμένους. Οὐδὲ ἐν τῷ λέγειν γεγεννηκέναι τὸν Θεὸν τὸν μονογενῆ αὐτοῦ Υἱὸν, πάθος αὐτῷ προσάπτομεν, κατὰ τὴν ἐκείνων κακὴν βλασφημίαν. Πᾶς γὰρ γεννῶν ἐμπαθῶς κάμνει· καὶ οὐ χρὴ οὔτε κτίσμα λέγειν οὔτε γέννημα, κατὰ τὸν ἐκείνων λόγον, ἵνα μὴ δῶμεν Θεὸν κάμνοντα ἢ πάσχοντα. Πόθεν οὖν εὕραμεν τὸν Υἱὸν, ἢ διὰ τί ὄνομα Θεοῦ ἔχει; Οὗτοι δὲ συλλογισμοὶ ἀνθρώπων, καὶ ἀπὸ γηΐνων φρονημάτων ὁρμώμενοι. Τὰ γὰρ ἡμῶν πάθη τῶν ἀνθρώπων εἰς Θεὸν ἀθέμιτόν ἐστι λογίζεσθαι, τοῦ Θεοῦ σαφῶς λέγοντος· Οὐχ ὡς αἱ διάνοιαι ὑμῶν ἡ διάνοιά μου. Καὶ πάλιν· Οὐχ ὡς ἄνθρωπος, οὕτω καὶ Θεός.
Chapter XLVIII. For foolish is what is asserted among the Manichaeans, that in the mind of Manes the souls that came into being from the pillar of light form one body, and upon being released from bodies are fashioned anew in the single substance as into that one pillar, according to the mythical tale of their fabrication. Yet the Gospel did not show things to be so; rather, He broke from five loaves and satisfied five thousand, and did not leave behind what remained over from them, but says, Gather them up, and leave behind nothing of the fragments; and they gathered twelve baskets (John 6:12-13). And into the receptacles indeed they gathered them together, whereas the fragments themselves He did not join back again into whole loaves as they were before. They gathered the multitude together, yet into many fragments, while He showed them brought into a single gathering of baskets. Nor have we allegorized this—or the aforesaid illustration of the sun—by way of speculative hypothesis. For we do not call the loaves or the fragments souls—far be it!—nor do we equate God with the sun created by Him, nor the Only-begotten with the ray sent forth by the sun into the tow. In like manner too, the souls that have been brought into being are not joined into a single coalescence—far be it!—but pass into the mansions of God of which it is written, In the Father's house are many mansions (John 14:2); not gathered into a single heap, but with each one numbered individually. Nor, in saying that God has begotten His only-begotten Son, do we attach passion to Him, according to their wicked blasphemy. For everyone who begets passibly labours; and by their reasoning one ought to call Him neither creature nor offspring, lest we posit a God who labours or suffers. Whence, then, have we found the Son, or why does He bear the name of God? These are human syllogisms, springing from earthly ways of thinking. For it is unlawful to impute our human passions to God, when God clearly says: My thought is not as your thoughts (Isa. 55:8-9). And again: Not as man, so also is God (1 Sam. 15:29; 16:7).
ΜΘʹ. Τοίνυν παυσάσθωσαν ἀπὸ τῆς βλασφημίας, καὶ μαθέτωσαν παρὰ τοῦ Πατρὸς τοῦ λέγοντος· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Πάλιν ὡς ἐπὶ μελλόντων λέγει· Εἰ γὰρ ὁ Υἱός μου ὁ ἀγαπητὸς, ὃν ἐξελεξάμην. Καὶ τότε ἐν τοῖς ᾌσμασιν, Ἐκλελογισμένος ἀπὸ μυριάδων.
Chapter XLIX. Let them therefore cease from their blasphemy, and let them learn from the Father who says: This is My beloved Son, in whom I am well pleased (Matt. 17:5). Again, as though addressing those who hesitate, He says: For thou art My beloved Son, whom I have chosen (cf. Isa. 44:2; Matt. 12:18). And then in the Song of Songs: Chosen out from ten thousands (Cant. 5:10).
