ΟΓʹ. Εἰ τοίνυν παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ ἐκ τοῦ ἐμοῦ, φησὶν ὁ Κύριος, λήψεται· ὃν γὰρ τρόπον οὐδεὶς ἔγνω τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, οὐδὲ τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὕτω τολμῶ λέγειν, ὅτι οὐδὲ τὸ Πνεῦμα, εἰ μὴ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, παρ' οὗ ἐκπορεύεται, καὶ παρ' οὗ λαμβάνει· καὶ οὐδὲ τὸν Υἱὸν καὶ τὸν Πατέρα, εἰ μὴ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ δοξάζον ἀληθῶς, τὸ διδάσκον τὰ πάντα, τὸ μαρτυροῦν περὶ τοῦ Υἱοῦ, ὃ παρὰ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ, μόνος ὁδηγὸς ἀληθείας, νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγητὴς, προφητῶν καθηγητὴς, ἀποστόλων διδάσκαλος, εὐαγγελικῶν δογμάτων φωστὴρ, ἁγίων ἐκλογεὺς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθινοῦ φωτός. Υἱὸς φυσικὸς, Υἱὸς ἀληθὴς, Υἱὸς γνήσιος, μόνος ἐκ μόνου, σὺν αὐτῷ καὶ τὸ Πνεῦμα, ἀλλὰ Πνεῦμα ὀνομαζόμενον. Οὗτος ὁ Θεὸς δοξαζόμενος ἐν Ἐκκλησίᾳ, Πατὴρ ἀεὶ, Υἱὸς ἀεὶ, Πνεῦμα ἅγιον ἀεί· ὑψηλὸς ὑψηλοῦ, καὶ ὕψιστος, νοερὸς, δόξαν ἔχων ἀμέτρητον, ᾧ ὑποβέβηκε τὰ κτιστὰ καὶ τὰ ποιητὰ, ἁπαξαπλῶς τὰ σύμπαντα νοούμενα καὶ περιεχόμενα ἕκαστα. Θεότης δὲ μία ἐν Μωϋσῇ μάλιστα καταγγέλλεται, δυὰς ἐν προφήταις σφόδρα κηρύττεται, Τριὰς δὲ ἐν Εὐαγγελίοις φανεροῦται, πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν. Γνῶσίς τε αὕτη ἀθανασία· ἐκ πίστεως λέγεται αὕτη, υἱοθεσία γίνεται. Ἀλλὰ πρῶτον δικαίωμα σαρκὸς ἐκφράζει, ὡς περίβολον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωϋσῇ. Δεύτερα δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖται, ὡς τὰ ἅγια κοσμοῦσα ἐν λοιπαῖς προφητείαις. Τρίτη δὲ δικαιώματα Πνεύματος, ὡς τὸ ἱλαστήριον καὶ τὰ Ἅγια τῶν ἁγίων ῥυθμίζουσα ἐν Εὐαγγελίοις πρὸς κατοίκησιν ἑαυτῆς. Σκηνὴν δὲ ἁγίαν, ναὸν ἅγιον, τὸν δίκαιον ἔχει μόνον τὸν συνόντα τούτοις. Κατοικεῖ δὲ ἐν αὐτῷ μία θεότης ἄπειρος, μία θεότης ἄφθαρτος, μία θεότης ἀπερινόητος, ἀκατάληπτος, ἀνεκδιήγητος, ἀόρατος, ἑαυτὴν γινώσκουσα μόνη, ἑαυτὴν ἐμφανίζουσα οἷς βούλεται, μάρτυρας ἑαυτῇ διεγείρουσα, καλοῦσα, προορίζουσα, δοξάζουσα, ἐξ ᾅδου ὑψοῦσα, ἁγιάζουσα, ἑνοποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆς δόξαν καὶ πίστιν τὰ τρία ταῦτα, ἐπουράνια, ἐπίγεια καὶ καταχθόνια· πνεῦμα, ψυχὴν, σάρκα· πίστιν, ἐλπίδα, ἀγάπην· παρελθόντα, ἐνεστῶτα, μέλλοντα· αἰῶνα αἰῶνος, αἰῶνας αἰώνων, σάββατα σαββάτων· περιτομὴν σαρκὸς, περιτομὴν καρδίας, περιτομὴν Χρι-
Chapter LXXIII. If therefore He proceedeth from the Father, and shall take of Mine, as the Lord saith — for even as no one knoweth the Father save the Son, nor the Son save the Father, so I venture to say that neither doth anyone know the Spirit save the Father and the Son, from Whom He proceedeth and from Whom He taketh; nor doth anyone know the Son and the Father save the Holy Spirit, Who truly glorifieth, Who teacheth all things, Who beareth witness concerning the Son, Who is from the Father and of the Son, the sole guide of truth, interpreter of holy laws, expounder of the spiritual law, preceptor of prophets, teacher of apostles, luminary of evangelical doctrines, chooser of saints, the true light from true light. The Son is Son by nature, true Son, genuine Son, sole from the Sole; with Him is also the Spirit, yet named Spirit. This is the God glorified in the Church: Father always, Son always, Holy Spirit always; High from the High, and Most High, intellectual, possessing measureless glory, beneath Whom stand things created and things made — in a word, all things whatsoever that are conceived and severally encompassed. One Godhead is chiefly proclaimed in Moses, a Duality is earnestly preached in the prophets, and a Trinity is manifested in the Gospels, fitting itself ever more fully according to times and generations unto the righteous man for knowledge and faith. And this knowledge is immortality: from faith is this spoken of, and adoption of sons cometh to pass. Yet first it setteth forth the ordinance of the flesh, as raising up the outer precinct of the temple in Moses; secondly it recounteth the ordinances of the soul, as adorning the holy place in the remaining prophecies; and thirdly the ordinances of the Spirit, as ordering the mercy-seat and the Holy of Holies in the Gospels for Its own habitation. And as holy tabernacle and holy temple It hath alone the righteous man who walketh among these. There dwelleth in him one infinite Godhead, one incorruptible Godhead, one inconceivable, incomprehensible, ineffable, invisible Godhead, knowing Itself alone, manifesting Itself unto whom It willeth, raising up witnesses unto Itself, calling, predestining, glorifying, exalting out of Hades, sanctifying, uniting anew unto Its own glory and faith these three realms — things heavenly, earthly, and subterranean; spirit, soul, and flesh; faith, hope, and love; things past, present, and to come; age of age, ages of ages, sabbaths of sabbaths; circumcision of the flesh, circumcision of the heart, circumcision of