ΠΑʹ. Οὗτος οὖν ὁ Μονογενὴς, ὁ τέλειος, ὁ ἄκτιστος, ὁ ἄτρεπτος, ὁ ἀναλλοίωτος, ὁ ἀπερινόητος, ὁ ἀόρατος, ἐνανθρωπήσας ἐν ἡμῖν, καὶ ἀναστὰς πνευματικῶς, καὶ μηκέτι ἀποθνήσκων, μηκέτι πτωχεύων, ὁ δι' ἡμᾶς πτωχεύσας πλούσιος ὢν, ὁ πνεῦμα ὢν ὅλος, ὁ τὸ σαρκικὸν καὶ τὸ θεϊκὸν ἑνῶν, Κύριος εἷς, βασιλεὺς, Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν οὐρανῷ καθεσθεὶς ἐν δεξιᾷ τοῦ Πατρὸς ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας, δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου, φησὶν ἐν Εὐαγγελίῳ· Ἀπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Τοῦτο δὲ, καὶ, ἀναμέσον ὂν, οὐ συναλοιφῇ ἐσήμανε τὸν Υἱὸν τῷ Πατρὶ, ἀλλὰ Πατέρα οἶδε Πατέρα ἀληθινὸν, καὶ ἑαυτὸν ἀληθινὸν ἀπέδειξεν ἐνυπόστατον Λόγον, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα ἐνυπόστατον Πνεῦμα, καὶ Πνεῦμα ἀληθείας, ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον· οὐχ ὡς ἵνα τις ὑπονοήσῃ δολίως φερόμενος πρὸς τὴν πίστιν, καὶ τοὺς πόδας αὐτοῦ ἀποκρύπτων, καὶ δολιευόμενος πρὸς τὴν ἀλήθειαν· Ἐτάζει γὰρ καρδίας καὶ νεφροὺς ὁ Θεός. Καὶ λέγει ὁ αἱρετικός· Δηλονότι πιστεύω ὅτι ὁ Πατὴρ Πατὴρ, καὶ ὁ Υἱὸς Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα ἅγιον Πνεῦμα· καὶ ὁμολογῶ τρεῖς ὑποστάσεις ἐν μιᾷ οὐσίᾳ· οὐχ ἑτέραν δὲ λέγω οὐσίαν παρὰ τὴν θεότητα, οὐχ ἑτέραν θεότητα παρὰ τὴν οὐσίαν· ἀλλὰ διὰ τὸ οὕτως ἀκριβοῦν οὐσίαν καλοῦμεν, ἵνα μὴ ἄλλο καὶ ἄλλο εἶδος εἴπωμεν τῆς θεότητος τῆς Τριάδος. Κρυπταζόμενος γὰρ ὁ τοιοῦτος ὡς εἶπον, ῥᾳδιούργως, καὶ πάλιν δολίως λέγει· Πιστεύω ὅτι Πατὴρ Πατὴρ, Υἱὸς Υἱὸς, Πνεῦμα ἅγιον Πνεῦμα ἅγιον· ὑπόνοιαν δὲ ἔχει τοιαύτην κεκρυμμένην, ὡς ἀφ' ἡμῶν τὸ Θεῖον ἀπεικάσας λέγει ἐν ἑαυτῷ, ὅτι Ὡς ἔχω σῶμα καὶ ψυχὴν καὶ πνεῦμα ἀνθρώπειον, οὕτω καὶ ἡ Θεότης. Πατὴρ μὲν, ὡς εἰπεῖν, τὸ εἶδος· Υἱὸς δὲ ὡς ἐν τῷ ἀνθρώπῳ ψυχή· Πνεῦμα δὲ ὥσπερ τὸ ἐμπνέον διὰ τοῦ ἀνθρώπου. Τινὲς γὰρ δολιεύονται, καὶ οὕτως νομίζουσι τὴν Θεότητα. Ἡμεῖς δὲ οὐχ οὕτως ἐμάθομεν, ἀλλ' ἰδοὺ ὁ Πατὴρ ἐν οὐρανῷ διὰ φωνῆς μαρτυρεῖ· ἰδοὺ ὁ Υἱὸς ἐν Ἰορδάνῃ· ἰδοὺ τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατερχόμενον ἐσχηματίζετο, ἀλλὰ καθ' ἑαυτὸ ἐσχηματίζετο, καθ' ἑαυτὸ ὑπόστασις ὂν, οὐκ ἀλλοίας παρὰ τὴν τοῦ Πατρὸς καὶ Υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας. Πάλιν ἑτέρως· Ἰδοὺ Πατὴρ κάθηται ἐν οὐρανῷ· τὸ δὲ κάθηται μὴ πάλιν ὑπολάμβανε ἀνθρωπίνως, ἀλλ' ἀνεκδιηγήτως καὶ ἀκαταλήπτως ἔχε. Καὶ οὐκ εἶπεν, Ἀνῆλθεν ὁ Υἱὸς εἰς τὸν Πατέρα, ἀλλ', Ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρός. Καὶ πάλιν περὶ τοῦ Πνεύματος τοῦ ἁγίου λέγων ὁ Μονογενὴς ἐδίδασκεν· Ἀπέρχομαι, κἀκεῖνος ἐλεύσεται, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Πνεῦμα τῆς ἀληθείας. Ἂν μὴ ἐγὼ ἀπέλθω, κἀκεῖνος οὐκ ἔρχεται. Εἰ δὲ ἦν τὸ Πνεῦμα συναλοιφὴ αὐτῷ τῷ Υἱῷ, οὐκ ἂν ἔλεγεν, Ἀπέρχομαι, κἀκεῖνος ἔρχεται· ἀλλ' ἵνα
