Migne Reading Room

PG 43 · cols. 84–93 · Read from the page

Ancoratus (Ἀγκυρωτός)

Ancoratus (Ἀγκυρωτός)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:84Read from the page
ἢ ῥαπίζειν, ἢ καταπτύειν τοῦ τοιούτου ἀφράστου καὶ ἀκαταλήπτου; Εἰ δὲ ταῦτα πέπονθεν ὁ ἀπαθὴς τοῦ Θεοῦ Λόγος, ἄρα τὸ πάθος σωματικόν ἐστιν ἐκτὸς τῆς ἀυτοῦ ἀπαθείας· καὶ οὐκ ἐκτὸς πάλιν, διὰ τὸ εὐδοκῆσαι, καίτοιγε μὴ πάσχοντος αὐτοῦ, εἰς ἑαυτὸν τὸ πάθος λελόγισται. Καὶ καθάπερ ἐν ἱματίῳ σπίλος [εἰς] τὸ σῶμα τοῦ φοροῦντος οὐ φθάνει, ὁ δὲ σπίλος τοῦ ἱματίου εἰς τὸν φοροῦντα λογίζεται· οὕτως ὁ Θεὸς πέπονθεν ἐν τῇ σαρκὶ, τῆς θεότητος αὐτοῦ μηδὲν παθούσης· εἰς δὲ τὴν θεότητα τὸ πάθος τῆς σαρκὸς ὑπὸ τῆς θεότητος φορουμένης ἐλογίσθη· ἵνα ἐν τῇ θεότητι ἡμῖν ἡ σωτηρία γένηται.
or slap, or spit upon One so ineffable and incomprehensible? And if the impassible Word of God suffered these things, then the suffering is bodily, outside His impassibility; and yet again not outside, because by His good pleasure, even though He Himself did not suffer, the suffering has been reckoned unto Himself. And just as a stain upon a garment does not reach unto the body of the wearer, yet the stain of the garment is reckoned unto the wearer; so God suffered in the flesh, whilst His deity suffered nothing; yet the suffering of the flesh worn by the deity was reckoned unto the deity, so that in the deity salvation might come about for us.
ΛΖʹ. Μέμνημαι δὲ τοῦ ῥητοῦ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου, καὶ οὐ βούλομαι αὐτὸ ἐᾶσαι ἀνερμήνευτον· τὸ γεγραμμένον, ὅτι Ἐν ἀγωνίᾳ γενόμενος ἵδρωσε, καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡς θρόμβοι αἵματος· ὤφθη δὲ ἄγγελος Κυρίου ἐνισχύων αὐτόν. Τὰ βαθύτερα δὲ τῶν λόγων, ὡς εἰώθαμεν λέγειν, καὶ τὰ ἀναγκαῖα, οἱ μὴ τὴν δύναμιν νοοῦντες, ἀντὶ ἀγαθῶν, τῇ κακίᾳ ἀνατρέπουσιν ἑαυτούς. Οὐδὲν γὰρ τούτου καιριώτερον. Ἐν τῷ γὰρ εἰπεῖν, γέγονεν ἐν ἀγωνίᾳ, τὸν Κυριακὸν ἄνθρωπον ἀληθινὸν ἄνθρωπον ὄντα δείκνυσι. Καὶ ἵνα δείξῃ ὅτι ἀληθινὸς ἦν ἄνθρωπος, καὶ οὐκ ἀπὸ τῆς θεότητος ἡ ἀγωνία γέγονε, φησίν· Ἵδρωσε, καὶ ἐγένετο αὐτῷ ἱδρὼς ὡς θρόμβοι αἵματος· σωματικόν ἐστι τὸ εἶδος, καὶ οὐχὶ πνευματικόν. Ὤφθη δὲ ἄγγελος Κυρίου ἐνισχύων αὐτὸν, οὐχ ὅτι τῆς ἰσχύος τοῦ ἀγγέλου ἐπεδέετο ὁ μείζων ἀγγέλων, ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, Θεῷ ὄντι ἀεὶ Λόγῳ, καὶ πρὸς τῷ Πατρὶ ἀεὶ ὄντι, καὶ ἐξ αὐτοῦ γεγεννημένῳ, ἀλλ' ἵνα πληρώσῃ τὸ ἐν τῇ ᾠδῇ τῇ μεγάλῃ Μωϋσέως ἐν τῇ ἐρήμῳ ᾀσθείσῃ, ἐν ᾗ ἔλεγε· Προσκυνήσουσιν αὐτῷ πάντες υἱοὶ Θεοῦ, καὶ ἐνισχυσάτωσαν αὐτὸν ἄγγελοι Θεοῦ. Τὸ, ἐνισχυσάτωσαν αὐτὸν, οὐχ ὅτι παρέχοντες αὐτῷ ἰσχὺν, ἀλλ' ἐπειδὴ ἴσχυεν ἡ δοξολογία ἐν τούτοις δοξάζειν τὸν Θεὸν, ὑπὸ ἀγγέλων μὲν εὐθὺς ἄνω καὶ πνευματικῶν ζώων βοώντων καὶ λεγόντων· Σή ἐστιν ἡ δύναμις, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ ἰσχύς· ἐν τούτῳ δεικνύουσι τὸ προσκυνεῖν καὶ ἐνισχύειν, τουτέστι διδόναι αὐτῷ τὸ ἴδιον τῆς ἰσχύος κράτος. Ὡς καὶ ὁ ἄγγελος ὤφθη ἐνώπιον τῶν μαθητῶν, προσκυνῶν τὸν αὐτοῦ Δεσπότην, μὴ ἀγνοῶν τὴν ὑπερβολὴν τῆς αὐτοῦ φιλανθρώπου οἰκονομίας· θαυμάζων δὲ τὴν τοσαύτην ἐν αὐτῷ γενομένην πραότητος πραγματείαν, τὴν τὸν διάβολον ἡττήσασαν, τὴν τὸ κέντρον τοῦ θανάτου συντρίψασαν, τὴν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας θριαμβεύσασαν, τὴν ἁμαρτίαν θραύσασαν, καὶ διὰ τὴν ὑπερβολὴν τῆς θαυμασιότητος, ἐν τῇ δοξολογίᾳ ὁ ἄγγελος ἔλεγε προσκυνῶν· Σή ἐστιν ἡ ἰσχὺς, Δέσποτα. Σὺ γὰρ ἴσχυσας κατὰ θανάτου, καὶ κατὰ ᾅδου, καὶ κατὰ διαβόλου,
