Migne Reading Room

PG 43 · cols. 132–141 · Read from the page

Ancoratus (Ἀγκυρωτός)

Ancoratus (Ἀγκυρωτός)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:132Read from the page
κατὰ τὸ ἡμέτερον ἀσθενές. Ἀλλ' ἐκ Θεοῦ καταξιωθέντες τῆς ἁγίας τοῦ Θεοῦ καθολικῆς Ἐκκλησίας, οἱ ἐλάχιστοι καὶ ταπεινοὶ ἔχειν καὶ ταύτης τὸ ἑδραίωμα, κατὰ τὸ δυνατὸν τῆς ἡμῶν βραχύτητος, παρατιθέμεθα ἀπὸ μέρους περὶ πάντων τοῖς βουλομένοις τῆς ἑαυτῶν ζῳῆς ἐπιμελεῖσθαι. Καὶ ἤρκει μὲν ἱκανῶς τὰ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος εἰρημένα· ἵνα δὲ περισσότερον εἰς εὐφραξίαν καὶ περιποίησιν καὶ πληροφορίαν τῶν πιστῶν σαφηνίσαι σπουδάσωμεν, πανταχόθεν συνάγοντες τῆς θείας Γραφῆς τὰς μαρτυρίας εἰς πλάτος εὐωχίας καὶ ἀγαλλίασιν τοῖς ἐντυγχάνουσι πιστοῖς, πάλιν οὐκ ὀκνήσαιμεν ὑποδεῖξαι, ὡς ἀσφαλῆ καὶ βεβαίαν ἐν Θεῷ τὴν ἡμετέραν ἐλπίδα, ὅτι οὐδὲν παρήλλακται ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, ἀλλ' ὁμόστοιχος καὶ ὁμοούσιός ἐστιν ἡ ἁγία Τριάς. Οὐκ ἀλλαχόθεν δέ ποθεν, οὐδὲ ἀπὸ ἰδίων διανοημάτων ποιούμεθα τὴν διδασκαλίαν, ἀλλ' ἀπὸ τῆς ἡμετέρας ζωῆς, τουτέστιν ἐκ προφητῶν, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας καὶ τῆς αὐτοῦ φιλανθρωπίας. Ἦλθε γὰρ, ἦλθεν ἡ ζωὴ ἡμῶν, καὶ τὸ φῶς αὖθις ἡμῖν ἐπέδειξεν εὑρὼν ἡμᾶς πεπλανημένους. Ἦμεν γὰρ, ἦμεν ἐν ὑπερηφανίᾳ καὶ βλασφημίαις, εἰδώλων ὁμοιώσεσι, πνευμάτων ἀθεΐαις, κακῶν πάντων ἐπιταγαῖς βεβαπτισμένοι. Τούτων τοίνυν προσόντων ἡμῖν ἀκουσίως (οὐ γὰρ ὃ ἤθελον ἔπραττον, ἀλλ' ὃ ἐμίσουν ἠπειγόμην ποιεῖν, ἁμαρτίας διακονούσης μοι οὕτως), ὁ ἅγιος Πατὴρ τὸν Υἱὸν αὐτοῦ τὸν ἅγιον ἀπέστειλε, καὶ ἐν τῷ αὐτοῦ ἐλέει ἔσωσέ με, καὶ ἐκ πασῶν τῶν διαφθορῶν μου ἐῤῥύσατό με.
according to our weakness. Yet having been counted worthy by God of the holy catholic Church of God, we the least and lowly, so as to hold her foundation also, set forth in part concerning all things, according to the ability of our brevity, for those who wish to care for their own life. And indeed the things already said concerning the Father and the Son and the Holy Spirit were amply sufficient; yet so that we may strive to make them still clearer unto the gladness and preservation and full assurance of the faithful, gathering from all sides the testimonies of divine Scripture for an abundance of feasting and exultation to the faithful readers, we would again not hesitate to show how sure and steadfast in God our hope is, that nothing is altered in Father and Son and Holy Spirit, but the Holy Trinity is coordinate and consubstantial. And not from anywhere else, nor from our own thoughts do we frame our teaching, but from our life—that is, from the prophets, and from the coming of our Saviour and His loving-kindness towards mankind. For our Life came, He came, and showed us the light anew when He found us gone astray. For we were, indeed we were, plunged in pride and blasphemies, in likenesses of idols, in godlessnesses of spirits, in the injunctions of all evils. When these things, then, clung to us against our will (for what I willed, I did not practise, but what I hated I was driven to do, sin ministering thus unto me), the holy Father sent His holy Son, and in His mercy saved me, and rescued me out of all my corruptions.
ΞΕʹ. Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος, διδάσκουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον ζηλωτὴν καλῶν ἔργων, ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῶν, ἄρας ἐκ μέσου, καὶ προσηλώσας τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, παρεδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτὰς ἐν αὐτῷ, πύλας χαλκᾶς συντρίψας, καὶ μοχλοὺς σιδηροῦς συνθλάσας, τὸ φῶς αὖθις ὑπέδειξε τῆς ζωῆς, χεῖρας ὀρέγων, ὁδοποιῶν ὑποβάθρας, οὐρανὸν ὑποδεικνὺς, παράδεισον αὖθις οἰκεῖν ἀξιῶν. Τοίνυν κατῴκησεν ἐν ἡμῖν, καὶ τὸ δικαίωμα τοῦ νόμου δοὺς ἡμῖν τοῦ Πνεύματος, εἰς τὸ γνῶναι αὐτὸν τὰ περὶ αὐτοῦ· ὅ ἐστιν ἀρχὴ καὶ τέλος ζωῆς· νόμος δι-
Chapter LXV. For the grace of our Lord and Saviour has appeared, teaching us that, denying ungodliness and worldly desires, we should live soberly and piously in this present age, awaiting the blessed hope and appearing of the glory of our great God and Saviour Jesus Christ; Who gave Himself for us, that He might redeem us from all lawlessness, and purify for Himself a people of His own possession, zealous of good works, having blotted out the handwriting in decrees that was against us, which was contrary to us, having taken it out of the midst and nailed it to the cross; having stripped off the principalities and the authorities, He made a public spectacle of them boldly, triumphing over them in Himself; having shattered gates of bronze and crushed bars of iron, He showed anew the light of life, stretching forth His hands, making a way with stepping-stones, pointing out heaven, deeming us worthy to dwell anew in paradise. Therefore He dwelt in us, also giving us the righteous requirement of the law of the Spirit, that we might know Him and the things concerning Him; which is the beginning and end of life: a law of righ-
Notes, col. 132

