Migne Reading Room

PG 43 · cols. 72–81 · Read from the page

Ancoratus (Ἀγκυρωτός)

Ancoratus (Ἀγκυρωτός)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:72Read from the page
σεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστιν ἑρμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός· καὶ οὔπω ἦν εἰπεῖν, Θεός μου καὶ Θεὸς ὑμῶν. — Καὶ σὺ, Βηθλεὲμ οἶκος τοῦ Εὐφραθᾶ, οὐκ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ διέξοδοι αὐτοῦ ἀπ' ἀρχῆς, ἀφ' ἡμερῶν αἰώνων· καὶ κατὰ τὰ ἄλλα ἀντίγραφα· Καὶ σὺ, Βηθλεὲμ, οὐχὶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, καὶ ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ ὁρᾷς ὅτι οὐδέπω χρεία ἦν εἰπεῖν, Θεόν μου καὶ Θεὸν ὑμῶν; Ὅτε δὲ ἡ προφητεία ἐπληροῦτο Ἱερεμίου καὶ Ἠσαΐου ὡσαύτως τὸ, ἐκ παρθένου γεννηθῆναι τὸν Λόγον, καὶ σάρκα σχεῖν, καθάπερ Ἱερεμίας φησὶ, Κσὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; τότε μετασχὼν τῆς σαρκὸς, καὶ εἰς ἑαυτὸν χωρὶς σπέρματος ἀνδρὸς ἀπὸ τῆς θεοτόκου Μαρίας ἀναπλάσας τὴν αὐτὴν ἁγίαν σάρκα, κατὰ τὸ εἰρημένον, γενόμενος ἐκ γυναικὸς, καὶ μετασχὼν τοῦ ἡμετέρου διὰ τὸ ἡμέτερον, φησὶ, Θεόν μου. Διὰ δὲ τὸ ἀΐδιον αὐτοῦ τῆς γνησιότητος κατὰ φύσιν, λέγει, Πατέρα μου· καὶ διὰ τὴν αὐτοῦ πρὸς τοὺς αὐτοῦ μαθητὰς χάριν, Πατέρα ὑμῶν, διὰ δὲ τὸ κατὰ φύσιν αὐτῶν τῶν μαθητῶν πρὸς τὴν αὐτοῦ θεότητα καὶ τοῦ ἀϊδίου αὐτοῦ Πατρὸς, Θεὸν ὑμῶν. Θεὸς γὰρ τῶν μαθητῶν· Πατὴρ δὲ τοῦ Κυρίου κατὰ φύσιν, τῶν δὲ μαθητῶν Πατὴρ κατὰ χάριν· Θεὸς δὲ τοῦ Υἱοῦ ἐστιν ὁ Πατὴρ διὰ τὴν σάρκα, Πατὴρ δὲ διὰ τὸ ἀΐδιον καὶ ἀκατάληπτον τῆς αὐτοῦ γεννήσεως καὶ γνησιότητος· ὅτι ἐν ἀληθείᾳ ἐστὶν αὐτοῦ Πατὴρ, γεννήσας αὐτὸν ἀχρόνως καὶ ἀνάρχως κατὰ τὴν θεότητα. Θεὸν δὲ ἐδέησεν εἰπεῖν αὐτοῦ, δι' ἣν δι' ἡμᾶς ἐποίησεν οἰκονομίαν, ὢν ἀεὶ πρὸς τῷ Πατρὶ γεννηθεὶς ἀνάρχως Λόγος, ἐν σαρκὶ δὲ ἀπὸ Μαρίας ἐπ' ἐσχάτου τῶν ἡμερῶν γεννηθεὶς κατὰ σάρκα, ἐκ Μαρίας δὲ τῆς αὐτῆς ἁγίας Παρθένου διὰ Πνεύματος ἁγίου.
his name Emmanuel; which is, being interpreted, God with us; and not yet was it time to say, My God and your God. — And you, Bethlehem, house of Ephratha, are not very small to be among the thousands of Judah; for out of you shall come forth unto Me One to be ruler in Israel, and His goings forth are from the beginning, from days of eternity; and according to the other copies: And you, Bethlehem, are in no wise least among the princes of Judah; for out of you shall come forth a ruler, and He shall shepherd My people Israel. And do you see that there was not yet need to say, My God and your God? Yet when the prophecy of Jeremiah and likewise of Isaiah was being fulfilled, namely that the Word should be born of a virgin and take flesh, even as Jeremiah says, And He is a man, and who shall know Him? then, having partaken of the flesh, and having fashioned unto Himself without seed of man from Mary the Mother of God that selfsame holy flesh, according to that which was spoken, made of a woman, and having partaken of what is ours on account of what is ours, He says, My God. And on account of the eternity of His true-born sonship according to nature, He says, My Father; and on account of His grace towards His own disciples, Your Father, while on account of the natural relation of the disciples themselves towards His Godhead and that of His eternal Father, Your God. For He is God of the disciples; and Father of the Lord according to nature, while Father of the disciples according to grace; and the Father is God of the Son on account of the flesh, while Father on account of the eternity and incomprehensibility of His generation and true-born sonship; because in truth He is His Father, having begotten Him timelessly and without beginning according to the Godhead. Yet it was needful to call Him His God on account of the dispensation which He wrought for our sake, being ever with the Father as Word begotten without beginning, while in the flesh from Mary at the end of days begotten according to the flesh, even of Mary the selfsame holy Virgin through the Holy Spirit.
ΛΑʹ. Νοείτωσαν τοίνυν τὰ βαθέα τῆς τοῦ Θεοῦ πραγματείας, καὶ μὴ τὴν χάριν εἰς ἀχαριστίαν τρέψωσιν, ἀδοξίαν λογιζόμενοι εἰς τὴν ἄφραστον καὶ ἀκατάληπτον τοῦ Θεοῦ φύσιν τὴν εἰς ἡμᾶς σωτηρίαν. Ἀλλὰ, φασὶ, περὶ τοῦ Θεοῦ γέγραπται· Οὐ πεινάσει, οὐδὲ διψήσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ· περὶ δὲ τοῦ Υἱοῦ, ὅτι ἐπείνασεν ἐν τῇ ἐρήμῳ κατὰ τὸν πειρασμόν. Καί φησιν· Ὁ Θεὸς ὑμῶν οὐ κοπιάσει· ὁ δὲ Κύριος Ἰησοῦς ἐκοπίασεν ἐν τῇ ὁδοιπορίᾳ. Καὶ, Οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ· ὕπνωσε δὲ, φησὶν, ὁ Κύριος ἐν τῇ νηΐ. Ὦ μάταιαι ὑπόνοιαι τῶν τὰ τοιαῦτα λογιζομένων! Ού μόνον γὰρ τὰ ἡμῶν βάρη ἀνεδέξατο ὑπὲρ ἡμῶν ἐλθὼν ὁ ἅγιος Λόγος, ἀλλὰ καὶ ὑπὸ ἁφὴν ἐγένετο, καὶ σάρκα ἔλαβε, καὶ
Chapter 31. Let them understand, therefore, the deep things of God's work, and let them not turn grace into ingratitude, accounting the salvation wrought for us a dishonour unto the ineffable and incomprehensible nature of God. Yet, say they, concerning God it is written: He shall not hunger, neither shall He thirst, neither is there any searching out of His understanding; whereas concerning the Son, that He hungered in the wilderness during the temptation. And it says: Your God shall not grow weary; whereas the Lord Jesus grew weary on the journey. And, He Who keeps Israel shall neither slumber nor sleep; whereas the Lord, they say, slept in the ship. O vain surmises of those who reckon such things! For the holy Word, having come on our behalf, not only took upon Himself our burdens, but also came under touch, and took flesh, and
Notes, col. 72