Chapter XXXVII. I also call to mind the passage of the Gospel according to Luke, and I do not wish to leave it uninterpreted—namely what is written, that being in agony He sweated, and His sweat became as drops of blood; and there appeared an angel of the Lord strengthening Him. Now the deeper meanings of the words, as we are accustomed to say, and the necessary doctrines, those who do not understand their force turn to their own ruin through malice instead of good. For nothing is more pertinent than this passage. For in saying, He came to be in agony, it shows that the Lord's humanity was truly human. And in order to show that He was truly man, and that the agony did not arise from the deity, it says: He sweated, and His sweat became for Him as drops of blood; the form is bodily, and not spiritual. And there appeared an angel of the Lord strengthening Him—not because He Who is greater than angels stood in need of the angel's strength, He to Whom every knee of heavenly and earthly and subterranean beings bows, Who is ever God the Word, and ever with the Father, and begotten of Him, but in order to fulfil what stands in the great song of Moses sung in the wilderness, wherein he said: Let all the sons of God worship Him, and let the angels of God strengthen Him. As for the phrase, let them strengthen Him, it is not that they supply strength to Him, but because doxology availed among them to glorify God, cried aloud straightway above by angels and spiritual living creatures saying: Thine is the power, Thine is the dominion, Thine is the strength; herein they show what it is to worship and to strengthen, that is, to ascribe to Him His own sovereign might of strength. Even so the angel also appeared before the disciples, worshipping his own Master, not ignorant of the surpassing greatness of His loving dispensation towards mankind; and marvelling at so great a work of meekness wrought in Him—which vanquished the devil, crushed the sting of death, triumphed over principalities and authorities, shattered sin—through the surpassing greatness of the wonder, the angel said in doxology whilst worshipping: Thine is the strength, O Master. For Thou hast prevailed against death, and against Hades, and against the devil,
Notes, col. 84

On the reading

Printed ἀυτοῦ, for αὐτοῦ.

PG 43:85Read from the page
συντρῖψαι τὸ κέντρον αὐτοῦ, καὶ ἐκβαλεῖν ἀπὸ τῆς ἀνθρωπότητος.
to crush his sting, and to cast him out from humanity.
ΛΗʹ. Ἐὰν δὲ πάλιν εἴπῃ, Ποῦ τεθείκατε Λάζαρον; ἀνθρωποπαθῶς· καὶ περὶ τῆς αἱμοῤῥοούσης, Τίς μου ἥψατο; ἢ, Τίνα ζητεῖτε; ἢ, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; ἢ, Τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο· ἢ, Προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ· ἢ, Πρὸ τοῦ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα· οὐχ ὁρᾷς ἀπ' αὐτῆς τῆς ὑποθέσεως τὸ ὑπερβάλλον τῆς γνώσεως, ὅτι ἐκ σαρκὸς καὶ ἀνθρωπότητος τὰ διηγήματα; Ὅσα γὰρ ἐν τῇ Παλαιᾷ Διαθήκῃ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ Πατρὸς ὑποκατερχόμενά εἰσιν εἰς πειθὼ τῶν ἀνθρώπων, ἀγνωσίας ἐχόμενα, οὐκ ὄντα δὲ ἄγνωστα τῷ Θεῷ, ταῦτα ἐλθὼν ὁ Λόγος πεπλήρωκεν, ἵνα πληρώσῃ τὸ εἰρημένον· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. — Ποῦ τεθείκατε τὸν Λάζαρον; ἠρώτα, ἐγγὺς τοῦ τόπου γενόμενος· πρὸ δὲ τοῦ ἐλθεῖν εἰς τὸν τόπον, ὑπὸ μηδενὸς ἀκούσας, ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. Ὁ τοίνυν ἀπὸ τοσούτων τῆς ὁδοιπορίας διεστὼς τοῦ τόπου, γνοὺς ὅτι τέθνηκε Λάζαρος, παρὼν ἐν τῷ τόπῳ ἠγνόει; οὔκουν. Ἀλλ' ἤθελε δεῖξαι ὅτι ταῦτα πάντα ἐποίει, καὶ οὔπω οὐδεὶς τελείως αὐτῷ ἐπίστευεν· ἵνα ἐνδείξηται τῆς αὐτοῦ πρὸς ἡμᾶς φειδοῦς τὴν πολλὴν φιλανθρωπίαν. Ἔδει γὰρ ἐκείνας μὴ εἰπεῖν· Τεταρταῖός ἐστιν, ἤδη ὄζει, μηδὲ ἀπελθεῖν, καὶ δεῖξαι· ἀλλ' εἰπεῖν· Πάντα οἶδας, καὶ ἐὰν θέλῃς, ζήσεται. Διόπερ καὶ ἐδάκρυσεν ἐπὶ τῇ τῶν ἀνθρώπων πωρώσει. Οὐκ ἀγνοῶν τοίνυν