Migne Reading Room

PG 43 · cols. 156–165 · Read from the page

Ancoratus (Ἀγκυρωτός)

Ancoratus (Ἀγκυρωτός)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:156Read from the page
τοῦ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν. Καθόλου δὲ καθαροποιεῖ ἑαυτῇ τὰ πάντα, τὰ ἀόρατα καὶ τὰ ὁρατὰ, θρόνους, κυριότητας, ἀρχὰς, ἐξουσίας, δυνάμεις. Ἐν πᾶσι δὲ ἡ αὐτὴ φωνὴ ἁγία ἀπὸ δόξης εἰς δόξαν, Ἅγιος, ἅγιος, ἅγιος φωνοῦσα, Πατέρα ἐν Υἱῷ, Υἱὸν ἐν Πατρὶ σὺν ἁγίῳ Πνεύματι· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ ἐρεῖ ὁ οὕτω πιστεύων· Γένοιτο, γένοιτο!
Christ in the putting off of the body of sins. Universally It purifieth all things unto Itself, things invisible and things visible, thrones, dominions, principalities, authorities, powers. And in all of them the selfsame holy voice soundeth from glory to glory, crying, Holy, holy, holy, proclaiming the Father in the Son, the Son in the Father, with the Holy Spirit; to Whom be glory and dominion unto the ages of ages. Amen. And he who thus believeth shall say: So be it, so be it!
ΟΔʹ. Καὶ περὶ μὲν Τριάδος καὶ ὁμοουσιότητος Θεοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος οἱ ἀσθενεῖς ἡμῖν καὶ ἰδιῶται μηδὲν σοφιζόμενοι, μηδὲ τῇ τῶν ἀνθρώπων κυβείᾳ ἑαυτοὺς ἀντιθέντες, ἐκ θείων Γραφῶν μᾶλλον μαρτυρίας συναγαγόντες τοῖς βουλομένοις εἰς εὕρεσιν πιστῶν καὶ ἀντίῤῥησιν κακοπίστων καὶ κενοδόξων, ἀπὸ μέρους συνηγάγομεν. Πολλὴ γὰρ ἡ τῆς πίστεως ἐν Πνεύματι ἁγίῳ δύναμις, ἐν ἁπάσαις θείαις Γραφαῖς διαφόρως κεκηρυγμένη. Ἐπειδὴ δὲ τῆς ἡμῶν σωτηρίας ἀσφάλειά ἐστιν ἡ περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ ἐνσάρκου παρουσίας ἀσφαλὴς ὁμολογία τε καὶ βεβαίωσις ἐλπίδος καὶ περὶ ἀναστάσεως νεκρῶν καὶ τῆς ἡμετέρας παλιγγενεσίας, αὖθις ὀλίγον αὐτοὶ ἐπὶ τούτῳ τῷ ἡμετέρῳ καμάτῳ προσθέντες, τοῖς βουλομένοις ἀκριβέστερον ἐντυγχάνειν, ἐκ τῶν αὐτῶν θείων Γραφῶν ἐπιμένομεν συναγαγόντες τε καὶ τῷ λόγῳ προστιθέντες. Ἐπεὶ γὰρ, ὡς ἐδιδάχθημεν ἤδη ἐν τοῖς προγεγραμμένοις, αὐτὸς ὁ Κύριος ἡμῶν ἐν τῷ Εὐαγγελίῳ αὐτοῦ φήσας τοῖς ἑαυτοῦ μαθηταῖς, Ἀπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν τὰς ἐντολὰς ἃς ἐνετειλάμην ὑμῖν· αὐτὸς ὁ ἅγιος ἐνυπόστατος ὁ ἐκ Πατρὸς προελθὼν, δι' οὗ αἰῶνες γεγόνασι, δι' οὗ χρόνοι καὶ καιροί. Οὐ γὰρ ἦν καιρὸς οὔτε χρόνος πρὸ Υἱοῦ. Εἰ γὰρ ἦν χρόνος πρὸ Υἱοῦ, ἄρα μείζων ὁ χρόνος τοῦ Υἱοῦ· καὶ πῶς δι' αὐτοῦ πάντες ἐγένοντο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν ὃ γέγονεν; ὅτι εἴ τι γέγονε, δι' αὐτοῦ γέγονεν, αὐτὸς δὲ ἄκτιστος καὶ ἀεὶ ὢν, ὅτι ὁ Πατὴρ ἀεὶ ἦν, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα ἀεὶ ἦν. Εἰ γὰρ ἦν χρόνος πρὸ Υἱοῦ, ζητηθήσεται ἄρα πάλιν, δι' οὗ καὶ ὁ ἐπὶ τοῦ Υἱοῦ χρόνος ἦν; καὶ μυρία λοιπὸν εἰς φαντασίαν ἐνδομυχοῦσαν ἐν τῇ τῶν ἀνθρώπων ὑπολήψει τρέψει τὸν ἡμέτερον λογισμὸν, ἢ μᾶλλον εἰς πορνείαν διανοημάτων, καὶ οὐ περὶ σωφροσύνης. Οὐκ ἦν τοίνυν χρόνος πρὸ Υἱοῦ· ἐπειδὴ οὐ διὰ χρόνων ὁ Υἱὸς γέγονεν, ἀλλὰ διὰ Υἱοῦ χρόνοι καὶ οἱ ἄγγελοι καὶ τὰ ἄλλα πάντα κτίσματα. Οὐκ ἦν χρόνος ποτὲ ὅτε οὐκ ἦν ὁ Υἱὸς, οὐδὲ ἦν ποτε ὅτε οὐκ ἦν Πνεῦμα.