On the reading

Printed Κσὶ, for Καὶ.

Printed Ού, for Οὐ.

PG 43:73Read from the page
ἄνθρωπος εὑρέθη, καὶ ὑπὸ τῶν Γραμματέων συνελήφθη, καὶ τὸν νῶτον εἰς μάστιγας ἔδωκε, καὶ, Τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ἀλλὰ καὶ ἔκλαυσε, κεῖται ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, ἐν τοῖς ἀδιορθώτοις ἀντιγράφοις, καὶ κέχρηται τῇ μαρτυρίᾳ ὁ ἅγιος Εἰρηναῖος ἐν τῷ Κατὰ αἱρέσεων, πρὸς τοὺς δοκήσει τὸν Χριστὸν πεφηνέναι λέγοντας. Ὀρθόδοξοι δὲ ἀφείλοντο τὸ ῥητὸν, φοβηθέντες, καὶ μὴ νοήσαντες αὐτοῦ τὸ τέλος, καὶ τὸ ἰσχυρότατον. Καὶ γενόμενος ἐν ἀγωνίᾳ ἵδρωσε, καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡς θρόμβοι αἵματος, καὶ ὤφθη ἄγγελος ἐνισχύων αὐτόν. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἐρωτᾷ· Ποῦ τεθείκατε τὸν Λάζαρον; Καὶ περὶ τῆς αἱμοῤῥοούσης· Τίς μου ἥψατο; Καὶ περὶ τῶν ζητούντων αὐτόν· Τίνα ζητεῖτε; Ἀλλὰ καὶ τοὺς μαθητὰς ὡς ἄνθρωπος ἐρωτᾷ· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Ἀλλὰ καί· Πόσους ἄρτους ἔχετε μεθ' ἑαυτῶν; ἔλεγε. Κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκάθισε παρὰ τὸ φρέαρ ἐν τῇ Σαμαρείᾳ. Ἀλλὰ καὶ, Τὸ παιδίον ηὔξανε, καὶ ἐκραταιοῦτο πνεύματι, καὶ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ ὁ Ἰησοῦς. Ἀλλὰ καί· Πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας· ὁ σοφία ὢν καὶ διδάσκων ἀνθρώπους γνῶσιν, καὶ φυτεύσας τὸ οὖς τῷ ἀνθρώπῳ, καὶ ἐναρθρώσας λαλιὰν τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ ποιήσας γλῶσσαν τρανὴν μογιλάλων, τὰ τοιαῦτα πάντα ὑπέμεινεν ὑπὲρ ἡμῶν, ἵνα τὴν πᾶσαν ἀκολουθίαν τῆς δι' ἡμᾶς οἰκονομηθείσης ἐνανθρωπήσεως φυλάξας, μὴ ἀφανίσῃ τὸν χαρακτῆρα τῆς ἀληθείας.
was found as a man, and was seized by the scribes, and gave His back to scourges, and, I turned not away My face from the shame of spittings. Moreover, He also wept, as stands in the Gospel according to Luke in the uncorrected copies, and Saint Irenaeus makes use of the testimony in his work Against Heresies against those who say that Christ appeared in mere semblance. Yet the orthodox removed the saying out of fear, not understanding its end and its greatest force. And being in agony He sweated, and His sweat became like drops of blood, and an angel appeared strengthening Him. And not only this, but also as man He asks: Where have you laid Lazarus? And concerning the woman with an issue of blood: Who touched Me? And concerning those who sought Him: Whom do you seek? Moreover, He also asks the disciples as man: Whom do men say that I, the Son of Man, am? And again: How many loaves have you with you? He used to say. Having grown weary from the journey, He sat down beside the well in Samaria. Moreover, The child grew, and waxed strong in spirit, and Jesus advanced in stature and wisdom. And again: Before the child knows how to call father or mother, He shall take the power of Damascus and the spoils of Samaria; He Who is Wisdom and teaches men knowledge, and Who planted the ear in man, and articulated speech for the sons of men, and made plain the tongue of stammerers, endured all such things on our behalf, in order that, keeping the entire sequence of the incarnation dispensed for our sake, He might not efface the stamp of the truth.
ΛΒʹ. Ἀλλ' ἵνα μὴ τὰς μαρτυρίας, ἃς παρηγάγομεν, ὡς ἀπὸ προσώπου τοῦ δι' ἐναντίας πρὸς τὴν ἀλήθειαν ἀντιλεγομένας ἐκ θείων Γραφῶν συνάξαντες, κακῶς δὲ ὑπ' αὐτῶν νοουμένας, οὕτως ἐάσωμεν ἀνερμηνεύτους, ἑκάστης λέξω τὴν θεωρίαν τῆς ἐν αὐτῇ δυνάμεως, δι' ἣν αιτίαν ὡς ἀνθρωποπαθῶς εἴρηται, καὶ αὖθις πάλιν ἐροῦμεν πολλὰ, εἰς τὸ Θεύς μου καὶ Θεὸς ὑμῶν εἰρηκότες, ὡς ἔχει τῷ τὸν νοῦν ἔχοντι γνῶναι ἐπ' αὐτῆς τῆς ἀκολουθίας εὐλόγως εἰρῆσθαι, Ἄνθρωπος γάρ ἐστι, καὶ τίς γνώ-
Chapter 32. Yet lest we leave thus unexplained the testimonies which we have brought forward, having gathered them out of the divine Scriptures as spoken counter to the truth from the standpoint of the adversary, yet wrongly understood by them, I shall state the contemplation of the force contained in each, and for what reason it has been spoken after the manner of human passibility; and once again we shall say much, having spoken upon the words My God and your God, showing how it is possible for one possessing understanding to know from the sequence itself that it was reasonably said, For He is a man, and who shall know-
Notes, col. 73