ἠρώτα· ἀλλ' ἐλέγχει πειράζων, καὶ φιλανθρωπεύεται. Καὶ, Τίς μου ἥψατο; φησὶ, οὐχ ὅτι οὐκ ᾔδει τίς αὐτοῦ ἥψατο· ἀλλ' ἵνα μὴ εἴπῃ δι' ἑαυτοῦ τὸ γενόμενον θαῦμα· ἀλλ' ὅπως ἐκείνη ἀκούσασα προσελθοῦσα εἴποι τὴν εἰς αὐτὴν γενομένην χάριν, καὶ ὁμολογήσασα ἀκούσῃ, Ἡ πίστις σου σέσωκέ σε, ὅπως προτρέψηται καὶ ἄλλους πιστεύειν, ἵνα ἰαθῶσι. Τίνα με, φησὶ, λέγουσιν εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; ὡς καὶ ἐν τῇ Παλαιᾷ ἀπὸ προσώπου τοῦ Πατρὸς λέγει, Ἀδὰμ, ποῦ εἶ; ᾔδει δὲ αὐτὸν ποῦ ἐστιν, διὸ καὶ ἐλέγχει αὐτὸν μετέπειτα λέγων· Ἐκ τοῦ ξύλου ἔφαγες. Καὶ τῷ Κάϊν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; καὶ οὐκ ἀγνοῶν ἠρώτα. Λέγει γάρ· Ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. Ἰδοὺ γὰρ τὸ αἷμα αὐτοῦ βοᾷ πρός με. Οὐκ ἠγνόει τοίνυν ὁ λέγων, ὅτι Τὸ αἷμα βοᾷ· ἀλλ' ὅπως δοὺς αὐτῷ τόπον μετανοίας εἰς ἀπολογίαν, διὰ τοῦτο ἠρώτα.
Chapter XXXVIII. And if again He speaks in human fashion, Where have ye laid Lazarus? and concerning the woman with an issue of blood, Who touched Me? or, Whom seek ye? or, Whom do men say that I the Son of man am? or, The child grew and waxed strong; or, He advanced in stature and wisdom; or, Before the child knows how to call father or mother—do you not see from the very subject-matter the surpassing greatness of knowledge, namely that these accounts derive from flesh and humanity? For all the things in the Old Covenant spoken in the person of God and the Father by way of condescension for the persuasion of men, bearing the appearance of ignorance though not unknown to God—these the Word has fulfilled upon coming, so as to fulfil what was spoken: My Father worketh hitherto, and I work. — Where have ye laid Lazarus? He asked when He came near the place; yet before coming to the place, without having heard from anyone, He said to His disciples: Lazarus our friend is fallen asleep. Did He, therefore, Who when standing at so great a distance on the journey from the place knew that Lazarus had died, fail to know when present at the place? By no means. Rather, He wished to show that He was doing all these things, and yet no one as yet believed in Him perfectly; so that He might display the abundant loving-kindness of His forbearance towards us. For those women ought not to have said, He hath been dead four days, by now he stinketh, nor to have gone off and pointed out the tomb; rather they ought to have said: Thou knowest all things, and if Thou wilt, he shall live. Wherefore He also wept over the hardness of heart of men. Not in ignorance, therefore, did He ask; rather He reproves whilst testing them, and deals lovingly with mankind. And, Who touched Me? says He, not because He did not know who had touched Him, but so that He might not Himself declare the miracle that had taken place, and rather that the woman upon hearing might come forward and tell of the grace wrought towards her, and upon confessing might hear, Thy faith hath saved thee, so as to encourage others also to believe, that they might be healed. Whom, says He, do men say that I the Son of man am? just as in the Old Covenant also in the person of the Father He says, Adam, where art thou? Yet He knew where he was, wherefore He also reproves him afterwards, saying: Thou hast eaten of the tree. And to Cain: Where is Abel thy brother? and not in ignorance did He ask. For He says: Cursed art thou upon the earth, which hath opened its mouth to receive thy brother's blood from thy hand. For behold, his blood crieth out unto Me. He Who spoke, His blood crieth out, was therefore not ignorant; rather, in order to grant him space for repentance unto a defence, on this account He asked.