PG 43:104Read from the page
Πόθεν οὖν ἐκλογὴ γίνεται, λεγέτωσαν. Νομίζουσι γὰρ οἱ ληρώδεις ἐν τῷ εἰπεῖν, ἐξελεξάμην, κατὰ χάριν αὐτὸν Υἱὸν καλεῖσθαι, καὶ οὐ κατὰ φύσιν. Δειξάτωσαν τίς αὐτῷ ὅμοιος, ἵνα τοὺς πάντας δοκιμάσας, ἐκεῖνον ἐκλέξηται. Εἰ γὰρ Υἱός ἐστι μονογενὴς, οὐκ ἔστι τις ἴσος αὐτοῦ, οὔτε ἀντιπαράθετος ὅμοιος ὢν τῷ Υἱῷ ἐν υἱοῖς Θεοῦ. Τούτους γὰρ οἶδε κατὰ χάριν, ἐκείνῳ δὲ μὴ δυνάμενόν τινα ἐξισοῦσθαι, τῷ εἶναι αὐτὸν φυσικῶς Υἱόν. Φανερὸν γὰρ πόθεν ἐκλελογισμένον, καὶ πόθεν ἐκλογή· ὅτι πολλαὶ μυριάδες ἐπὶ τῆς γῆς ἦσαν, καὶ Μαρία μόνη εὗρε χάριν, καὶ ἐν αὐτῇ ἐξελέξατο τὴν ἁγίαν σάρκα, διὰ τοῦτο, ἐφ' ἣν ηὐδόκησεν, ὡς καὶ Δαβὶδ λέγει ἐκ προσώπου τῶν ἀποστόλων τῶν εἰς τὸν Κύριον πεπιστευκότων, καὶ κατὰ χαρᾶς τοῖς ἔθνεσι τὴν αὐτοῦ χάριν ὑποδεικνυόντων, Ὅτι ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησε, τουτέστι τὸ ἀκραιφνὲς τῆς καλλονῆς αὐτοῦ, ὅλου τοῦ Ἰακὼβ τὴν καλλονήν, τὴν σάρκα τὴν ἀπὸ Μαρίας διὰ Πνεύματος ἁγίου ἐκλελεγμένην. Τὸ γενόμενον τῆς οἰκονομίας τῆς σαρλὸς πρὸς Ἰωάννην τὸν Βαπτιστὴν ἔδειξεν ἄνωθεν ὁ Πατήρ· ηὐδόκησε γὰρ ὁ Πατὴρ ἐν τῇ ἐνσάρκῳ τοῦ Χριστοῦ παρουσίᾳ· ἡ δὲ θεότης ἀπείρως ἔχει τῆς φύσεως.
Whence, then, does election arise? Let them say. For those foolish people suppose, from the words I have chosen, that He is called Son by grace and not by nature. Let them point out who is like Him, so that after testing them all He might choose Him. For if He is the only-begotten Son, there is no one equal to Him, nor any counterpart like unto the Son among the sons of God (Ps. 88:7). For Scripture knows those who are sons by grace, whereas none can be equated with Him, because He is Son by nature. For it is plain whence comes chosen, and whence election: because there were many myriads upon the earth, and Mary alone found grace (Luke 1:30), and on that account He chose in her the holy flesh in which He was well pleased, even as David also says in the person of the apostles who had believed in the Lord and with joy pointed out His grace to the nations: Because He has subdued peoples to us, and nations under our feet; He chose for us the beauty of Jacob which He loved (Ps. 46:4-5), that is, the pure perfection of His beauty, the beauty of all Jacob, namely the flesh chosen from Mary through the Holy Spirit. What came to pass in the dispensation of the flesh the Father showed from above unto John the Baptist; for the Father was well pleased in the incarnate coming of Christ, whereas the Godhead is infinite in nature.
