γὰρ ἐκκενωθὲν ὄνομά σοι, φησίν· οὐκ εἶπεν, ‹ ἐκχυθὲν, › ἀλλ' ἐκκενωθὲν, ἀπ' οὐρανοῦ εἰς γῆν· ἵνα ἀπὸ γῆς εἰς Μαρίαν, καὶ ἀπὸ Μαρίας σὰρξ γενόμενος κυΐσκεται, εἰς Βηθλεὲμ γεννᾶται, ἀπὸ Βηθλεὲμ εἰς Ναζαρὲτ μεταβαίνει, ἀπὸ Ναζαρὲτ εἰς Καπερναοὺμ, ἀπὸ Καπερναοὺμ εἰς Ἱερουσαλήμ καὶ θάλασσαν ἐν τῷ βαδίζειν αὐτὸν ἐπὶ τῶν ὑδάτων, καὶ τὰ μέρη Τύρου, καὶ Ναῗν, καὶ τὴν Ἰουδαίαν καὶ Ἱεριχὼ, καὶ εἰς Βηθφαγὴ καὶ Βηθανίαν, εἰς Ἱερουσαλήμ τε τὸν ναὸν, καὶ τὸ ὄρος τῶν Ἐλαιῶν, καὶ Γεθσημανῆ, εἰς οἶκον Καϊάφα, εἰς τὸ πραιτώριον, καὶ πρὸς Ἡρώδην, εἰς τόπον Γολγοθᾶ, εἰς τὸ μνῆμα, καὶ ἕως τοῦ ᾅδου, εἰς γῆν μετὰ τὴν ἀνάστασιν, καὶ εἰς οὐρανούς. Μύρον γὰρ ἐκκενωθὲν ἀπὸ ἄγγους εἰς ἄγγος, πάντα τὰ ἄγγη μυρίζει. Καὶ Χριστοῦ ἡ παρουσία ἀπ' οὐρανοῦ ὅλην τὴν γῆν ἡγίασε, τοὺς αὐτὸν λαμβάνοντας ἐν ἀληθείᾳ· ὁ ὄρος ὢν, ὡς ἐν τῷ Δανιὴλ, καὶ μέγα ὄρος· Λίθος τεμνόμενος ἄνευ χειρῶν, ἄνευ σπέρματος ἀνδρὸς ὑπαινιττόμενος· τὸ μεῖζον αὖθις μικρὸν εὑρισκόμενον· λίθος πάλιν ἀναλαμβάνων τὸ μέγεθος, καὶ γινόμενος αὖθις ὄρος μέγα· καὶ ὅτι τὸ ὄρος οὐκ ἔνι τόπῳ, ἀλλὰ πληρῶν ἅπασαν τὴν οἰκουμένην. Οὗτος ὁ σοφία ὢν, καὶ γενόμενος ἄνθρωπος, ἐπεκτείνων ἑαυτοῦ τὴν δύναμιν τῷ κόσμῳ, ἵνα πληρώσῃ τὴν οἰκουμένην χάριτος, προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ. Ἐπεὶ σοφία ὢν τοῦ Πατρὸς, καὶ διδάσκων ἀνθρώπους λαλεῖν, καὶ ἀνθρώποις διαρθρώσας γλῶσσαν, καὶ φυτεύσας τὸ οὖς τοῖς ἀκούουσι, πῶς οὐκ ᾔδει καλεῖν πατέρα ἢ μητέρα; λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκύλα Σαμαρείας, καὶ τὰ ἑξῆς. Ἀλλ' ἐπειδὴ γεννηθεὶς ἀπὸ κοιλίας, εὐθὺς λαλῶν, εἰ ἐδείκνυτο, καὶ καθαρῶς οἷα δὴ ἀρτίπαις ἐφθέγγετο, φαντασία ἂν ἐνομίσθη, καὶ οὐκ ἀληθὴς, ἢ μᾶλλον δοκήσει ἡ ἔνσαρκος αὐτοῦ κύησις. Διά τοι τοῦτο ὑπομένει τὸ ὀλίγον τῆς ἡλικίας, ἵνα μὴ ἀφανίσῃ τὸ ἀληθὲς τῆς ἀκολουθίας.