PG 43:88Read from the page
ΛΘʹ. Στρέφονται δὲ πάλιν εἰς τὴν τῆς ἀμαθείας φιλονεικίαν, καί φασιν αὐτοῦ τοῦ Υἱοῦ εἶναι ταύτας τὰς φωνὰς ἐν τῇ Παλαιᾷ. Εὐθὺς δὲ ἐλέγχεται αὐτῶν τὸ ἐπιτήδευμα. Ὁ γὰρ εἰπὼν τῷ Μωϋσῇ· Τί τοῦτο τὸ ἐν τῇ χειρί σου, αὐτὸς ἔλεγεν, Ἐγώ εἰμι ὁ ὤν. Καί φησιν ὁ Κύριος τοῖς Σαδδουκαίοις περὶ ἀναστάσεως διηγούμενος· Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ, εἶπεν ὁ Θεὸς, Ἐγὼ ὁ Θεὸς, Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ· Θεὸς οὖν ἐστι ζώντων, καὶ οὐ νεκρῶν. Καὶ πάλιν πολλὰ ἔστι δεῖξαι, ὅτι ἐκ προσώπου τοῦ Πατρός ἐστιν ἐν τῇ Παλαιᾷ Διαθήκῃ εἰρημένα. Ἀλλὰ καὶ ἐκ προσώπου τοῦ Υἱοῦ πολλάκις, καὶ ἐκ προσώπου πάλιν τοῦ ἁγίου Πνεύματος. Καὶ, Ποῦ Σάῤῥα ἡ γυνή σου; τῷ Ἀβραὰμ ἔλεγεν ὁ ἐλθὼν ἄνωθεν σὺν τοῖς δυσὶν ἀγγέλοις υἱοῖς Θεοῦ. Εἰ γὰρ ἠγνόει ποῦ ἔστιν, οὐκ ἂν ἔλεγεν· Ἐγέλασεν οὖν ἡ Σάῤῥα ἔνδον οὖσα, βούλεται αὐτῆς ὑποδεῖξαι τὴν σεμνότητα ὑπογραμμὸν τῶν θελουσῶν εὐσεβεῖν ἐν ἀληθείᾳ· ἵν' ὅτε ὑποδέχονται ξένους ἐξ ἰδίων καμάτων, ὑπηρετῶσι μὲν, διὰ δὲ τὴν σεμνότητα τὸ πρόσωπον αὺτῶν τοῖς ἀνδράσι μὴ ὑποδεικνύωσιν. Ἐκείνη γὰρ ἡ μακαρία πάντως ἐξήρτυσε, καὶ ἐξαρτύσασα εἰς πρόσωπον ἀγγέλων οὺκ ὤφθη, σεμνότητος ὑπογραμμὸν ὑποβάλλουσα ταῖς μετὰ ταῦτα γενεαῖς. Ἁλλὰ καὶ ἵνα δείξῃ ὁ παρὼν τίς ἐστιν, ὄνομα τῆς γυναικὸς ἐκάλει, ὁ ἐπιξενωθεὶς πρὸς τὴν ὥραν, ὅτι οὔτε τὸ ὄνομα αὐτῆς λέληθεν, οὔτε πλάσμα, οὔτε διανόημα ἀνθρώπου. Τίνα με, φησὶ, λέγουσιν εἶναι οἱ ἄνθρωποι τὸν Υἱὸν τοῦ ἀνθρώπου; καὶ τὸν μὲν Υἱὸν τοῦ ἀνθρώπου αὐτὸς φράζει ὁμολογῶν, ἵνα μὴ νομίσωσι περὶ τοῦ ἀοράτου αὐτὸν ἐρωτᾷν· οἱ δέ φασι, Ἠλίαν, καὶ Ἱερεμίαν, καὶ Ἰωάννην. Ὑμεῖς δὲ τίνα με λέγετε; Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, Πέτρος φησί· καὶ εὐθὺς μακαρίζει. Οὐ γὰρ ἀγνοῶν ἠρώτα, ἀλλὰ δεῖξαι βουλόμενος ὅτι Πατρός ἐστιν ἡ διδαχὴ ἡ Υἱὸν τῇ Ἐκκλησίᾳ ἀληθινὸν κηρύττουσα· ἵνα ἀναγκασθῇ ὁ Πέτρος λέγειν ἃ παρὰ τοῦ Πατρὸς ἐδιδάχθη.
Chapter XXXIX. Yet they turn back again to the contentiousness of their ignorance, and assert that these utterances in the Old Covenant belong to the Son Himself. Straightway, however, their contrivance is refuted. For He Who said to Moses, What is this that is in thy hand? Himself said, I am He Who is. And the Lord, discoursing to the Sadducees concerning the resurrection, says: But that the dead are raised, God spake, I am the God, the God of Abraham, and the God of Isaac, and the God of Jacob: He is therefore the God of the living, and not of the dead. And again it is possible to show many instances that have been spoken in the person of the Father in the Old Covenant; yet oftentimes also in the person of the Son, and again in the person of the Holy Spirit. And, Where is Sarah thy wife? He Who came down from above with the two angels, sons of God, said to Abraham. For had He been ignorant where she was, He would not have said, Therefore Sarah laughed within: He wishes to hold forth her modesty as a pattern for women who wish to practise piety in truth, so that when they welcome strangers out of their own labours, they may indeed minister, yet out of modesty not display their faces to men. For that blessed woman altogether prepared the meal, and having prepared it did not appear before the face of the angels, laying down a pattern of modesty for subsequent generations. Moreover, in order that He Who was present might show Who He was—He Who was entertained as a guest for the hour—He called the woman by name, showing that neither her name had escaped His notice, nor man's fashioning, nor man's thought. Whom, says He, do men say that I the Son of man am? And He Himself expressly confesses the Son of man, lest they suppose that He was asking concerning the Invisible One; and they say, Elijah, and Jeremiah, and John. But whom say ye that I am? Thou art the Christ, the Son of the living God, says Peter; and straightway He pronounces him blessed. For not in ignorance did He ask, rather wishing to show that the teaching which proclaims the true Son to the Church is of the Father, so that Peter might be compelled to utter what he had been taught by the Father.