81. This Only-begotten, therefore—the complete, the uncreated, the immutable, the unalterable, the inconceivable, the invisible—having become incarnate among us, and having risen spiritually, and dying no more, being poor no more, He Who for our sakes became poor though He was rich, He Who is wholly Spirit, Who unites the fleshly and the divine, one Lord, King, Christ, the Son of God, having sat down in heaven at the right hand of the Father above every principality and authority, power and every name that is named, says in the Gospel: Go and baptize all the nations into the name of the Father and of the Son and of the Holy Spirit. Now this word and, standing in between, did not signify the Son by coalescence with the Father, rather He knows the Father as true Father, and showed Himself to be the true subsistent Word, and His Holy Spirit to be subsistent Spirit, and Spirit of truth, uncreated, immutable, unalterable—not so that someone might harbour a suspicion while approaching the faith deceitfully, hiding his feet and dealing craftily towards the truth; for God searches hearts and reins. And the heretic says: Assuredly I believe that the Father is Father, and the Son is Son, and the Holy Spirit is Holy Spirit; and I confess three hypostases in one substance; yet I do not speak of another substance besides the Godhead, nor another Godhead besides the substance; rather, because we define it thus precisely, we call it substance, lest we speak of one and another form of the Godhead of the Trinity. For hiding himself, as I said, unscrupulously, such a man speaks deceitfully once again: I believe that the Father is Father, the Son is Son, the Holy Spirit is Holy Spirit; yet he holds such a hidden notion, as, likening the Divine from ourselves, he says within himself: Just as I possess a body and soul and human spirit, so also is the Godhead: the Father, so to speak, is the outward form; the Son is as the soul in man; and the Spirit is like the breath breathing through man. For certain men deal craftily, and suppose the Godhead to be thus. Yet we did not learn thus; rather, behold, the Father in heaven bears witness through a voice; behold, the Son in the Jordan; behold, the Holy Spirit descending in the form of a dove took on that fashion, yet took on that fashion by Himself, being a hypostasis by Himself, not of a different substance besides that of the Father and the Son, rather of the selfsame substance. Again, in another way: Behold, the Father sits in heaven; yet do not again understand sits in human fashion, rather hold it inexpressibly and incomprehensibly. And it did not say, The Son went up into the Father, rather, He sat down at the right hand of the Father. And again, speaking concerning the Holy Spirit, the Only-begotten taught: I depart, and He will come, the Holy Spirit, the Spirit of truth. Unless I depart, He does not come. Now if the Spirit were a coalescence with the Son Himself, He would not have said, I depart, and He comes; rather, in order that