προσέταξε λέγειν, ἵνα μετὰ τὸ ἀναστῆναι πρὸς τὴν ὥραν, σημανθῇ μὲν ἡμῶν ἡ ἐλπὶς τῆς σωτηρίας, ἀνθρώπου δὲ λόγος λυθῇ, καὶ οὐ τοῦ Κυρίου, ἤμελλον γὰρ πάλιν ἀποθνήσκειν ἐκεῖνα τὰ ὀστᾶ. Ὅταν δὲ εἴπῃ ὁ Κύριος, Ἀνάστητε, ἐγείρονται, καὶ οὐκ ἀποθνήσκουσι· Θεοῦ γὰρ λόγος οὐ λυθήσεται.
He commanded to speak, so that after they had risen for the time being, our hope of salvation might indeed be signified, yet the word of a man, and not of the Lord, might be dissolved, since those bones were going to die again. Whenever, however, the Lord says, Rise up, they are raised, and die no more; for the word of God shall not be dissolved.
Ρʹ. Διὰ τοῦτο καὶ ὁ Κύριος ἐν σαρκὶ ἐλθὼν ἤγειρε νεκροὺς, ἵνα τὸ διὰ τῆς σαρκὸς πάλιν κοιμηθῇ, ἕως αὐτὴ ἡ σὰρξ ἀναστῇ, καὶ μηκέτι ἀποθάνῃ, καὶ σιωπήσῃ τοῦτο λέγειν μόνῳ ἑνὶ, Ἔγειραι, δεῦρο ἔξω· ἕως ἂν ἔλθῃ, καὶ μηκέτι ἑνικῶς εἴπῃ, Ἔγειρε, ἀλλ', Ἐγείρεσθε πάντες, τὴν καθολικὴν ἀνάστασιν ἐργαζόμενος· αὐτὸς γάρ ἐστιν ἡ ἀνάστασις τῶν νεκρῶν. Ὁ δὲ γὰρ μετὰ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν οὐδένα ἤγειρε τῶν προσφάτως τελευτησάντων· Ἀνέστησαν δὲ σὺν αὐτῷ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων, καὶ ὤφθησαν πολλοῖς, μετ' αὐτοῦ εἰσελθόντες εἰς τὸν νυμφῶνα, κατὰ τὰ ἐν Εὐαγγελίῳ γεγραμμένα. Καὶ οὐκ εἶπεν, Ἀνέστη μέρος τῶν σωμάτων τῶν ἁγίων, ἀλλὰ, σώματα τῶν ἁγίων, καὶ ἐνεφανίσθησαν πολλοῖς, οὐκ ἄλλοι ὄντες παρὰ τοὺς τετελευτηκότας, ἀλλ' ἐπιγινωσκόμενοι παρὰ τῶν ἰδίων οἳ οὐ πρὸ χρόνου ἦσαν τετελευτηκότες. Καὶ ἄλλοις δεῖξαι δὲ βουλόμενος ὁ Κύριος ἡμῶν τὸ θαῦμα, τὰ δὴ δυσχερῆ ἐκεῖνα εὐχερῆ δεικνὺς, ἐπετέλει. Καὶ ὅτε μὲν ἔρχεται πρὸς τὴν προσφάτως τελευτήσασαν κόρην τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου, ἐπειδὴ αὐτῇ τῇ ὥρᾳ τετελεύτηκε, κατηξίωσεν αὐτῇ εἰπεῖν· Ἀνάστηθι, ἡ παῖς· τῷ δὲ, Ἀνάστηθι, ἰσχυροποιῶν τὸ ἤδη λελυμένον, ἐπειδὴ ἔτι ἐν τῇ κλίνῃ ἦν. Τὸν δὲ υἱὸν τῆς χήρας τῆς ἐν τῇ Ναῖν, ἐπειδὴ ἤδη ἐν τῇ σορῷ ἐξεφέρετο, εὐχερέστερον ἤγειρεν· ἥψατο γὰρ τῆς σοροῦ, καὶ οὐκ εἶπέ τι τῷ παιδὶ, ἀλλὰ μόνον ἥψατο τῆς σοροῦ, καὶ ἀνέστη. Τὸ δὲ ἔτι βαθύτατον, καὶ παρ' ἐλπίδα ἀνθρώπων πολλῷ μακρότερον, ὅτε ἦλθεν ἐπὶ τὸν τετραήμερον Λάζαρον, οὐδὲ εἶπεν, Ἀνάστηθι, οὐδὲ ἥψατο τῇ χειρὶ τοῦ μνήματος, ἀλλ' οὕτως ἐν ἑτοίμῳ καλεῖ ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· Λάζαρε, δεῦρο ἔξω. Πολὺ δὲ εὐχερέστερόν ἐστι καὶ ἑτοιμότερον τὸ, Δεῦρο ἔξω, παρὰ τὸ ἅψασθαι, τὸ δὲ ἅψασθαι πάλιν εὐχερέστερόν ἐστι πολὺ τοῦ καλέσαι, Ἡ παῖς, ἀνάστηθι. Ὧδε δὲ πάντα ποιεῖ ὁ ἅγιος τοῦ Θεοῦ Λόγος, ἵνα ἡμῖν τὴν ἐλπίδα ὑποδείξῃ τῆς ἀναστάσεως.