Μʹ. Καὶ μὴ θαυμάσῃς ἐὰν εἴπῃ, ὅτι Δι' ἐμοῦ εἰσέρχονται πρὸς τὸν Πατέρα, καὶ ἠλλοιωμένον τῆς τοῦ Πατρὸς οὐσίας ὑπολάβῃς· αὐτὸς γὰρ πάλιν διδάσκει, Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ Πατὴρ αὐτὸν ἑλκύσῃ. Ὡς γοῦν ὁ Πατὴρ πέμπει πρὸς τὸν Υἱὸν, καὶ ὁ Υἱὸς εἰσφέρει πρὸς τὸν Πατέρα· ἵνα δείξῃ μίαν καὶ τὴν αὐτὴν εἶναι Θεότητα. Τὸ δὲ, Προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ, ἡ σοφία ἐστὶ τοῦ Θεοῦ, οὐκ ἐνδέεται σοφίας· ἀλλ' ἐπειδὴ Ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, οὐ τὸ πλήρωμα ἠλαττώθη· ἀλλ' ἵνα δείξῃ ἀπ' οὐρανοῦ μετακενωθέντα εἰς ἀνθρωπότητα, τουτέστιν εἰς ἐργαστήριον Μαρίας. Μύρον
Chapter XL. And do not marvel if He say, Through Me men enter in unto the Father, nor suppose Him altered from the essence of the Father; for He Himself again teaches, No one cometh unto Me, except the Father draw him. Thus just as the Father sends unto the Son, so too the Son brings in unto the Father, in order to show that the Deity is one and the same. And as for the saying, He advanced in stature and wisdom, the Wisdom of God is not in need of wisdom; rather, since He emptied Himself, taking the form of a servant, His fulness was not diminished, but it stands so as to show Him poured out from heaven into humanity, that is, into the workshop of Mary. Ointment
Notes, col. 88

On the reading

Printed αὺτῶν, for αὐτῶν.

Printed οὺκ, for οὐκ.

Printed Ἁλλὰ, for Ἀλλὰ.

PG 43:89Read from the page
γὰρ ἐκκενωθὲν ὄνομά σοι, φησίν· οὐκ εἶπεν, ‹ ἐκχυθὲν, › ἀλλ' ἐκκενωθὲν, ἀπ' οὐρανοῦ εἰς γῆν· ἵνα ἀπὸ γῆς εἰς Μαρίαν, καὶ ἀπὸ Μαρίας σὰρξ γενόμενος κυΐσκεται, εἰς Βηθλεὲμ γεννᾶται, ἀπὸ Βηθλεὲμ εἰς Ναζαρὲτ μεταβαίνει, ἀπὸ Ναζαρὲτ εἰς Καπερναοὺμ, ἀπὸ Καπερναοὺμ εἰς Ἱερουσαλήμ καὶ θάλασσαν ἐν τῷ βαδίζειν αὐτὸν ἐπὶ τῶν ὑδάτων, καὶ τὰ μέρη Τύρου, καὶ Ναῗν, καὶ τὴν Ἰουδαίαν καὶ Ἱεριχὼ, καὶ εἰς Βηθφαγὴ καὶ Βηθανίαν, εἰς Ἱερουσαλήμ τε τὸν ναὸν, καὶ τὸ ὄρος τῶν Ἐλαιῶν, καὶ Γεθσημανῆ, εἰς οἶκον Καϊάφα, εἰς τὸ πραιτώριον, καὶ πρὸς Ἡρώδην, εἰς τόπον Γολγοθᾶ, εἰς τὸ μνῆμα, καὶ ἕως τοῦ ᾅδου, εἰς γῆν μετὰ τὴν ἀνάστασιν, καὶ εἰς οὐρανούς. Μύρον γὰρ ἐκκενωθὲν ἀπὸ ἄγγους εἰς ἄγγος, πάντα τὰ ἄγγη μυρίζει. Καὶ Χριστοῦ ἡ παρουσία ἀπ' οὐρανοῦ ὅλην τὴν γῆν ἡγίασε, τοὺς αὐτὸν λαμβάνοντας ἐν ἀληθείᾳ· ὁ ὄρος ὢν, ὡς ἐν τῷ Δανιὴλ, καὶ μέγα ὄρος· Λίθος τεμνόμενος ἄνευ χειρῶν, ἄνευ σπέρματος ἀνδρὸς ὑπαινιττόμενος· τὸ μεῖζον αὖθις μικρὸν εὑρισκόμενον· λίθος πάλιν ἀναλαμβάνων τὸ μέγεθος, καὶ γινόμενος αὖθις ὄρος μέγα· καὶ ὅτι τὸ ὄρος οὐκ ἔνι τόπῳ, ἀλλὰ πληρῶν ἅπασαν τὴν οἰκουμένην. Οὗτος ὁ σοφία ὢν, καὶ γενόμενος ἄνθρωπος, ἐπεκτείνων ἑαυτοῦ τὴν δύναμιν τῷ κόσμῳ, ἵνα πληρώσῃ τὴν οἰκουμένην χάριτος, προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ. Ἐπεὶ σοφία ὢν τοῦ Πατρὸς, καὶ διδάσκων ἀνθρώπους λαλεῖν, καὶ ἀνθρώποις διαρθρώσας γλῶσσαν, καὶ φυτεύσας τὸ οὖς τοῖς ἀκούουσι, πῶς οὐκ ᾔδει καλεῖν πατέρα ἢ μητέρα; λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκύλα Σαμαρείας, καὶ τὰ ἑξῆς. Ἀλλ' ἐπειδὴ γεννηθεὶς ἀπὸ κοιλίας, εὐθὺς λαλῶν, εἰ ἐδείκνυτο, καὶ καθαρῶς οἷα δὴ ἀρτίπαις ἐφθέγγετο, φαντασία ἂν ἐνομίσθη, καὶ οὐκ ἀληθὴς, ἢ μᾶλλον δοκήσει ἡ ἔνσαρκος αὐτοῦ κύησις. Διά τοι τοῦτο ὑπομένει τὸ ὀλίγον τῆς ἡλικίας, ἵνα μὴ ἀφανίσῃ τὸ ἀληθὲς τῆς ἀκολουθίας.