Chapter LXXIV. Concerning the Trinity, therefore, and the consubstantiality of God the Father and the Son and the Holy Spirit, weak and unlearned though we be, devising no subtleties nor opposing ourselves to the trickery of men, but rather gathering testimonies out of the divine Scriptures for those who desire them towards the discovery of the faithful and the refutation of the misbelieving and vainglorious, we have compiled these things in part. For great is the power of faith in the Holy Spirit, proclaimed in diverse ways throughout all the divine Scriptures. Yet seeing that the safeguard of our salvation is the sure confession concerning the incarnation and bodily coming of our Saviour, and the confirmation of our hope concerning the resurrection of the dead and our regeneration, adding once more a little of our own unto this our toil for those who wish to study more accurately, we persevere in gathering from the selfsame divine Scriptures and subjoining to our discourse. For since, as we have already been taught in what was written before, our Lord Himself spake in His Gospel unto His disciples, Go ye and baptize all the nations into the name of the Father and of the Son and of the Holy Spirit, teaching them to observe the commandments which I commanded you — He Himself is the holy, hypostatic Word Who came forth from the Father, through Whom the ages came into being, through Whom are times and seasons. For there was neither season nor time before the Son. For if there were time before the Son, then time would be greater than the Son; and how then did all come to be through Him, and without Him came naught to be that hath come to be? Because if aught hath come to be, through Him hath it come to be, whereas He Himself is uncreated and ever existing, inasmuch as the Father ever was, and His Holy Spirit ever was. For if there were time before the Son, it will then be asked again, through whom also did that time before the Son exist? And countless fancies thereafter will turn our reasoning towards a figment lurking within human conjecture, or rather towards fornication of thoughts, and not concerning sobriety. There was, therefore, no time before the Son; seeing that the Son came not into being through times, but through the Son came into being times and the angels and all other creatures. Never was there a time when the Son was not, nor ever was there when the Spirit was not.
Notes, col. 156

On the reading

Printed τοῦ, for στοῦ.

Printed ἡμῖν, for ἡμεῖς.

PG 43:157Read from the page
ΟΕʹ. Νομίζουσι δὲ παραγινώσκοντες καὶ μὴ νοοῦντες διαστέλλειν τὴν ἀνάγνωσίν τινες ἐν τῷ εἰπεῖν· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν· ἕως ὧδε ἀποτιθέντες τὸ ῥητὸν, ὑπόνοιαν βλασφημίας εἰς τὸ Πνεῦμα τὸ ἅγιον λαβόντες· σφάλλονται περὶ τὴν ἀνάγνωσιν, καὶ ἀπὸ τοῦ σφάλματος τῆς ἀναγνώσεως σκάζουσιν, εἰς βλασφημίαν τρεπόμενοι. Ἡ δὲ ἀνάγνωσις οὕτως ἔχει· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν, ὃ γέγονεν ἐν αὐτῷ· τουτέστιν ὅτι εἴ τι γέγονε, δι' αὐτοῦ ἐγένετο. Τοίνυν Πατὴρ ἦν ἀεὶ, καὶ τὸ Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ πνέει· καὶ οὔτε ὁ Υἱὸς κτιστὸς, οὔτε τὸ Πνεῦμα κτιστόν· τὰ δὲ μετὰ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πάντα κτιστὰ καὶ γενητὰ, οὐκ ὄντα ποτὲ, ἐγένετο ἀπὸ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, διὰ τοῦ ἀεὶ ὄντος Λόγου σὺν τῷ ἀεὶ ὄντι Πατρί. Δι' αὐτοῦ τοίνυν τοῦ Λόγου πάντα τὰ κτιστὰ γέγονε, τοῦ βασιλέως τοῦ οὐρανίου, τοῦ ἐνυποστάτου Λόγου, τοῦ Σωτῆρος ἡμῶν καὶ εὐεργέτου. Αὐτὸς γὰρ ὁ Σωτὴρ ὁ ἅγιος ἀπ' οὐρανῶν κατελθὼν, ὁ ἐν ἐργαστηρίῳ παρθένῳ καταξιώσας τὴν ἡμετέραν ποιήσασθαι σωτηρίαν, ὁ ἐκ Μαρίας