On the reading

Printed αιτίαν, for αἰτίαν.

Printed Θεύς, for Θεός.

PG 43:76Read from the page
σεται αὐτόν; Ἐν ταυτῷ τὰ δύο ὑποφαίνει τὸ θεῖον γράμμα, ὁρατόν τε καὶ ἀόρατον· διὰ μὲν τὸ ὁρατὸν, εὐλόγως τὸ Θεός μου εἰρῆσθαι, δια δὲ τὸ ἀόρατον, Πατήρ μου λελέχθαι, μὴ ἀντιλεγομένης οὐδ' ὁποτέρας ποιήσεως τῷ λόγῳ. Πῶς γὰρ εἰ ἦν ἄνθρωπος, οὐκ ἐγινώσκετο; Εἰ δὲ οὐκ ἦν ἄνθρωπος, πῶς ἄνθρωπος ἐλέγετο; Πάντως γὰρ πᾶς τις ὁ ἐξ ἀνθρώπων γενόμενος ὑπὸ ἀνθρώπων γινώσκεται, ἀπὸ τῆς γεννησάσης, ἀπὸ τῶν συγγενῶν, ἀπὸ τῶν οἰκείων, ἀπὸ τῶν γειτόνων, ἀπὸ τῶν συσκήνων, ἢ συμπολιτῶν. Καὶ ἀδύνατον τοῦτο πληροῦσθαι εἰς ἄνθρωπον ψιλὸν, πληροῦται δὲ ἐν τῷ Θεῷ Λόγῳ καὶ Υἱῷ Θεοῦ, ἐν τῷ ειπεῖν· Ἄνθρωπός ἐστιν, ἐν ἀληθείᾳ, τίς δὲ γνώσεται αὐτόν; ὅτι Θεός ἐστι· διότι συμμετέχει· καὶ ἄνθρωπος καὶ Θεός ἐστιν, ἄγνωστος ἀνθρώποις διὰ τὸ ἀκατάληπτον· ἄνθρωπος δὲ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ δίχα σπέρματος ἀνδρὸς γεγεννημένος. Καὶ ἡ παρθένος ἐν γαστρὶ ἕξει, τὸ γὰρ μέλλον ἐκ τοῦ χρόνου ἐκήρυττεν ὁ προφήτης· Καὶ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Μέλλον γὰρ τὸ, Τέξεται υἱόν. Ει τοίνυν παρθένος, οὐκ ἐξ ἀνδρῶν ἡ οἰκονομία τῆς κυήσεως, διὰ τὸ πρὸ τούτου τοῦ χρόνου εἰρῆσθαι τῷ Ἄχαζ· Αἴτησαι σεαυτῷ σημεῖον εις βάθος, ἢ εις ὕψος. Ὁ δὲ ταπεινοφρονῶν· Οὐ μὴ αἰτήσω, οὐδ' οὐ μὴ πειράσω Κύριον τὸν Θεόν μου, φησὶ, παραιτησάμενος τὸ αιτήσασθαι σημεῖον. Εὐθὺς δὲ διὰ τὸ μὴ αἰτήσασθαι αὐτὸν σημεῖον, δύο χαρίζεται ὁ τὰ μεγάλα δωρούμενος ἀνθρώποις Θεὸς δῶρα· ἀπὸ ὕψους, τὸν Λόγον ἰδίᾳ θελήσει, καὶ αὐτοῦ τυῦ Λόγου ἰδίᾳ θελήσει πέμψας· ἀπὸ βάθους δὲ, τὴν σάρκα εὐδοκίᾳ σὺν αὐτοῦ τῷ Λόγῳ οἰκονομήσας. Φησὶ γὰρ ὕστερον· Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· οὐ γὰρ εἶπε, καλέσω, ἀλλὰ καλέσουσιν· ἀνθρώποις μὲν γὰρ ἀπεκαλύπτετο Θεὸς, ὁ αὐτοῖς ἀγνοηθείς. Ἀλλ' οὐ προσφάτως λαμβάνει τὸ ὄνομα· οὐ γὰρ εἶπε, καλέσω τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ἀλλὰ, καλέσουσι.
Him? In the selfsame place the divine letter indicates the two things, both visible and invisible: on account of the visible, it was reasonably said My God, while on account of the invisible, My Father was spoken, neither operation being gainsaid by the statement. For if He were a man, how was He not known? And if He were not a man, how was He called a man? For altogether everyone born of men is known by men—by her who bore him, by kinsfolk, by members of his household, by neighbours, by tent-companions, or by fellow-citizens. And it is impossible for this to be fulfilled in a mere man, whereas it is fulfilled in God the Word and Son of God, in saying: He is a man, in truth, and who shall know Him? because He is God; wherefore He partakes together of both: He is both man and God, unknown to men on account of His incomprehensibility, yet truly born as man from Mary apart from seed of man. And the virgin shall have in the womb, for from the tense the prophet proclaimed the future: And the virgin shall have in the womb. For future is the saying, She shall bear a son. If, therefore, a virgin, the dispensation of conception is not from men, because before that time it had been said unto Achaz: Ask for yourself a sign in the depth, or in the height. Yet he, being humble-minded: I will not ask, neither will I tempt the Lord my God, says he, declining to ask a sign. Straightway, however, because he did not ask a sign, God, Who bestows great gifts upon men, freely grants two gifts: from the height, having sent the Word by His own will, and by the own will of the Word Himself; and from the depth, having dispensed the flesh by His good pleasure together with His Word. For it says afterwards: And they shall call His name Emmanuel; for it did not say, I will call, but, they shall call; for unto men was revealed God, Who had been unknown to them. Yet He does not receive the name newly; for it did not say, I will call His name Emmanuel, but, they shall call.
Notes, col. 76

On the reading

Printed δια, for διὰ.

Printed ειπεῖν, for εἰπεῖν.

Printed Ει, for Εἰ.

Printed εις, for εἰς.

Printed αιτήσασθαι, for αἰτήσασθαι.

Printed τυῦ, for τοῦ.