for Thy name is poured out, it says; it did not say, spilled forth, but emptied out, from heaven unto earth: so that from earth into Mary, and from Mary becoming flesh He is conceived, is born at Bethlehem, passes from Bethlehem to Nazareth, from Nazareth to Capernaum, from Capernaum to Jerusalem and the sea in His walking upon the waters, and the parts of Tyre, and Nain, and Judaea and Jericho, and to Bethphage and Bethany, and into Jerusalem to the temple, and the Mount of Olives, and Gethsemane, to the house of Caiaphas, to the praetorium, and before Herod, to the place Golgotha, to the tomb, and as far as Hades, to earth after the resurrection, and into the heavens. For ointment emptied out from vessel into vessel makes all the vessels fragrant. And the coming of Christ from heaven sanctified the whole earth, namely those who receive Him in truth; He Who is the mountain, as in Daniel, and a great mountain: a stone cut without hands, hinting covertly at birth without the seed of man; that which is greater found in turn small; a stone taking up its greatness again, and becoming in turn a great mountain; and because the mountain is not confined to a place, rather filling the whole inhabited world. He Who is Wisdom, and Who became man, extending His own power to the world so as to fill the inhabited world with grace, advanced in stature and wisdom. Since He is the Wisdom of the Father, teaching men to speak, fashioning articulate speech for men, and planting the ear for those who hear, how did He not know how to call father or mother—he shall take the power of Damascus, and the spoils of Samaria, and what follows? Yet if immediately upon being born from the womb He had been shown speaking, and had uttered clear speech just like a grown lad, His incarnate conception would have been thought an illusion and not true, or rather a mere semblance. On this very account He endures the smallness of stature, lest He efface the truth of the natural sequence.
ΜΑʹ. Ἑτέρας δὲ πάλιν θηρῶνται ματαίας ὑπολήψεις παραπλέκειν τοῖς θείοις λόγοις. Καὶ ἐναντίως διανοοῦνται, καί φασι· Πῶς οὖν γέγραπται, Δέξασθε τὸν ἀρχιερέα ὁμολογίας ἡμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν; Καὶ, Γνωστὸν ὑμῖν ἔστω, πᾶς οἶκος Ἰσραὴλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε, Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε; Καὶ θαῦμά μοι μέγα ἐπέρχεται, πῶς οἱ τῶν ἀκολουθιῶν ἐφαπτόμενοι, τὴν ἐν αὐτοῖς φραζομένην δύναμιν ἀγνοοῦσι. Τὸ γὰρ εἰπεῖν, Δέξασθε τὸν ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, οὐ περὶ τῆς θεότητος εἴρηται. Ὁ Θεὸς γὰρ ἦλθε, καὶ εἰς πάντα ἡμῖν σαφηνίζουσιν αἱ θεῖαι Γραφαί· οὐδὲν γὰρ ἐν αὐταῖς ἐστι σκολιὸν ἢ στραγγαλιῶδες, Πάντα δὲ ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Λάβετε γὰρ, φησὶ, παιδείαν,
Chapter XLI. Yet again they hunt after other vain suppositions to weave alongside the divine words. And they think perversely, and say: How then is it written, Receive the high priest of our confession, Who is faithful to Him that made Him? And, Let all the house of Israel know assuredly, that God hath made this same Jesus, Whom ye crucified, both Lord and Christ? And great wonder comes over me, how those who lay hold of the sequences of Scripture are ignorant of the meaning expressed in them. For the saying, Receive the high priest Who is faithful to Him that made Him, has not been spoken concerning the deity. For God came, and in all things the divine Scriptures make matters clear to us; for nothing in them is crooked or twisted, rather all things are plain to those who understand, and upright to those who find knowledge. For receive, says it, instruction,
PG 43:92Read from the page
καὶ μὴ ἀργύριον· ἐὰν γὰρ μή τις λάβῃ παιδείαν παρὰ Θεοῦ, τουτέστι τὴν πίστιν τῆς ἀληθείας, σκολιὰ αὐτῷ πάντα καὶ διεστραμμένα, τοῖς συνιοῦσιν ὀρθὰ, καὶ εὑρίσκουσι γνῶσιν ὀρθὰ πάντα καὶ ἀδιάβλητα. Ἵνα δὲ αὐτοὺς ἐλέγξῃ ὁ Ἀπόστολος, φησί· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος τὰ ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρα καὶ θυσίας. Διὰ τοῦτο καὶ αὐτὸς ὁ Μονογενὴς, ἐπειδὴ ὑπὲρ ἀνθρώπων αὐτὸς ἦλθε γενέσθαι, ἔλαβεν ἐξ ἡμῶν τὴν σάρκα, ἵνα ὑπὲρ ἡμῶν ὁ ἀφ' ἡμῶν γενόμενος προσφορὰ τῷ ἰδίῳ Πατρὶ Θεῷ, τοὺς μαθητὰς ἀδελφοὺς καλέσῃ. Ποῦ οὖν τὸ γενόμενον πληροῦται; οὐκ ἄλλοθεν, ἀλλὰ πρὸ τοῦ ἀρχιερέως· Δέξασθε γὰρ τὸν ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.