Νʹ. Λέγει δὲ αὐτὸν ὁ Ἀπόστολος καὶ Υἱὸν ἀγάπης· Ὃς ἐῤῥύσατο ἡμᾶς, φησὶ, ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ. Καὶ (οἱ νοοῦντες) ἐνταῦθα, μὴ νοοῦντες τὴν λέξιν, κατὰ προκοπὴν ἀγάπης Θεοῦ εἶναι τὸν Υἱόν φασι· καὶ οὐκ ἴσασιν οἱ ἀμαθεῖς τὴν ἀντιπαράθεσιν τοῦ λόγου. Ἐν ἄλλῳ γὰρ τόπῳ, φησὶν ὁ Ἀπόστολος, ὅτι Θεὸς ἠγάπησεν ἡμᾶς ἐν Χριστῷ. Ἀληθῶς γὰρ Υἱὸς ἀγαπητὸς ὁ μονογενής· ἐπειδὴ ἀγάπη ὁ Πατὴρ, ἀγάπη ὁ Υἱὸς, ἐπειδὴ ἀγάπη ἐξ ἀγάπης ἐστίν. Υἱὸς οὖν ἐστιν ἀγάπης δι' ἡμᾶς καὶ δι' αὐτὸν, ὅτι ἐν αὐτῷ ἠγάπησεν ἡμᾶς, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ παρέδωκεν ὑπὲρ ἡμῶν. Οὔτε οὖν κάμνει ἐργαζόμενος, οὔτε πάσχει γεννῶν. Καὶ μὴ μάτην ἐπισωρεύωσιν ἑαυτοῖς βλασφημίας. Εἰ γὰρ κτιστός ἐστιν ὁ Υἱὸς, οὐ προσκυνητὸς, κατὰ τὸν ἐκείνων λόγον. Μωρὸν γάρ ἐστιν κτίσιν προσκυνεῖν, καὶ ἀθετεῖν τὴν πρώτην ἐντολὴν τὴν λέγουσαν· Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. Οὐ κτιστὸς τοίνυν ὁ ἅγιος Λόγος, ὅτι προσκυνητός. Προσεκύνησαν αὐτῷ οἱ μαθηταί· προσκυνοῦσιν αὐτῷ ἄγγελοι ἐν οὐρανῷ· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ, Προσκυνησάτω σε, Κύριε, ἡ ἰσχύς μου. Ἓν δὲ πρᾶγμά ἐστι ῥητὸν καὶ σύντομον καὶ ἀναντίθετον, ᾧ τις ἀντειπεῖν οὐ δύναται. Εἰ ἔχουσι μαρτυρίαν οἱ ἐχθραίνοντες τῷ Υἱῷ τοῦ Θεοῦ δεῖξαι, ποῦ εἶπεν ὁ Πατὴρ, ὅτι Ἔκτισά μοι Υἱὸν, ἐν Παλαιᾷ καὶ ἐν Καινῇ Διαθήκῃ; ἢ ποῦ εἶπεν ὁ Υἱὸς, ὅτι Ἔκ-
Chapter L. Moreover, the Apostle also calls Him the Son of love: Who delivered us, he says, out of the power of darkness, and transferred us into the kingdom of the Son of His love (Col. 1:13). And here (the discerning!), failing to understand the expression, say that the Son exists by an advance in the love of God; and the ignorant do not know the comparison of the parallel passage. For in another place the Apostle says that God loved us in Christ (cf. Eph. 2:4; Rom. 8:39). Truly, the Only-begotten is the beloved Son: since the Father is love, the Son is love, seeing that He is love from love. He is therefore the Son of love both on our account and on His own, because in Him He loved us, and gave up His only-begotten Son on our behalf. Neither, then, does He grow weary in working, nor does He suffer in begetting. And let them not heap up blasphemies for themselves in vain. For if the Son is created, He is not to be worshipped, according to their argument. For it is foolish to worship a creature and to set aside the first commandment, which says: Hear, O Israel, the Lord your God is one Lord (Deut. 6:4). The holy Word, therefore, is not created, since He is to be worshipped. The disciples worshipped Him; angels worship Him in heaven: And let all the angels of God worship Him (Deut. 32:43; Heb. 1:6); and, Let my strength worship Thee, O Lord. And there is one plain, brief, and irrefutable point which no one can gainsay: if those who are hostile to the Son of God have any testimony to show, where did the Father say, I created a Son for Myself, in the Old and in the New Testament? Or where did the Son say, Cre-
Notes, col. 104

On the reading

Printed σαρλὸς, for σαρκὸς.

PG 43:105Read from the page
τισέ με ὁ Πατήρ; Τέσσαρά εἰσιν Εὐαγγέλια, κεφαλαίων χιλίων ἑκατὸν ἑξηκονταδύο, καὶ ἀπαρχῆς ἕως τέλους ἐλάλησεν ὁ Υἱὸς, καὶ πρὸς αὐτὸν ὁ Πατὴρ, καὶ οὐδαμοῦ εἶπεν, Ἔκτισέ με ὁ Πατὴρ, οὐδὲ ὁ Πατὴρ, Ἔκτισά μοι Υἱὸν, ἢ, Ἔκτισα τὸν Υἱόν μου.
ated Me, the Father? There are four Gospels, comprising one thousand one hundred and sixty-two chapters, and from beginning to end the Son spoke, and the Father to Him, and nowhere did He say, The Father created Me, nor did the Father say, I created a Son for Myself, or, I created My Son.