PG 43:77Read from the page
ΛΙʹ. Τὸ δὲ, γενόμενος ἐκ γυναικὸς, καθάπερ ἄνω μοι προδεδήλωται, ἵνα ἐν τῷ ἀπὸ γυναικὸς τὸ γενόμενος πληρωθῇ, ὁ δὲ Λόγος ἀΐδιος πᾶσι σαφῶς ἀποφανθῇ. Εἰ δὲ καὶ τὴ, Οὐ διψήσει, περὶ Θεοῦ λόγος, περὶ δὲ Υἱοῦ ὅτι ἐπείνασε καὶ ἐδίψησεν, ἀναγκαῖον ἡμῖν τοῦτο ᾠκονόμηται. Πῶς γὰρ εὑρίσκεται ἡ οἰκονομία ἐν ἀληθείᾳ οὖσα, εἰ μὴ εἶχε τὴν τῆς ἐνανθρωπήσεως χρειώδη συνήθειαν; Ἐν τούτῳ ἀπέδειξεν ἡμῖν πάντων τῶν ζητημάτων τῶν αἱρετικῶν τὰς λύσεις. Εὐθὺς γὰρ ἔλυσεν ὑπόνοιαν Μανιχαίων· ἐν τῷ γὰρ εἰπεῖν ἐσθίειν καὶ πίνειν, σάρκα ἀληθινὴν ὑποδείκνυσιν. Ἔλυσε Λουκιανιστῶν τὸν τρόπον, καὶ Ἀρείου τὴν δύναμιν· Λουκιανὸς γὰρ καὶ πάντες Λουκιανισταὶ ἀρνοῦνται τὸν Υἱὸν τοῦ Θεοῦ ψυχὴν εἰληφέναι· σάρκα μὲν μόνον φασὶν ἐσχηκέναι, ἵνα δῆθεν προσάψωσι τῷ Θεῷ Λόγῳ ἀνθρώπινον πάθος, δίψαν καὶ πεῖναν, καὶ κάματον καὶ κλαυθμὸν, καὶ λύπην καὶ ταραχὴν, καὶ ὅσαπερ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ ἐμφέρεται. Εὔηθες δ' ἂν εἴη ταῦτα εἰς τὴν θεότητα τοῦ Υἱοῦ τοῦ Θεοῦ λογίζεσθαι. Ἀλλὰ, φασὶ, σὰρξ καθ' ἑαυτὴν οὖσα οὔτε ἐσθίει, οὔτε πίνει, οὔτε κάμνει, οὔτε ἄλλα πράττει. Καὶ αὐτὸς σύμφημι σάρκα καθ' ἑαυτὴν μὴ ἔχειν ταῦτα. Ἔσχε δὲ πᾶσαν τὴν οἰκονομίαν ἐλθὼν ὁ Λόγος, καὶ σάρκα καὶ ψυχὴν καὶ ὅσαπέρ ἐστιν ἐν ἀνθρώπῳ· τῆς δὲ ψυχῆς καὶ τῆς σαρκὸς ἦν μέρη πεῖνα καὶ ὁ κάματος, ἥ τε δίψα καὶ ἡ λύπη, καὶ τὰ ἄλλα. Δακρύει μὲν γὰρ ἵνα ἐλέγξῃ τὴν πλάνην Μανιχαίου, ὅτι οὐ δοκήσει ἠμφίεστο τὸ σῶμα, ἀλλ' ἀληθείᾳ. Καὶ διψᾷ δὲ, ἵνα δείξῃ μὴ μόνον τὴν σάρκα ἔχειν, ἀλλὰ καὶ τὴν ψυχήν. Οὐ γὰρ ἡ αὐτοῦ θεότης ἐδίψησέ που, καὶ τῇ ψυχῇ ἐδίψησε, καὶ κεκοπίακεν ἀπὸ τῆς ὁδοιπορίας διὰ τὴν σαρκὸς καὶ ψυχῆς ἀκολουθίαν.
Chapter XXXIII. Now the phrase, born of a woman, as I have already shown above, stands so that in His coming from a woman the phrase born might be fulfilled, whilst the Word might be clearly manifested to all as eternal. And if the saying, He shall not thirst, is an utterance concerning God, whereas concerning the Son it is written that He hungered and thirsted, this dispensation has necessarily been wrought for our sake. For how is the dispensation found to exist in truth, unless it possessed the needful customary state of the incarnation? Herein He demonstrated to us the solutions to all the inquiries of the heretics. For straightway He dissolved the suspicion of the Manichaeans; for in saying that He eats and drinks, He indicates true flesh. He dissolved the manner of the Lucianists, and the force of Arius; for Lucian and all the Lucianists deny that the Son of God took a soul: they assert that He had flesh alone, so that they might forsooth attach human passion to God the Word—thirst and hunger, weariness and weeping, grief and trouble, and all things that are reported in His incarnate presence. Yet it would be foolish to reckon these things to the deity of the Son of God. But, say they, flesh existing by itself neither eats, nor drinks, nor grows weary, nor performs other acts. And I myself