αὖθις γεγεννημένος, διὰ Πνεύματος ἁγίου συλληφθεὶς, ὁ τὴν σάρκα λαβὼν, ὁ Λόγος σὰρξ γενόμενος, ὁ μὴ τραπεὶς τὴν φύσιν, ὁ σὺν τῇ θεότητι λαβὼν τὴν ἀνθρωπότητα, τέλειος ὢν ἀπὸ Πατρὸς, ὁ τὴν τελείαν οἰκονομίαν πληρώσας, ἦλθεν εἰς τὸν κόσμον δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν· ὁ τὴν σάρκα καὶ ψυχὴν τὴν ἀνθρωπίνην λαβὼν, τέλειος ὢν παρὰ Πατρὸς, ἐνανθρωπήσας ἐν ἡμῖν οὐ δοκήσει, ἀλλ' ἀληθείᾳ, τέλειον εἰς ἑαυτὸν ἀναπλάσας ἄνθρωπον ἀπὸ Μαρίας τῆς θεοτόκου διὰ Πνεύματος ἁγίου· οὐκ ἐν ἀνθρώπῳ οἰκήσας, ὡς εἴωθεν ἐν προφήταις λαλεῖν, κατοικεῖν τε ἐν δυνάμει καὶ ἐνεργεῖν· ἀλλ' αὐτὸς ὁ Λόγος σὰρξ γενόμενος, οὐ τραπεὶς τοῦ εἶναι σὰρξ, οὐ μεταβαλὼν τὴν θεότητα εἰς ἀνθρωπότητα, ἀλλὰ σὺν τῷ ἰδίῳ σώματι τῆς αὐτοῦ θεότητος, καὶ τῇ ἰδίᾳ ὑποστάσει τοῦ Θεοῦ Λόγου καὶ ἐνυποστάτου συμπεριλαβὼν τὸ εἶναι ἄνθρωπος. Ἄνθρωπον δὲ λέγω τέλειον, ὅσα ἐν ἀνθρώπῳ, καὶ οἷα ἄνθρωπος, καὶ εἴ τι ἐστὶν ἄνθρωπος. Τοῦτον ἦλθε καὶ ἔλαβεν ὁ Μονογενὴς, ἵνα ἐν τῷ τελείῳ ἀνθρώπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας Θεὸς ὢν ἐργάσηται, μηδὲν ἀπολείψας
Chapter LXXV. Yet certain persons, misreading and not knowing how to punctuate the text in the saying, All things came into being through Him, and without Him came naught into being — breaking off the quotation at this point and conceiving a blasphemous notion against the Holy Spirit — err regarding the reading, and from their error in reading stumble, turning aside unto blasphemy. Now the reading standeth thus: All things came into being through Him, and without Him came naught into being that hath come to be in Him; that is to say, if aught hath come to be, through Him it came into being. Therefore the Father ever was, and the Spirit breatheth from the Father and the Son; and neither is the Son created, nor is the Spirit created; whereas all things after the Father and the Son and the Holy Spirit, being created and originated, having once not existed, came into being from the Father and the Son and the Holy Spirit, through the ever-existing Word together with the ever-existing Father. Through Him, therefore, even the Word, all created things came to be — through the heavenly King, the hypostatic Word, our Saviour and Benefactor. For our holy Saviour Himself came down from the heavens, He Who deigned within a virgin workshop to accomplish our salvation, Who was begotten anew of Mary, conceived through the Holy Spirit, Who took flesh, the Word made flesh, unchanged in His nature, Who together with His Godhead took humanity, being perfect from the Father, Who fulfilled the perfect dispensation, came into the world for us and for our salvation; Who took flesh and a human soul, being perfect from the Father, having become incarnate among us not in semblance, but in truth, fashioning anew unto Himself a perfect man from Mary the Theotokos through the Holy Spirit; not dwelling in a man, as He was wont to speak in the prophets, and to indwell and work by power, but the Word Himself made flesh — not changed into being flesh, nor altering His Godhead into humanity, but uniting unto the own body of His Godhead and unto the own hypostasis of God the hypostatic Word the state of being man. And by man I mean a perfect man — all that is in man, and such as man is, and whatsoever man is. Him the Only-begotten came and assumed, that in the perfect man He, being God, might perfectly work out the whole of salvation, leaving behind naught
PG 43:160Read from the page
τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος εἰς μέρος πάλιν γένηται βρώματος διαβόλου.
of man, lest the part left behind become once more a portion of food for the devil.