and not silver; for unless one receives instruction from God, that is, the faith of the truth, all things are crooked and perverse to him, whereas to those who understand they are upright, and to those who find knowledge all things are upright and irreproachable. And in order to refute them, the Apostle says: For every high priest taken from among men is appointed in things pertaining to men, so as to offer gifts and sacrifices. Wherefore the Only-begotten Himself also, since He came to become man on behalf of men, took flesh from us, so that having come from us as an offering on our behalf to His own Father and God, He might call the disciples brethren. Where then is this coming into being fulfilled? From nowhere else save in reference to the high priest: For receive the high priest Who is faithful to Him that made Him.
Ἵνα δὲ καὶ παραδείγματι περισσοτέρῳ χρήσωμαι, ἐρωτήσειέ τις βασιλέα περὶ τοῦ ἰδίου υἱοῦ, καὶ λέξει αὐτῷ τολμήσας· Τίς οὗτός ἐστιν; Ἀκούσας δὲ παρὰ τοῦ πατρὸς δικαίαν ὁμολογίαν, Υἱός μου ἐστὶ, πάλιν ἔροιτο, Υἱός σου κατὰ φύσιν; καὶ, Ναὶ, τοῦ βασιλέως εἰπόντος, αὖθις ἐπάξει ὁ ἐρωτῶν· Τί οὖν αὐτὸν ἐποίησας; Πάντως ἂν ἐρεῖ, Βασιλέα αὐτὸν ἐποίησα. Ἆρα τὴν ἀξίαν εἰπὼν τὴν γνησιότητα ἠρνήσατο; Ἐὰν τὸ δεύτερον εἴπῃ, τὸ ἀρχαῖον ἠφάνισεν; Οὐδαμῶς. Οὕτως οὖν καὶ ὁ Θεὸς καὶ Πατὴρ ἐγέννησε τὸν Υἱὸν ἀνάρχως, καὶ ἐν σαρκὶ πεπλήρωται τὸ, Ἐποίησεν αὐτὸν ἀρχιερέα.
And that I may also employ a fuller illustration, suppose someone were to question a king concerning his own son, and make bold to say to him: Who is this? And having heard from the father a rightful confession, He is my son, suppose he were to ask again, Thy son by nature? and when the king said, Yes, the questioner were to add in turn: What then hast thou made him? Assuredly he will say, I have made him king. By stating the office, did he deny the true parentage? If he states the second, has he effaced the original truth? By no means. Even so, therefore, God the Father also begot the Son without beginning, and in the flesh has been fulfilled the saying, He made Him high priest.
ΜΒʹ. Ἀλλὰ, φησὶ, γέγραπται· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Καὶ πρῶτα μὲν ἀγνοοῦσιν οἱ κενόδοξοι τὸ ὄνομα τῆς βίβλου. Ἡ γὰρ βίβλος Παροιμία καλεῖται Σολομῶντος. Πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταυτόν ἐστι τῇ τοῦ λόγου δυνάμει. Ἰδοὺ γὰρ ἐν παραβολαῖς ἐλάλησεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁρῶμεν τὰς παραβολὰς οὐχ οὕτως ἐχούσας πρὸς τὴν ὑπόθεσιν ἡμῶν. Ὁμοία γάρ ἐστι, φησὶ, ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως. Καὶ εἰ κατὰ τὸν ἡμέτερον νοῦν θελήσομεν διανοήσασθαι τὸ ἀπὸ μέρους, δῆλον ὅτι βασιλεία οὐρανῶν εὐρυχωρίας ἐστὶ τόπος· εἰ ἄρα
Chapter XLII. Yet, says one, it is written: The Lord created me the beginning of His ways for His works. Now first of all the vainglorious are ignorant of the title of the book. For the book is called a Proverb of Solomon. And everything spoken by way of proverb is not identical with the literal force of the expression. For behold, our Lord Jesus Christ spoke in parables, and we see that the parables do not stand literally so in relation to our subject. For the kingdom of heaven is like, says He, unto a grain of mustard seed. And if according to our mind we wish to think through the particulars, plainly the kingdom of heaven is a place of spaciousness—if indeed
PG 43:93Read from the page
