τὸ θεῖον, ποῖα δὲ ⟨…⟩ου τοῦ Θεοῦ γενόμενα, ἵνα μὴ συμμίξω⟨…⟩ ⟨…⟩ῷ ἀϊδίῳ τὰ ἐξ οὐκ ὄντων γενόμενα, ἵνα ⟨…⟩ ⟨…⟩πολέσωμεν ἑαυτῶν τὴν διάνοιαν, ἀριθμῷ τὰ πάντα συνήγαγον. Ἀπεκάλυπτε γὰρ αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς καταξιωθεῖσιν ἅμα ἀγγέλοις εἶναι, συνδιαίτοις γενομένοις ἀγγέλων τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ, καὶ τὰ ὑποκάτω τῆς γῆς· καὶ λοιπὸν οὐκ ἠγνόουν. Καί φασιν οἱ αὐτοὶ ἅγιοι παῖδες, ὡς προεῖπον· Εὐλογεῖτε, πάντα τὰ ἔργα τοῦ Κυρίου, τὸν Κύριον. Καὶ ἄρχονται ἀριθμεῖν τε καὶ διαιρεῖν ποῖα τὰ ἔργα, ποῖα τὰ ποιήσαντα, ποῖα τὰ ποιήματα, ποῖα τὰ ἐργαζόμενα, ποῖα δὲ τὰ ἐργασθέντα· καὶ ἀριθμοῦσιν οὐρανὸν, γῆν, ὕδατα ἐπάνω τοῦ οὐρανοῦ, καὶ ἀγγέλους, κτιστοὶ γὰρ οἱ ἄγγελοι· καὶ θρόνους καὶ δυνάμεις, κτιστὰ γὰρ ταῦτα· ἥλιον, σελήνην, ποιητὰ γὰρ, οὐκ ἄκτιστα· νέφη καὶ νιφετοὺς, ἀνέμους, χιόνας, ἀστραπὰς, βροντὰς, γῆν, θάλασσαν, πηγὰς, ἀβύσσους, ποταμοὺς, πᾶσαν ἀνθρωπότητα, ὄρη, πετεινὰ οὐρανοῦ, κτήνη καὶ ζῶα, ψυχὰς ὁσίων, πνεύματα δικαίων, Ἀνανίαν, Ἀζαρίαν, Μισαὴλ, ἱερεῖς καὶ δούλους Θεοῦ· πάντα γὰρ ταῦτα ποιητά ἐστι καὶ κτιστὰ, ὑπὸ Θεοῦ γεγονότα διὰ τοῦ Λόγου καὶ τοῦ ἁγίου Πνεύματος· Τῷ γὰρ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ὅρα δὲ, ἀγαπητὲ ἀδελφὲ, πῶς τὰ πάντα ἠρίθμησαν Πνεύματι ἁγίῳ φερόμενοι, καὶ οὐκ ἠρίθμησαν Υἱὸν ἐν τοῖς ποιήμασιν, ἀλλ' οὔτε ἅγιον Πνεῦμα· ἀλλ' ἔγνωσαν τὴν αὐτὴν Θεότητα εἶναι ἐν Τριάδι, καὶ τὴν αὐτὴν Τριάδα ἐν μιᾷ Θεότητι· καὶ ἐδόξασαν Πατέρα ἐν Υἱῷ, καὶ Υἱὸν ἐν Πατρὶ σὺν ἁγίῳ Πνεύματι, μίαν ἁγιαστίαν, μίαν λατρείαν, μίαν Θεότητα, μίαν δοξολογίαν.
the divine, and what sort of things came into being [from] God, lest we mingle with the eternal the things that came into being out of nothing, lest we [also] destroy our own understanding, they gathered all things together by number. For the Holy Spirit revealed to them—as men deemed worthy to be together with angels, having become table-companions of angels—the things in the heavens and the things on the earth, and the things underneath the earth; and henceforth they were not ignorant. And the same holy youths say, as I said before: Bless the Lord, all ye works of the Lord. And they begin both to number and to divide what sort of things are the works, what sort the things that made, what sort the things made, what sort the things working, and what sort the things wrought; and they number heaven, earth, waters above the heaven, and angels, for the angels are created; and thrones and powers, for these are created; sun, moon, for they are things made, not uncreated; clouds and snowstorms, winds, snows, lightnings, thunders, earth, sea, springs, abysses, rivers, all humanity, mountains, birds of heaven, cattle and living creatures, souls of holy ones, spirits of righteous ones, Ananias, Azarias, Misael, priests and servants of God; for all these are things made and created, having come into being by God through the Word and the Holy Spirit; For by the Word of the Lord the heavens were established, and by the Spirit of His mouth all their power. And behold, beloved brother, how they numbered all things while borne along by the Holy Spirit, and did not number the Son among the things made, nor yet the Holy Spirit; but they knew the same Godhead to be in Trinity, and the same Trinity in one Godhead; and they glorified the Father in the Son, and the Son in the Father with the Holy Spirit, one sanctification, one worship, one Godhead, one doxology.
ΚΕʹ. Αλλὰ πάντως καὶ τοῦτο τολμᾷ ὁ διάβολος κινεῖν ἐν τοῖς ἀνθρώποις, ἀπιστίας τολμηρίαν καταψεύσασθαι τῶν ἁγίων παίδων πλάσαι καὶ εἰπεῖν· Οὐκ ᾔδεισαν εἰπεῖν ὄνομα ἁγίου Πνεύματος, Ἰουδαῖοι γὰρ ἦσαν, καὶ οὐδὲ Υἱὸν ᾔδεισαν, Ἰουδαῖοι ὄντες. Εὐθὺς δὲ οἱ λόγοι ἐλέγχουσι τῶν κακοδόξων τὴν ἀπιστίαν. Φησὶ γάρ· Καὶ ἦν τὸ πρόσωπον τοῦ τετάρτου, ὡς πρόσωπον Υἱοῦ Θεοῦ· ἰδοὺ ὄνομα Υἱοῦ Θεοῦ. ἄρα οὐκ ἔστιν ἄγνοια περὶ τούτου. Καὶ πρὸ τοῦ χρόνου τοῦ τῆς καμίνου, ὅτι ἐπλήσθη Δανιὴλ Πνεύματος ἁγίου, καὶ εἶπε· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ἐπέστρεψαν εἰς τὸ κριτήριον· καὶ ἔκρινε τοὺς πρεσβυτέρους Πνεύματι ἁγίῳ ἐμφορούμενος· ἄρα οὖν ᾔδεισαν τὸν Υἱὸν, καὶ ᾔδεισαν τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐχ
Chapter 25. Yet altogether the devil dares to stir up this too among men, to fabricate a rash charge of unbelief falsely against the holy youths and to say: They did not know how to utter the name of the Holy Spirit, for they were Jews, and neither did they know the Son, being Jews. Immediately, however, the words convict the unbelief of the evil-minded. For it says: And the face of the fourth was like the face of a Son of God; behold the name of the Son of God. Therefore there is no ignorance concerning this. And before the time of the furnace, that Daniel was filled with the Holy Spirit, and said: I am pure from her blood, and they returned to the judgement-hall; and he judged the elders, being inspired by the Holy Spirit; therefore, then, they knew the Son, and they knew the Father and the Holy Spirit; and not