ΟϚʹ. Καὶ ἐὰν εἴπωσί τινες, ὅτι σάρχα μόνην εἴληφε, ψυχὴν δὲ οὔ, παραπλέκοντες μυθωδῶς, καὶ τὴν Γραφὴν εἰς μύθους ἐκτρέποντες, ἀπὸ τοῦ ῥητοῦ τοῦ, Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν· ἀπ' αὐτοῦ τοῦ ῥητοῦ καταλάβωσιν, ὅτι οἱ λέγοντες, Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, τὸν αὐτὸν νοῦν εἶχον, καὶ τοῦτον οὐκ ἐξεπτύκασιν. Εἰ δὲ τὸν ἴδιον ἔχοντες σὺν τῷ τοῦ Χριστοῦ νῷ, ἀμφοτέρων ἐνεφοροῦντο, τοῦ μὲν νοῦ Χριστοῦ βελτιοῦν δυναμένου, τοῦ δ' αὐτῶν ὀρθῶς νοοῦντος· τὸ δ' αὐτὸ καὶ ἐπὶ τοῦ Χριστοῦ γινωσκέτωσαν, ὅτι ὢν Θεὸς καὶ ἐν αὐτῷ ὢν νοῦς, εἶχε τὸν τοῦ ἀνθρώπου νοῦν μετὰ τῆς σαρκὸς, καὶ ψυχὴν εἴληφεν. Οὐκοῦν ὡς ἄνθρωπος αὐτὸν ἐξέτρεπεν, ἀλλὰ αὐτὸς τοῦ νοῦ κοσμήτωρ καὶ ὀρθωτὴς καὶ βελτιωτὴς ἐγίνετο. Ὡς γὰρ τὴν σάρχα ἔλαβε μὴ ὑπὸ σαρκὸς ἡττηθεὶς, οὕτω καὶ τὸν νοῦν εἰληφὼς οὐχ ὑπὸ νοὸς ἥττηται. Τούναντίον τοίνυν καὶ μεῖζον οἱ τοιοῦτοι χαλεπῶς εἰς ἐναντιότητα ἐμπίπτουσιν. Ἄνω γὰρ καὶ κάτω αἱ θεῖαι Γραφαὶ διαρρήδην βοῶσαι, οὐ κατὰ τοῦ νοῦ τὰ χαλεπὰ διαγορεύουσιν, ἀλλὰ κατὰ τῆς σαρκός· Τῆς γὰρ σαρκὸς, φησὶν, οἱ καρποὶ, πορνεία, μοιχεία, ἀσέλγεια, καὶ τὰ τούτων ὅμοια· καὶ, Οἱ ἐν σαρκὶ δὲ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· καὶ, Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος. Περὶ δὲ τοῦ νοῦ φησιν, ὅτι Ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ τῷ νοΐ· καὶ, ὅτι Ὁ νοῦς μου ἄκαρπος, ᾗ, ἔγκαρπός ἐστιν. Ἔθετο γὰρ τὸν νοῦν, ὅνπερ εἴωθεν ἡ Γραφὴ καλεῖν καρδίαν, ἡγεμόνα, ὡς εἰπεῖν, καὶ ἡνίοχον τοῦ παντὸς σκεύους, διακριτὴν ἀγαθῶν τε καὶ φαύλων, δοκιμαστὴν τῶν ἐν ἡμῖν εὖ
76. And if some say that He took flesh alone, and not a soul, weaving fables in mythical fashion and turning Scripture into myths from the text, We have the mind of Christ, let them understand from that very text that those who say, We have the mind of Christ, possessed the selfsame mind and have not cast this away. And if, possessing their own mind together with the mind of Christ, they were filled with both—the mind of Christ being able to make them better, and their own thinking rightly—let them recognize the very same thing regarding Christ as well: that being God and being Mind in Himself, He possessed the mind of man along with the flesh, and has taken a soul. Not, therefore, as a mere man did it turn Him aside, rather He Himself became the adorner and corrector and improver of the mind. For just as He took the flesh without being overcome by flesh, so also, having taken the mind, He has not been overcome by mind. On the contrary, then, and all the more, such men fall grievously into contradiction. For up and down the divine Scriptures, crying out expressly, pronounce harsh things not against the mind, rather against the flesh: For the works, or fruits, of the flesh, it says, are fornication, adultery, licentiousness, and things like these; and, Those who are in the flesh cannot please God; and, The flesh lusts against the spirit. Yet concerning the mind it says, I will sing praise with the spirit, and I will sing praise with the mind; and that where My mind is unfruitful, it is fruitful. For He set the mind, which Scripture is accustomed to call the heart, as ruler, so to speak, and charioteer of the whole vessel, a discerner of things both good and base, an examiner of the things in us that are nobly
PG 43:161Read from the page
γινομένων. Νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται. Διακριτικὸς δὲ ὁ νοῦς ἐν τῷ ἀνθρώπῳ, οὔπω δὲ συγκαταθετικὸς, ἐὰν μὴ εἰς τροπὴν ἑαυτὸν δῴη.
done. For the mind discerns words, and the throat tastes food. And the mind in man is discerning, yet not consenting, unless it should give itself over to turning.