δεῖ λέγειν τόπον, ἐν ᾗπερ βασιλεὺς ὁ Θεὸς καὶ Πατὴρ, καὶ ὁ Θεὸς Λόγος καὶ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ, ἄγγελοί τε καὶ ἀρχάγγελοι, στρατιαὶ πνευματικαὶ, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ πάντες δίκαιοι. Ποῦ τοίνυν τὰ τοσαῦτα ἐν κόκκῳ σινάπεως χωρηθήσεται; Τὸ δὲ τροπικὸν τοῦ λόγου αἰνιγματωδῶς λέγεται. Ἄρα οὐ ταυτόν ἐστι τὸ παροιμιαζόμενον. Ἀλλὰ καὶ γυναικὶ ἐχούσῃ δέκα δραχμὰς, καὶ ἀπολεσάσῃ μίαν, καὶ λύχνον ἁψάσῃ, καὶ εὑρούσῃ αὐτήν· ἀλλὰ καὶ σαγήνῃ βληθείσῃ ἐν τῇ θαλάσσῃ· ἀλλὰ καὶ σπόρῳ σπειρομένῳ ἐπὶ τῆς γῆς. Ταῦτα δὲ πάντα αἰνιγματωδῶς, οὐ ταυτὸν δέ ἐστι τῇ δυνάμει. Καὶ οὐκ οἴδαμεν ὄντως τὸν παροιμιαστὴν Σολομῶντα, εἰ περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ εἴρηκε τοῦτον τὸν λόγον. Ἔστι γὰρ σοφία καὶ σοφία. Οἶδεν οὖν ὁ Ἀπόστολος λέγειν· Οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τοῦ Θεοῦ τὸν Θεόν· καὶ, Ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου· καὶ πάλιν λέγει, Οὐκ ἐν σοφίᾳ σαρκικῇ, καὶ δυνάμει Θεοῦ. Καὶ οἶδε Σολομῶν καλεῖν σοφίαν λέγων· Ἠράσθη τοῦ κάλλους αὐτῆς, καὶ νύμφην ἠγαγόμην ἐμαυτῷ. Καὶ Ἰὼβ οἶδε σοφίαν, καί φησι· Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς φρονήσεως; καὶ, Σοφία τοῦ πένητός ἐστιν ἐξουδενωμένη. Καὶ αὐτὸς τῆς σοφίας ἐστὶ διορθωτής· καὶ, Σοφία Πατρὸς ὁ Μονογενής.
one must call it a place—wherein God the Father is King, and God the Word and Son of God, and the Holy Spirit of God, both angels and archangels, spiritual hosts, Abraham and Isaac and Jacob, and all the righteous. How then shall so many things be contained in a grain of mustard seed? Rather, the figurative turn of the expression is spoken enigmatically. Thus what is spoken by way of proverb is not identical with the literal reality. So too with a woman having ten drachmas, and losing one, and lighting a lamp, and finding it; and so too with a dragnet cast into the sea; and so too with seed sown upon the earth. All these things are spoken enigmatically, and are not identical with the literal force. Nor do we truly know whether the proverb-writer Solomon spoke this saying concerning the Son of God. For there is wisdom and wisdom. Thus the Apostle knows how to say: The world through the wisdom of God knew not God; and, God made foolish the wisdom of the world; and again he says, Not in fleshly wisdom, and in the power of God. And Solomon knows how to speak of wisdom, saying: He became enamoured of her beauty, and I took her as a bride for myself. And Job knows of wisdom, and says: But whence was wisdom found? and what is the place of understanding? and, The wisdom of the poor man is despised. And He Himself is the corrector of wisdom; and, The Only-begotten is the Wisdom of the Father.
ΜΓʹ. Τί οὖν λέγομεν; Εἰ σοφία Πατήρ ἐστι, καὶ Υἱὸς δὲ κατὰ τὸν ἐκείνων νοῦν, οὐ προῆλθεν ἐξ αὐτοῦ Λόγος, καὶ Θεὸς ὢν, καὶ σοφία ὤν· ἄρα ὁ Πατὴρ λείπεται σοφίας ἐν ἑαυτῷ; Πῶς οὖν, Θεῷ μόνῳ σοφῷ, ἀοράτῳ; Καὶ ταῦτα πάντα ἐστὶν ἀκατάληπτα καὶ ἄπειρα ἀνθρώποις. Ἔδωκεν ὁ Θεὸς σοφίαν τῷ Σολομῶντι, καὶ ἐνέπλησε σοφίας τὸν Βεσελεήλ· καὶ, Σοφοὶ ἄνθρωποι κρύπτουσιν αἰσχύνην· περὶ σοφίας πολλὰ ἔστι λέγειν. Ἐκείνη δὲ ἡ σοφία τοῦ Πατρὸς μονοειδής ἐστι, μὴ ἔχουσα ἀντιπαράθεσιν ἄλλην. Ὅμως δὲ εἰ καὶ περὶ αὐτῆς ἦν ὁ λόγος ᾀδόμενος, οὔτε συντίθεμαι, οὔτε ἀποτάσσομαι, Θεῷ δὲ συγχωρῶ τὸ εἰδέναι· βεβιασμένος δὲ ὁρῶ αὐτὰ ἀντιπαράθετα τὰ λεγόμενα. Ἔκτισε γὰρ, φησὶ, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Πῶς οὖν τὸ γεννώμενον θεμε-
Chapter XLIII. What then do we say? If the Father is wisdom, and according to their mindset the Son did not come forth from Him as Word, being both God and wisdom—is the Father then lacking wisdom within Himself? How then is it written, To the only wise, invisible God? And all these things are incomprehensible and infinite to men. God gave wisdom to Solomon, and filled Bezalel with wisdom; and, Wise men conceal shame; concerning wisdom there are many things one may say. Yet that Wisdom of the Father is unique in kind, having nothing else set in comparison with it. Nevertheless, even if the passage chanted were concerning it, I neither assent nor dissent, rather I yield the knowledge thereof to God; yet when forced, I see the very things spoken standing in mutual contrast. For He created, says it, the beginning of His ways for His works; before the age He founded me; and before all the hills He begetteth me. How then is that which is begotten foun-