for Thy name is poured out, it says; it did not say, spilled forth, but emptied out, from heaven unto earth: so that from earth into Mary, and from Mary becoming flesh He is conceived, is born at Bethlehem, passes from Bethlehem to Nazareth, from Nazareth to Capernaum, from Capernaum to Jerusalem and the sea in His walking upon the waters, and the parts of Tyre, and Nain, and Judaea and Jericho, and to Bethphage and Bethany, and into Jerusalem to the temple, and the Mount of Olives, and Gethsemane, to the house of Caiaphas, to the praetorium, and before Herod, to the place Golgotha, to the tomb, and as far as Hades, to earth after the resurrection, and into the heavens. For ointment emptied out from vessel into vessel makes all the vessels fragrant. And the coming of Christ from heaven sanctified the whole earth, namely those who receive Him in truth; He Who is the mountain, as in Daniel, and a great mountain: a stone cut without hands, hinting covertly at birth without the seed of man; that which is greater found in turn small; a stone taking up its greatness again, and becoming in turn a great mountain; and because the mountain is not confined to a place, rather filling the whole inhabited world. He Who is Wisdom, and Who became man, extending His own power to the world so as to fill the inhabited world with grace, advanced in stature and wisdom. Since He is the Wisdom of the Father, teaching men to speak, fashioning articulate speech for men, and planting the ear for those who hear, how did He not know how to call father or mother—he shall take the power of Damascus, and the spoils of Samaria, and what follows? Yet if immediately upon being born from the womb He had been shown speaking, and had uttered clear speech just like a grown lad, His incarnate conception would have been thought an illusion and not true, or rather a mere semblance. On this very account He endures the smallness of stature, lest He efface the truth of the natural sequence.
ΜΑʹ. Ἑτέρας δὲ πάλιν θηρῶνται ματαίας ὑπολήψεις παραπλέκειν τοῖς θείοις λόγοις. Καὶ ἐναντίως διανοοῦνται, καί φασι· Πῶς οὖν γέγραπται, Δέξασθε τὸν ἀρχιερέα ὁμολογίας ἡμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν; Καὶ, Γνωστὸν ὑμῖν ἔστω, πᾶς οἶκος Ἰσραὴλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε, Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε; Καὶ θαῦμά μοι μέγα ἐπέρχεται, πῶς οἱ τῶν ἀκολουθιῶν ἐφαπτόμενοι, τὴν ἐν αὐτοῖς φραζομένην δύναμιν ἀγνοοῦσι. Τὸ γὰρ εἰπεῖν, Δέξασθε τὸν ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, οὐ περὶ τῆς θεότητος εἴρηται. Ὁ Θεὸς γὰρ ἦλθε, καὶ εἰς πάντα ἡμῖν σαφηνίζουσιν αἱ θεῖαι Γραφαί· οὐδὲν γὰρ ἐν αὐταῖς ἐστι σκολιὸν ἢ στραγγαλιῶδες, Πάντα δὲ ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Λάβετε γὰρ, φησὶ, παιδείαν,
Chapter XLI. Yet again they hunt after other vain suppositions to weave alongside the divine words. And they think perversely, and say: How then is it written, Receive the high priest of our confession, Who is faithful to Him that made Him? And, Let all the house of Israel know assuredly, that God hath made this same Jesus, Whom ye crucified, both Lord and Christ? And great wonder comes over me, how those who lay hold of the sequences of Scripture are ignorant of the meaning expressed in them. For the saying, Receive the high priest Who is faithful to Him that made Him, has not been spoken concerning the deity. For God came, and in all things the divine Scriptures make matters clear to us; for nothing in them is crooked or twisted, rather all things are plain to those who understand, and upright to those who find knowledge. For receive, says it, instruction,