ΟΖʹ. Τί οὖν ἔδοξέ τισι τοῦτον ἀπὸ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου παρεκβάλλειν; Τί δὲ ὠφέλησαν τὸν βίον, εἰς ἀκαταστασίαν μᾶλλον τρέψαντες; ἢ τί τοῦτο ἔβλαψεν ἡμᾶς ἢ ὠφέλησεν; ἵν' οὕτως εἴπω, βοηθήσωσι τῷ Χριστῷ; ἢ ἵνα χάριν αὐτῷ ποιήσωσι μεγάλην ταύτην, καὶ εἴπωσιν αὐτῷ, Οὐκ ἔλαβε νοῦν; Γαλάται μὲν γὰρ ἀνόητοι, καὶ Κρῆτες ἀεὶ ψεῦσται, καὶ Ἐφραΐμ περιστερὰ ἄνους· ὁ δὲ Κύριος ἡμῶν ἐνανθρωπήσας εἰς τὸν βίον τὰ πάντα τελείως ἀνείληφε, μᾶλλον δὲ ἔλαβε αὐτὸς τοῦ ἑαυτοῦ σώματος γεγονὼς πλάστης, αὐτὸς ἑαυτῷ λαβὼν τὴν ψυχὴν, ἤτοι ἐνθείς. Τινὲς δὲ βουλόμενοι ἐλλιπῆ ποιεῖν τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν καὶ τελείαν ἐν αὐτῷ οἰκονομίαν, οὐκ οἶδα τί διανοούμενοι, οὐκ ὀρθῶς εἶπον, νοῦν τὸν Χριστὸν μὴ εἰληφέναι. Ὑπόστασιν δὲ οὗτοι τὸν νοῦν νομίζουσιν εἶναι, καὶ φύσει τολμῶσι λέγειν τὸ εἰωθὸς ἐν τῇ Γραφῇ λέγεσθαι, ἐν τῷ ἀνθρώπῳ πνεῦμα, ὡς λέγει ὁ Ἀπόστολος· Ἵνα ὁλόκληρον ἡμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Σφάλλονται οὖν. Εἰ γάρ ἐστι νοῦς τὸ πνεῦμα, καὶ τὸ πνεῦμα νοῦς, ὡς καὶ αὐτοὶ νομίζουσι, ψυχὴ δὲ ἄλλη παρὰ τὸν νοῦν καὶ παρὰ τὸ πνεῦμα, οὐκέτι δύο ὑποστάσεις ἐν τῷ ἀνθρώπῳ, ἐν μιᾷ συναγόμεναι ὑποστάσει· οὐκέτι ἐνυπόστατος μόνη ψυχὴ καὶ ἐνυπόστατον τὸ σῶμα, ἀλλ' εὑρήκαμεν λοιπὸν τέσσαρας· νοῦς μία ὑπόστασις, ψυχὴ ἄλλη ὑπόστασις, πνεῦμα ἄλλη ὑπόστασις, σῶμα ἄλλη ὑπόστασις. Καὶ ἐὰν πάλιν ἐρευνήσωμεν, ἐπὶ πλέον ἔσται· ἐπειδὴ γὰρ πολλὰ ὀνόματα κέκτηται ὁ ἄνθρωπος, καὶ ὁ ἔσω ἄνθρωπος καὶ ὁ ἔξω ἄνθρωπος· καὶ ταῦτα πάντα ἡ Γραφὴ εἴρηκε νοηματικῶς, περισφίγγουσα ἡμῶν τὴν διάνοιαν, ἵνα μηδὲν καταλείψωμεν τῆς σωτηρίας, μηδὲ πρόφασις ἡμῖν γένηται τοῦ ἐκβῆναι τοῦ προκειμένου. Ἔστι γὰρ ταῦτα ἐν τῷ ἀν-
77. Why, then, did it seem good to some to cast this out from the incarnation of the Lord? And what benefit did they confer upon human life, turning it rather into disorder? Or how did this harm us or benefit us? That, so to speak, they might come to Christ's aid? Or that they might do Him this great favour and say to Him, He did not take a mind? For Galatians indeed are foolish, and Cretans are always liars, and Ephraim is a senseless dove; whereas our Lord, having become incarnate into human life, took up all things completely—or rather, having Himself become the fashioner of His own body, He took for Himself, that is, implanted, the soul. Yet certain persons, wishing to render defective Christ's coming in the flesh and the complete dispensation in Him, knowing not what they have in mind, said wrongly that Christ did not take a mind. Now these suppose the mind to be a hypostasis, and by nature they dare to call it what is customarily spoken of in Scripture as the spirit in man, as the Apostle says: That our spirit and soul and body may be kept whole in the day of our Lord Jesus Christ. They are mistaken, therefore. For if the spirit is mind, and the mind is spirit, as they too suppose, while the soul is something else besides the mind and besides the spirit, there are no longer two hypostases in man brought together in one hypostasis; no longer is the soul alone subsistent and the body subsistent, rather we have then found four: mind one hypostasis, soul another hypostasis, spirit another hypostasis, body another hypostasis. And if we investigate again, there will be still more; for since man possesses many names, both the inner man and the outer man, Scripture has spoken all these things figuratively for our understanding, binding fast our thought so that we may leave out nothing of salvation, nor have any pretext for departing from what is set before us. For these things are in the hu-
PG 43:164Read from the page
θρώπῳ· οὐ χρὴ δὲ καὶ πολυπραγμονεῖν. Ὅμως δὲ κατὰ τὸν ἐκείνων λόγον, εἰ δὲ ὁ νοῦς ἐστι τὸ πνεῦμα, καὶ τὸ πνεῦμα ὁ νοῦς, ταῦτα δὲ ἐκτὸς τῆς ψυχῆς ὑπάρχει, πάλιν τίνι λόγῳ λέγει, Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ; Διὰ τοῦτο γὰρ ἀπέδειξε μὴ τὸ πνεῦμα εἶναι τὸν νοῦν, μηδὲ τὸν νοῦν τὸ πνεῦμα.