agree that flesh by itself does not possess these things. Rather, when the Word came, He possessed the entire dispensation, both flesh and soul and everything that is in man; and hunger and weariness, thirst and grief, and the rest were parts belonging to the soul and the flesh. For He weeps in order to refute the error of Manichaeus, showing that He was clothed with the body not in semblance, but in truth. And He thirsts as well, in order to show that He possesses not only the flesh, but also the soul. For His deity nowhere thirsted; rather, He thirsted in soul, and grew weary from the journey through the natural sequence of flesh and soul.
ΛΔʹ. Ὅτι δὲ σῶμα ἔχων καὶ ψυχὴν ἦλθεν ὁ Λόγος, πεισάτωσαν αὐτοὺς αἱ θεῖαι γραφαὶ Παλαιᾶς τε καὶ Καινῆς. Εὐθὺς γὰρ Δαβὶδ περὶ αὐτοῦ λέγει, καὶ Πέτρος Δαβὶδ συνῳδά· Οὐκ ἐάσεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· ἵνα τὸ σύνθετον τοῦ Κυριακοῦ ἀνθρώπου νοοῖτο, καὶ σαφῶς περὶ τούτου γνῶσις ἡμῖν γένηται, ἵνα συστήσῃ ψυχὴν μὲν σὺν θεότητι τῷ τριημέρῳ συγκατατεθεῖσθαι, ἵνα τὴν σάρκα ὁσίαν ἀποδείξῃ, καὶ τὴν θεότητα σὺν τῇ ψυχῇ ἀκατασχέτως ἐν ᾅδῃ τὸ μυστήριον τετελειωκέναι. Ἔχει γάρ που καὶ ἄλλην μαρτυρίαν οὕτω λέγουσαν· Ἐν νεκροῖς ἐλεύθερος. Τὸ, ἐλεύθερος, τοῦ μὴ κυριεύειν αὐτοῦ τὸν ᾅδην σημαντικὸν, τῇ δὲ ἰδίᾳ θελήσει ἕως ᾅδου καταβεβηκέναι σὺν τῇ ψυχῇ. Φησὶ δὲ ὁ Πέτρος· Καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ, τουτέστιν, ὑπὸ τοῦ ᾅδου. Καὶ αὐτὸς δὲ ὁ Σωτήρ φησι· Ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου, καὶ θεῖναι αὐτήν· καὶ, Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· καὶ, Ἡ ψυχή μου τετάρακται, φησὶ, καὶ τί εἴπω; ὡς ἐπ' ἀμφιβόλῳ λέγων· Τί εἴπω; Πά-
Chapter XXXIV. And that the Word came possessing both body and soul, let the divine Scriptures of both the Old and the New Covenant persuade them. For straightway David speaks concerning Him, and Peter in harmony with David: Thou wilt not leave My soul unto Hades, nor wilt Thou give Thy Holy One to see corruption; so that the composite nature of the Lord's humanity might be understood, and clear knowledge concerning this might come to us, to establish that a soul together with deity was laid down with Him during the three-day period, to demonstrate that the flesh is holy, and that the deity together with the soul irrestrainably brought the mystery to completion in Hades. For He also has somewhere another testimony speaking thus: Free among the dead. The word free signifies that Hades had no lordship over Him, and that by His own will He descended as far as Hades together with the soul. And Peter says: Inasmuch as it was not possible for Him to be held by it, that is, by Hades. And the Saviour Himself also says: I have authority to take My soul, and to lay it down; and, I am the good shepherd, who layeth down his soul for the sheep; and, My soul is troubled, says He, and what shall I say? speaking as though in doubt: What shall I say? Fa-
Notes, col. 77