ΝΑʹ. Ἀλλά φησιν ὁ φιλόνεικος καὶ φιλόδοξος· Τί οὖν λέγεις; τὸ σῶμα ἀπὸ Μαρίας δηλονότι ἀνειλημμένον; Μαρία δὲ τί; φησὶν, ἄκτιστος ἢ κτιστός; Κτιστὸς δηλονότι, καὶ αὐτοὶ λέγομεν, γεννηθεῖσα ἐξ ἀνδρὸς καὶ γυναικός. Τὸ ἀπὸ Μαρίας οὖν τί λέγεις; προσκυνεῖς τὸν Σωτῆρα ἐν σώματι, ἢ οὐ προσκυνεῖς; Πῶς οὖν μὴ προσκυνήσω; Ἐὰν γὰρ μὴ προσκυνήσω, οὐκ ἔχω ζωήν. Ἰδοὺ οὖν κτίσμα προσκυνεῖς τὸ σῶμα. Πολλὴ δὲ φρενοβλάβεια τῶν τὰ τοιαῦτα λεγόντων. Καὶ γὰρ βασιλεὺς πορφύραν ἐνδεδυμένος, ὑπὸ πάντων προσκυνεῖται, ἆρα ἡ πορφύρα προσκυνεῖται, ἢ ὁ βασιλεύς; Εὔδηλον ὅτι ὁ βασιλεύς, συμπροσκυνεῖται δὲ αὐτῷ καὶ ἡ πορφύρα φορουμένη· ἐκδυσαμένου δὲ ταύτην τοῦ βασιλέως, καὶ εἰς τόπον θεμένου, οὐκέτι προσκυνεῖται ἡ πορφυρίς. Καθέζεται καὶ ἐν ναῷ πολλάκις βασιλεὺς ἐπὶ θρόνου ἰδίου, καὶ οἱ προσκυνοῦντες προσκυνοῦσι τὸν βασιλέα ἐν τῷ ναῷ τῷ ἰδίῳ καὶ τῷ θρόνῳ. Ἐξεγερθέντος δὲ τοῦ βασιλέως, οὐδεὶς οὔτε τὸν ναὸν οὔτε τὸν θρόνον προσκυνεῖ. Οὐδεὶς δὲ μεμηνὼς θέλων προσκυνῆσαι τὸν βασιλέα ἐν τῷ ναῷ αὐτοῦ, λέγει τῷ βασιλεῖ, Ἔξελθε ἐκ τοῦ ναοῦ σου ἵνα σε προσκυνήσω. Οὕτω γοῦν οὐδεὶς εἴπῃ τῷ Μονογενεῖ, Ἄφες τὸ σῶμα ἵνα σε προσκυνήσω· ἀλλὰ προσκυνεῖ σὺν τῷ σώματι τὸν Μονογενῆ ἄκτιστον σὺν ναῷ τῷ ἁγίῳ, ὃν ἔλαβεν ἐλθών. Καὶ οὐδεὶς λέγει τῷ βασιλεῖ, Ἀνάστα ἐκ τοῦ θρόνου σου, ἵνα σε προσκυνήσω δίχα τοῦ θρόνου· ἀλλὰ προσκυνεῖ τὸν βασιλέα σὺν τῷ θρόνῳ· καὶ γοῦν καὶ ὁ Χριστὸς προσκυνεῖται σὺν τῷ σώματι τῷ ταφέντι καὶ ἐγηγερμένῳ.
Chapter LI. Yet the contentious and vainglorious opponent says: What then do you say? Was the body manifestly taken from Mary? And what of Mary, he says—was she uncreated or created? Created manifestly, we ourselves also say, having been begotten of a man and a woman. What, then, do you say of that which comes from Mary? Do you worship the Saviour in the body, or do you not worship Him? How then could I fail to worship Him? For unless I worship Him, I have no life. Behold, then, you worship a creature, namely the body! Great is the derangement of those who speak thus. For when a king clothed in purple is worshipped by all, is it the purple that is worshipped, or the king? Plainly it is the king, while the purple worn by him is worshipped together with him; whereas once the king has taken it off and laid it in a place, the purple robe is no longer worshipped. Often too a king sits in a shrine upon his own throne, and those who worship him worship the king in his own shrine and upon his throne; yet once the king has risen, no one worships either the shrine or the throne. Nor is anyone who wishes to worship the king in his shrine so mad as to say to the king, Come out of your shrine so that I may worship you! In the same way, then, no one would say to the Only-begotten, Lay aside the body so that I may worship You; rather, one worships together with the body the uncreated Only-begotten together with the holy shrine which He took when He came. And no one says to the king, Rise up from your throne so that I may worship you apart from the throne; rather, he worships the king together with the throne; and accordingly Christ too is worshipped together with the body that was buried and raised up.
ΝΒʹ. Ἀλλά φασι· Τί οὖν λέγεις; Θέλων ἐγέννησεν ὁ Πατὴρ τὸν Υἱὸν, ἢ μὴ θέλων; Ἐπειδὴ
Chapter LII. Yet they say: What then do you say? Did the Father beget the Son willingly, or unwillingly? Since