man; yet one ought not to pry over-curiously either. Nevertheless, even according to their own argument, if the mind is the spirit, and the spirit the mind, and these exist outside the soul, by what reckoning again does he say, I will sing praise with the spirit, and I will sing praise with the mind? For thereby he proved that neither is the spirit the mind, nor the mind the spirit.
ΟΗʹ. Εἶτα πάλιν, Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται, οὐκ ἐκτὸς τοῦ σώματος, ἀπεφήνατο. Ἦσαν γὰρ, φησὶν, ἐν τῷ πλοίῳ ὡς ἑβδομήκοντα ψυχαί· καὶ οὐ πάντως ψυχαὶ ἦσαν ἄνευ σώματος, ἀλλὰ σώματα σὺν ψυχαῖς. Καὶ πάλιν εἴωθεν ἡ ἀνθρωπότης καλεῖν τὸν ἄνθρωπον ἀπὸ τοῦ ἑνὸς ὀνόματος· ὅτι Δεσπότης ἐστὶν ὀγδοήκοντα σωμάτων, οὐ πάντως ἄνευ ψυχῶν. Ὁ Λόγος τοίνυν σὰρξ γενόμενος οὐκ ἐκτὸς ψυχῆς, οὐκ ἐκτὸς πάσης πραγματείας. Οὐ γὰρ ὅτε λέγει, ψυχὴ, ἄνευ σώματος ἀπεφήνατο· οὐδὲ ὅτε λέγομεν, σώματα, ἄνευ ψυχῆς ὄντα διανοούμεθα. Τί οὖν ἔδοξε τοῖς βουλομένοις λέγειν (εἰς) τὸν νοῦν παρεκβεβλῆσθαι; ἢ τί τοῦτο τὴν Ἐκκλησίαν ὠφέλησεν; ἢ τί μᾶλλον οὐκ ἐτάραξε; Πῶς δὲ οὐκ ἐλλιπῆ ποιεῖται τὴν ἡμῶν σωτηρίαν ὁ τὰ τοιαῦτα διανοούμενος; Ἡμεῖς γὰρ οὐ δυνάμεθα διανοεῖσθαι ἕτερον τὸν νοῦν εἶναι, οὐδὲ ὑπόστασιν τοῦτον δυνάμεθα λέγειν καθ' ἑαυτὸν, ἀλλὰ τὸ σύνθετον καὶ τὸ λογικὸν καὶ φρονοῦν ἐν ἑκάστῳ τῶν πεπλανημένων· οἷον εἰπεῖν νόημα τοῦ ἀνθρώπου, ὡς ὀφθαλμοὶ ἐν τῷ σώματι, οὕτως νοῦς ἐν ψυχῇ· πάλιν δὲ οὐδὲ τοῦτο ἐριστικῶς φαμεν, ἀλλ' ἁπλῶς τὸ ἐννοητικὸν τῶν ἀνθρώπων. Τί οὖν ἐστιν ἄνθρωπος; ψυχὴ, σῶμα, νοῦς, καὶ εἴ τι ἐστὶν ἕτερον. Τί τοίνυν ἦλθεν ὁ Κύριος σῶσαι; ἄνθρωπον τέλειον πάντως. Ἄρα οὖν πάντα τὰ ἐν αὐτῷ τελείως ἔλαβεν· ἐπεὶ πόθεν ταῦτα ἐν αὐτῷ ἐπληροῦντο τὰ εἰς ἄνθρωπον ἀπὸ νοῦ καὶ σώματος καὶ ψυχῆς, καὶ πάσης ἐνανθρωπήσεως ἄνευ ἁμαρτίας; καὶ προεφητεύετο καὶ ἀνελογεῖτο. Σαφῶς γὰρ ἡμῖν ὑποτίθεται ὁ θεῖος λόγος, λέγων· Ἰδοὺ συνήσει ὁ Παῖς μου ὁ ἀγαπητὸς, ὃν ᾑρέτισα, ἐφ' ὃν ηὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ Πνεῦμά μου, καὶ τὰ ἑξῆς. Ἄρα οὖν τοῦ συνιέναι ποῦ πεπλήρωται, εἰ μὲν εἰς τὴν θεότητα, ἐνδεὴς ἄρα ἡ θεότης τοῦ συνιέναι; Μὴ γένοιτο! Τοῦτο γὰρ εἰς τὸν Κυριακὸν ἄνθρωπον πληροῦται. Εἰ δὲ ἐπὶ τὸν Κυριακὸν ἄνθρωπον πεπλήρωται, πῶς συνήσει ἐνανθρώπησις ἄνευ νοὸς ὑπάρχουσα; ἀδύνατον τοῦτο· εἰ γὰρ ὅλως τὸ συνήσει ἐπὶ τὸν Χριστὸν ἀναφέρεται, Χριστὸς δὲ ἄνωθεν Θεὸς Λόγος, σὰρξ δὲ γενόμενος ἀπὸ Μαρίας, καὶ ἐνανθρωπήσας ἡμῖν συνανεστράφη κατὰ τὸ γεγραμμέ-
78. Then again, The soul that sins, it shall die, he declared, not apart from the body. For there were, it says, in the ship about seventy souls; and certainly they were not souls without a body, rather bodies together with souls. And again, mankind is accustomed to call a man from one name: that he is master of eighty bodies, certainly not without souls. The Word, therefore, having become flesh, was not apart from a soul, not apart from the whole constitution. For neither