On the reading

Printed ΛΙʹ, for ΛΓʹ.

Printed τὴ, for τὸ.

PG 43:80Read from the page
τερ, σῶσόν με ἀπὸ τῆς ὥρας ταύτης. Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην· ἵνα δείξῃ ὅτι ἑκοῦσα ἡ αὐτοῦ θεότης εἰς τοῦτο ἐλήλυθε. Τὸ δὲ, τετάρακται, ἵνα τὸ εἶδος τῆς ἀληθείας τῆς ἐνσάρκου αὐτοῦ παρουσίας μὴ ταραχθῇ· οὐ γὰρ δοκήσει ἦν ἡ ἔνσαρκος παρουσία. Ἀλλὰ δίκην βασιλέως μεγάλου πόλεμον ἔχοντος πρὸς ὑποδεέστερον, καὶ γινώσκοντος ὅτι ὁ ἐχθρὸς αὐτοῦ εἴπερ ἴδῃ αὐτὸν ἐν δυνάμει ἐρχόμενον καὶ ἰσχύϊ πολλῇ, παραιτήσεται καὶ τραπήσεται πρὸς φυγὴν, καὶ πολλὰς χώρας τῶν ὑποχειρίων ἀφανίσει, καὶ διὰ τοῦτο σχηματιζομένου τῇ ἰδίᾳ σοφίᾳ προφάσεις, καὶ νῶτα διδόντος καὶ ἀποδιδράσκοντος, ἕως ὁ ἐχθρὸς λαβὼν θάρσος κατεπιθῆται, ὡς δειλοῦ καὶ ἀδυνάτου τοῦ βασιλέως, καὶ διώξει αὐτόν· ὁ δὲ βασιλεὺς στραφεὶς αἰφνιδίως μετὰ τῆς αὐτοῦ δυνάμεως ὅλον ὑποχείριον δέξεται τὸν ἀσθενῆ καὶ ὑπεναντίον· οὕτως καὶ ὁ Κύριος ἡμῶν οὐκ ἐφοβήθη τὸν θάνατον, ὁ πρὸ τοῦ ἐλθεῖν αὐτὸν εἰς τὸ παθεῖν σημάνας ἐν τῇ ὁδοιπορίᾳ ὅτι μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι· καὶ τοῦ Πέτρου λέγοντος· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, ἐπιτιμήσας, Ὕπαγε ὀπίσω μου, Σατανᾶ, εἰπὼν, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ὁ οὖν ταῦτα προλέγων, καὶ διὰ τοῦτο αὐτὸ ἥκων, πῶς ὕστερον εὔχεται παρελθεῖν τὸ ποτήριον, ἵνα μὴ πίῃ; Ὁ εἰπὼν πρὸ τοῦ θανεῖν περὶ τοῦ θανάτου, κἂν διὰ τὸ μὴ ὑποληφθῆναι ψεύστην αὐτὸν, οὐκ ἠδύνατο εὔξασθαι παρελθεῖν τὸ ποτήριον. Ἀλλὰ προκαλεῖται διὰ τοῦ τοιούτου τρόπου τὸν ἀντίδικον, ἵνα ἐκείνου ὑπολαβόντος δεδιέναι τὸν Σωτῆρα τὸν θάνατον, ἐπαγάγῃ αὐτῷ θάνατον εἰς σωτηρίαν τοῖς θνήσκουσι διὰ τῆς οἰκονομίας. Ἀλλὰ κἂν ἀκούσῃς ὅτι τέθνηκεν ὁ Κύριος, γνῶθι τὸ πάθος τοῦ θανάτου ποῦ πεπλήρωται. Ἑρμηνεύει γάρ σοι ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος τὴν περὶ τοῦ θανάτου αὐτοῦ ὑπόθεσιν, λέγων· Θανατωθεὶς σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι. Ἡ γὰρ αὐτοῦ θεότης ἀναδεξαμένη τὸ ἐν σαρκὶ παθεῖν, ἀπαθής ἐστι, καὶ ἀπαθὴς ἦν, καὶ ἀπαθὴς διέμεινε, μὴ τραπείσης τῆς ἀπαθείας, μηδὲ ἀχρειωθείσης τῆς ἀϊδιότητος.
ther, save Me from this hour. Yet for this cause came I unto this hour; so as to show that His deity came unto this willingly. And the phrase, is troubled, stands lest the form of the truth of His incarnate presence should be disturbed; for His incarnate presence was not in semblance. Rather, after the manner of a great king waging war against an inferior foe, who knows that if his enemy sees him advancing in power and great strength, he will decline battle and turn to flight, and lay waste many territories of his subjects, and who therefore in his own wisdom devises pretexts, turning his back and retreating, until the enemy plucks up courage and attacks him, supposing the king cowardly and weak, and pursues him; whereupon the king, wheeling round suddenly with his force, takes that weak opponent wholly captive under his hand: so too our Lord did not fear death, He Who before coming to suffer signified along the journey that the Son of man was about to be delivered up and crucified, and to rise again on the third day; and when Peter said, Far be it from Thee, Lord, this shall never be unto Thee, He rebuked him, saying, Get thee behind Me, Satan, for thou mindest not the things of God, but the things of men. How then does He Who foretells these things, and has come for this very purpose, afterwards pray that the cup may pass away, so that He might not drink it? Having spoken before dying concerning His death, even if only so as not to be supposed a liar, He could not have prayed for the cup to pass away. Rather, by such a manner He challenges the adversary, so that once the latter supposed that the Saviour dreaded death, He might bring death upon Himself unto salvation for the dying through the dispensation. Moreover, even if you hear that the Lord died, know wherein the passion of death was fulfilled. For Peter, the foremost chief of the apostles, expounds for you the matter concerning His death, saying: Put to death in the flesh, but made alive in the spirit. For His deity, though having accepted suffering in the flesh, is impassible, and was impassible, and remained impassible, with its impassibility unaltered and its eternity unimpaired.
ΛΕʹ. Πάλιν τε ἐὰν εἴπωσιν οἱ κενόδοξοι· Θὐκ ἀπὸ τῶν τοιούτων δύνασαι ἡμᾶς πεῖσαι τὸν Χριστὸν ψυχὴν ἐσχηκέναι· εὑρήκαμεν γὰρ ἄνω ἐν ταῖς θείαις Γραφαῖς, ὥς φησιν Ἠσαΐας ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς περὶ τοῦ Μονογενοῦς· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ἐγὼ ηὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου. Τί νοήσομεν περὶ Πατρὴς, ψυχὴν εἰληφέναι ἐν ἑαυτῷ, ἢ ψυχὴν ἔχειν; Τίς δὲ ληρῶν τοῦτο νοήσει περὶ τὸν Πατέρα; Τί οὖν φασι;
Chapter XXXV. And again, if the vainglorious say: Not from such things can you persuade us that Christ possessed a soul; for we have found above in the divine Scriptures, as Isaiah says in the person of God and the Father concerning the Only-begotten: This is My beloved Son, in Whom I am well pleased, Whom My soul hath loved. What shall we understand concerning the Father—that He took a soul within Himself, or possesses a soul? Yet what driveller will think this concerning the Father? What then do they say?
Notes, col. 80