Chapter 100. Wherefore the Lord also, having come in the flesh, raised the dead, so that what was raised through the flesh might fall asleep again, until the flesh itself shall rise and die no more, and He shall cease saying this to one person alone, Arise, come forth; until He comes and no longer says in the singular, Arise, rather, Arise, all of you, working the universal resurrection; for He Himself is the resurrection of the dead. Indeed, after rising from the dead He raised none of those who had recently died; rather, many bodies of the saints who had fallen asleep rose with Him, and appeared unto many, entering with Him into the bridal chamber, according to what is written in the Gospel. And it did not say, A part of the bodies of the saints rose, rather, bodies of the saints, and they were manifested unto many, being none other than those who had died, rather being recognized by their own kinsfolk who knew those who had died not long before. And wishing to show the miracle to others also, our Lord accomplished those very things that seemed difficult, showing them to be easy. And when He comes to the maiden who had recently died, the daughter of the ruler of the synagogue, since she had died at that very hour, He deigned to say to her: Arise, maiden; by the word Arise strengthening what was already dissolved, since she was still upon the bed. Yet the son of the widow in Nain, since he was already being carried out on the bier, He raised more easily; for He touched the bier, and did not say anything to the boy, rather He merely touched the bier, and he rose. And what is deeper still, and far further beyond human expectation, when He came to Lazarus who had been four days dead, He neither said, Arise, nor touched the tomb with His hand, rather thus readily He calls in His own authority: Lazarus, come forth. Now Come forth is much easier and readier than touching, and touching in turn is much easier than calling out, Maiden, arise. Yet the holy Word of God does all things thus in order that He may show forth to us the hope of the resurrection.
ΡΑʹ. Εἰ δὲ βουληθείην τὰς πάσας μαρτυρίας ἐκ πασῶν τῶν Γραφῶν ἐκλέξασθαι, μικρὸς μὲν ὁ ἡμέτερος νοῦς, βραχύς τε καὶ ἰδιώτης· ὅμως διὰ τὸ πλῆθος εἰς πολὺ πλάτος ἐπεκτείνω τὸν λόγον. Συνελὼν δὲ ἐρῶ, ὅτι ἡ ἡμῶν σωτηρία σύντομός ἐστιν,
Chapter 101. Now if I should wish to select all the testimonies out of all the Scriptures, small indeed is our mind, brief as well as unlearned; nevertheless by reason of their multitude I would draw out my discourse to great length. Summing up, however, I shall say that our salvation is concise,