when it says soul did it declare it without a body, nor when we say bodies do we conceive them as existing without a soul. Why, then, did it seem good to those who wish to say so that the mind was cast aside? Or in what way did this benefit the Church? Or how did it not rather throw it into confusion? And how does he who thinks such things not render our salvation defective? For we cannot conceive the mind to be something distinct, nor can we call this a hypostasis by itself, rather the composite and rational and thinking element in each of those who have gone astray—as it were, the thought of man: as eyes are in the body, so mind is in the soul; yet again, neither do we say this contentiously, rather simply the faculty of understanding in men. What, then, is man? Soul, body, mind, and whatever else there is. What, therefore, did the Lord come to save? The complete man, assuredly. Consequently He took completely all the things that are in him; else whence were these things that pertain to man—from mind and body and soul, and all incarnation without sin—fulfilled in Him, and prophesied beforehand and recounted? For the divine word clearly sets it before us, saying: Behold, My beloved Servant shall understand, Whom I have chosen, in Whom My soul has been well pleased; I will put My Spirit [upon Him], and what follows. Where, then, has this understanding been fulfilled? If with reference to the Godhead, was the Godhead then in need of understanding? Far be it! For this is fulfilled with reference to the Lord's humanity. Yet if it has been fulfilled regarding the Lord's humanity, how shall an incarnation existing without a mind understand? This is impossible; for if He shall understand refers at all to Christ, and Christ is from above God the Word, yet having become flesh from Mary and having become incarnate He conversed among us according to what is writ-
PG 43:165Read from the page
νον, ἄρα ἀναμφιβόλως σὺν τῷ νῷ τὴν οἰκονομίαν ἐδέξατο, ἐπειδὴ αὐτῷ συμπρέπει τὸ συνιέναι. Διὰ τοῦτο γὰρ περὶ αὐτοῦ φησι τὸ Εὐαγγέλιον· Προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ· οὐχ ἡ θεότης ἡλικίας ἐπιδεχομένη, οὔτε σοφίας ὑστεροῦσα ἡ οὖσα σοφία ὅλη. Σοφίᾳ δὲ προέκοπτεν τοῦ Σωτῆρος ἐνανθρώπησις, οὐκ ἐκτὸς νοῦ ὑπάρχουσα, ἐπειδὴ οὐδὲ σοφίσασθαι ἠδύνατο· καὶ ἡλικίᾳ προέκοπτεν, ἁδρυνομένου τοῦ παιδίου, ὡς ἔστιν ἀληθές.
ten, then beyond all doubt He received the dispensation together with the mind, since understanding befits Him. For on this account the Gospel says concerning Him: He advanced in wisdom and stature—not that the Godhead admits of stature, or lacks wisdom, seeing that it is wholly wisdom itself. Rather the Saviour's incarnate nature advanced in wisdom, existing not apart from a mind, since otherwise it could not even have grown wise; and He advanced in stature, as the Child grew to maturity, as is true.