On the reading

Printed Θὐκ, for Οὐκ.

Printed Πατρὴς, for Πατρὸς.

PG 43:81Read from the page
Τροπικώτερον εἰρῆσθαι τὸ ῥῆμα δηλανότι. Εἰ τοίνυν περὶ Πατρὸς τροπικώτερον εἰρῆσθαι λέγουσιν, ἄρα καὶ περὶ Υἱοῦ τὸ αὐτὸ λαμβάνειν χρή. Κἄν τε γὰρ εἴπῃ, ὅτι Ἡ ψυχή μου τετάρακται, καὶ, [Ἐξουσίαν ἔχω] τὴν ψυχήν μου δοῦναι, καὶ λαβεῖν αὐτήν· οὐκ εἶχε, φασὶ, ψυχὴν, ἀλλὰ τροπικώτερον εἴρηται. Καὶ δοκεῖ τὸ συλλογιστικὸν αὐτοῦ φρόνημα λέγειν τι, τῆς ἀληθείας αὐτοσυστάτου οὔσης ἐκ πολλῶν τεκμηρίων. Ἀπὸ γὰρ τοῦ εἴδους λαμβάνεται ἕκαστος τρόπος. Ἐπὶ μὲν γὰρ τῷ Πατρὶ οὐ τολμητέον ἐστὶ, διότι οὐδὲ σάρκα ἐφόρεσεν. Ὁμολογουμένης δὲ τῆς σαρκὸς περὶ τοῖς Λουκιανισταῖς, εἰ τοίνυν Ἀρειανοῖς, οὐκ ἔνι ἀμφιβολογία. Ἀλλὰ, φησὶ, Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ οὐκ εἶπεν, Ὁ Λόγος σὰρξ καὶ ψυχὴ ἐγένετο. Πρὸς δὲ τὴν αὐτῶν ἀμαθῆ οὖσαν ἀντιλογίαν κἀγὼ λέγω, ὅτι Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς· ἀπὸ δὲ τοῦ ἔπλασε τὰ πάντα συμπεριείληφε, καὶ ἀπὸ τοῦ, Ὁ Λόγος σὰρξ ἐγένετο, τὰ πάντα περιέχει. Κατὰ γὰρ τὸν αὐτὸν λόγον ἀνθυποφέρομεν αὐτοῖς καὶ αὐτοὶ λέγοντες· Ἰδοὺ λέγει, Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ οὐκ εἶπεν, Ἐποίησεν αὐτῷ ἧπαρ, ἢ πνεύμονα, ἢ καρδίαν, ἢ φλέβας, ἢ νεῦρα, ἢ τὰ ἄλλα ὅσαπέρ ἐστιν ἐν τῷ σώματι· παρὰ τοῦτο νοήσομεν ἕν τι εἶναι ὁλοσφύρητον τὸν ἄνθρωπον, διὰ τὸ μὴ λεπτομερῶς τὴν σύνθεσιν τοῦ παντὸς ζώου τὴν Γραφὴν λεπτολογῆσαι; Οὐ πάντως. Ὡς γοῦν ἀπὸ τοῦ ἑνὸς εἴδους τὰ ὅλα συμπεριείληφεν, οὕτω καὶ ἀπὸ τῆς σαρκὸς τὴν ψυχὴν εἰληφέναι τὸν Σωτῆρα ἔνεστι δῆλον.
Plainly, that the expression has been spoken figuratively. If therefore they say that it has been spoken figuratively concerning the Father, then one ought to take the same concerning the Son as well. For even if He say, My soul is troubled, and, I have authority to give My soul, and to take it; He did not have a soul, say they, rather it has been spoken figuratively. And this syllogistic mindset seems to say something, although the truth is self-established from many proofs. For each figure is taken from the actual form of the thing. Indeed, in the case of the Father one must not venture such a sense, because He did not wear flesh either. Whereas since the flesh is acknowledged among the Lucianists, or rather the Arians, there is no room for dispute. Yet, says one, The Word became flesh, and it did not say, The Word became flesh and soul. Against their ignorant objection I too say: God formed man, taking dust from the earth; and by the expression He formed He has comprehended all parts together, and so too by the saying, The Word became flesh, it contains all parts. For by the same reasoning we ourselves also retort against them, saying: Behold, it says, God formed man, and did not say, He made for him a liver, or a lung, or a heart, or veins, or sinews, or all the other things that are in the body; shall we on that account understand man to be some single solid-forged mass, because Scripture did not recount in minute detail the composition of the entire living creature? By no means. Just as from the single aspect it comprehended the whole together, so too from the flesh it is manifestly possible to see that the Saviour took a soul.