ΟΘʹ. Εἰ δὲ διὰ τὸ εἰληφέναι τὸν νοῦν ἁμαρτία αὕτην θεῖται, οὐκοῦν περισσοτέρως ἐὰν δῶμεν αὐτὸν εἰληφέναι σάρκα, ἧς ἐκτὸς ἁμαρτία οὐ τελεῖται· Φανερὰ δὲ τὰ ἔργα τῆς σαρκός· πάντως ὅτι δῶμεν καὶ ἐν σαρκὶ ἥμαρτε λαβὼν τὴν σάρκα. Οἶδα γὰρ, φησὶν ὁ Ἀπόστολος, ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ οὐδὲν ἀγαθὸν, τουτέστιν ἐν τῇ σαρκί μου. Τίς δὲ τολμήσει λέγειν, διὰ τὸ τὸν Σωτῆρα εἰληφέναι σάρκα, σαρκὶ συναπῆχθαι, καὶ τὰ τῆς σαρκὸς οὐκ εὔλογα ἐπιτελέσαντα εἰς τὴν τοῦ παντὸς σκεύους τοῦ ἰδίου ἀκολουθίαν; ὅμως καὶ φαύλην ἐσχηκότα, καὶ σάρκα οὖσαν ἀνθρωπίνην, ἀλλ' οὐδενὶ πταίουσαν. Ὁ Θεὸς γὰρ Λόγος ἄνωθεν ἀπὸ Πατρὸς προελθὼν, εὐδοκήσας ἐν σαρκὶ γίνεσθαι, ἐχαλιναγώγει τὸ σκεῦος, καὶ, ὡς ἤθελεν, ἐπέχειν αὐτὸ ἀπὸ πάσης ἀχρειώδους τάξεως σαρκικῆς ἠδύνατο. Εἰ δὲ ἤθελεν, ἐνεδίδου· ἐνεδίδου δὲ εἰς τὰς εὐλόγους καὶ συμπρεπούσας τῇ αὐτοῦ θεότητι σωματικὰς χρείας. Οὔτε γὰρ ἔχων τὸν νοῦν ἐν ἀληθείᾳ, ὥσπερ ὅλην τὴν ἐνανθρώπησιν ἐν ἀληθείᾳ ἔχων, (ὃν σοῦ) ἐπεκτείνετο εἰς ἀλόγους ἐπιθυμίας, οὔτε τὰ τῆς σαρκὸς ἴσα ἡμῖν ἔπραττεν ἢ ἐλογίζετο· ἀλλ' ὡς Θεὸς ἐν σαρκὶ ἀληθινῇ γενόμενα ἀπὸ παρθένου Μαρίας ἔπραττε σαρκὶ καὶ ψυχῇ καὶ νῷ καὶ ὅλῳ τῷ σκεύει ἐνδημήσας τῷ τῶν ἀνθρώπων γένει, ἄνωθεν ἐκ Πατρὸς, ἐνυπόστατος Θεὸς Λόγος. Ἀλλὰ μὴ σοφίσωνταί τινες καταχρηστικῶς τοῦτο λεγόμενον, ὡς τὸ, Σύνες τῆς κραυγῆς μου. Τὸ μὲν γὰρ καταχρηστικῶς δι' εὐχὴν εἴρηται, καὶ δῆλόν ἐστιν ἡ χρῆσις· τὸ δὲ ὑπόδειγμα σαρκικῆς αὐτοῦ παρουσίας προεφήτευται· τὸ γὰρ, Καὶ προέκοπτεν ἡλικίᾳ, ἔστιν ἀληθές.
79. And if, because He has taken the mind, sin sets itself down, then all the more, if we grant that He has taken flesh, apart from which sin is not accomplished—for manifest are the works of the flesh—assuredly let us grant also that in the flesh He sinned when He took the flesh. For I know, says the Apostle, that nothing good dwells in me, that is, in my flesh. Yet who will dare to say that, because the Saviour has taken flesh, He was carried away with the flesh and performed the unreasonable works of the flesh after the sequence of the whole vessel of one's own self—even though He possessed it as lowly, and flesh that was genuinely human, yet stumbling in nothing? For God the Word, having come forth from above from the Father and having been well pleased to come to be in the flesh, bridled the vessel, and, as He willed, was able to restrain it from every unprofitable impulse of the flesh. And when He willed, He yielded; yet He yielded to the reasonable bodily needs befitting His Godhead. For neither, possessing the mind in truth, just as He possessed the whole incarnation in truth (as thine), did He stretch out towards irrational desires, nor did He do or ponder the things of the flesh equally with us; rather, as God in true flesh—things brought to pass from the Virgin Mary—He acted in flesh and soul and mind and the whole vessel, having sojourned among the race of men, God the Word subsisting from above out of the Father. Yet let none sophistically argue that this is spoken by catachresis, like the text, Understand my cry. For the one is spoken by catachresis for the sake of prayer, and the usage is plain; whereas the pattern of His coming in the flesh has been prophesied beforehand, for the saying, And He advanced in stature, is true.
Notes, col. 165

On the reading

Printed αὕτην, for αὑτὴν.