ΛϚʹ. Εἰ τοίνυν ψυχὴν εἴληφε καὶ σῶμα, καθάπερ ἀποδέδεικται, ἄρα οὐχ ἡ θεότης ἦν ἠλαττωμένη τῆς τοῦ Πατρὸς οὐσίας εἴσω παθῶν περιεχομένη, ὅπως διψήσῃ καὶ κοπιάσῃ καὶ πεινάσῃ, καὶ ὅσαπερ τῷ ἀνθρώπῳ εἰσὶ χρειώδη. Καὶ ὅτι, Οὐ κοπιάσει, οὐδ' ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ, κεκοπιακὼς δὲ ὁ Σωτὴρ εὑρίσκεται, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας, ἄνωθεν κατελθὼν ὁ Λόγος. Οὐ γὰρ ἄνω κεκοπίακεν, ἀλλ' ἐν σαρκί. Ἔδει γὰρ τὴν σάρκα κοπιάσαι, ἵνα μὴ δοκήσει νομίζηται, ἀλλ' ἀληθείᾳ. Καὶ τὰ ἄλλα ὅσαπερ τοιαύτην ἔχει δύναμιν, τὸ νυστάξαι, τὸ ὑπνῶσαι, ἀνθρώπου ἐστὶν ὑποφαντικὰ, καὶ τὰ ὑπὸ ἁφήν. Ἔλαβε γὰρ ταῦτα, καὶ ἄνθρωπος εὑρέθη. Εὑρήκαμεν γὰρ Μεσσίαν, ὃν ἔγραψε Μωϋσῆς. Οἱ δὲ εὑρόντες αὐτὸν διὰ τῆς καταληπτοῦ φύσεως, τούτεστι τῆς ἐνσάρκου. Ἐπειδὴ γὰρ ἐπὶ τῇ ἀκαταληψίᾳ οὐχ ηὑρίσκετο, διὰ τοῦτο ὑπὸ Γραμματέων συλλαμβάνεται, καὶ τὸν νῶτον αὐτοῦ ἔδωκεν εἰς μάστιγας, καὶ τὸ πρόσωπον αὐτοῦ οὐκ ἀπέτρεψεν ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, ἔκλαυσε, καὶ ὅσαπερ ἄλλα περὶ αὐτοῦ ᾄδεται. Τίς δὲ ἠδύνατο τὸν Θεοῦ Λόγον ἐν οὐρανῷ μαστίζειν,
Chapter XXXVI. If therefore He took soul and body, as has been demonstrated, then His deity was not diminished from the Father's essence nor encompassed within passions, so as to thirst and grow weary and hunger, and undergo whatever things are needful to man. And although it is written, He shall not grow weary, nor is there any searching out of His understanding, whilst the Saviour is found to have grown weary, it is not on this account that the Word, Who came down from above, is not of the Father's essence. For He did not grow weary above, but in the flesh. For the flesh had to grow weary, lest it be supposed to exist in semblance rather than in truth. And all the other things that possess such force—nodding in drowsiness, falling asleep—are indicative of a man, as are the things perceived under touch. For He took these things, and was found as man. For we have found the Messiah, of Whom Moses wrote. And those who found Him did so through His comprehensible nature, that is, the incarnate nature. For since in His incomprehensibility He could not be found, on this account He is seized by Scribes, and gave His back to scourges, and turned not His face away from the shame of spittings, wept, and underwent all the other things that are celebrated concerning Him. Yet who was able to scourge God the Word in heaven,
Notes, col. 81

On the reading

Printed τούτεστι, for τουτέστι.