On the reading

Printed εὐφραξίαν, for εὐφρασίαν.

PG 43:133Read from the page
καιοσύνης γέγονεν ἡμῖν, νόμος Πνεύματος ἐλεύθερος ἐκ νόμου ζωῆς ἁμαρτίας. Διὸ συνείδομεν τὸν νόμον τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Ἔσω δὲ ἡμῶν ὁ Χριστὸς, εἴπερ οἰκεῖ ἐν ἡμῖν. Αὐτὸς γὰρ θανὼν ὁδὸς ζωῆς ὑπὲρ ἡμῶν γέγονεν, Ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι, αἰτίῳ ζωῆς· τοῦ πρὸ πολλῶν γενεῶν ὅρκου μνησθεὶς, κατὰ τὸν Δαβὶδ, Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν· ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος ἐν τῷ σταυρῷ. Παρεγένετο τοίνυν εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, καθὼς ἐπήγγελται Ἀβραὰμ καὶ λοιποῖς ἁγίοις· Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Διάστασις δὲ ἦν καὶ ἔχθρα ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, ἀποκατήλλαξε δὲ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ, δι' αὐτοῦ ποιήσας τὰ ἀμφότερα ἕν. Ἦλθε γὰρ ἡ εἰρήνη ἡμῶν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον. Εἶναί τε τὰ ἔθνη σύσσωμα καὶ συμμέτοχα καὶ συγκληρονόμα τῆς ἐπαγγελίας ἐκέλευσεν, εἰπών· Δεῦτε, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Τοίνυν ἐν ᾧ ἐγὼ ἠσθένουν διὰ τῆς σαρκὸς, ἀπεστάλη μοι ὁ Σωτὴρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οἰκονομίαν τοιαύτην πληρῶν, ἵνα με δουλείας ἐξαγοράσῃ, ἵνα με φθορᾶς, ἵνα με θανάτου· καὶ ἐγένετό μοι δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Δικαιοσύνη μὲν, διὰ πίστεως αὐτοῦ ἁμαρτίας λύσας· ἁγιασμὸς δὲ, δι' ὕδατος καὶ Πνεύματος καὶ ἐν ῥήματι αὐτοῦ ἐλευθερώσας· ἀπολύτρωσις δὲ, τὸ αἷμα αὐτοῦ, λύτρον ἀμνοῦ ἀληθοῦς ὑπὲρ ἐμοῦ ἑαυτὸν παραδούς· Ἱλαστήριον καθάρσεως κόσμου, καταλλαγῆς ἁπάντων ἐν οὐρανῷ καὶ [ἐπὶ] γῆς, μυστήριον τὸ ἀπόκρυφον πρὸ τῶν αἰώνων καὶ γενεῶν πληρῶν καιροῖς τοῖς ὡρισμένοις. Ὁ αὐτὸς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῆς δόξης κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι, καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα, ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.
teousness has He become for us, a law of the Spirit free from the law of life of sin. Wherefore we have perceived the law of God according to the inward man. And Christ is within us, if indeed He dwells in us. For by dying He Himself became a way of life on our behalf, so that those who live might no longer live unto themselves, but unto Him Who died and was raised on our behalf, the Author of life; having remembered the oath sworn before many generations, according to David, God was in Christ reconciling the world unto Himself, not reckoning unto them their trespasses; because in Him all the fulness was pleased to dwell, and through Him to reconcile all things unto Himself, having made peace through the blood upon the cross. He arrived, therefore, for the dispensation of the fulness of the times, just as was promised to Abraham and to the rest of the saints: to sum up all things in Him, the things in the heavens and the things upon the earth. Now there was division and enmity during the forbearance of God, yet He reconciled them in the body of His flesh, through Himself making both one. For He Who is our peace came, and having broken down the middle wall of partition, having abolished in His flesh the enmity, the law of commandments in decrees, so that He might create the two into one new man. And He commanded that the Gentiles be fellow-members of the body and fellow-partakers and fellow-heirs of the promise, saying: Come unto Me, all you who labour and are heavy laden, and I will give you rest. Therefore, wherein I was weak through the flesh, the Saviour was sent to me in the likeness of sinful flesh, fulfilling such a dispensation so that He might purchase me out of bondage, out of corruption, out of death; and He became unto me righteousness and sanctification and redemption: righteousness, having loosed sins through faith in Him; sanctification, having set me free through water and the Spirit and in His word; and redemption, His blood, giving Himself up on my behalf as the ransom of a true Lamb—a propitiation for the cleansing of the world, for the reconciliation of all things in heaven and [upon] earth, fulfilling at the appointed seasons the mystery hidden before the ages and generations. He Himself will fashion anew the body of our humiliation so that it may become conformed to glory, according to the working whereby He is able even to subject all things unto Himself, because in Him dwells all the fulness of the Godhead bodily.
ΞϚʹ. Τὸ δοχεῖον τοίνυν τῆς σοφίας καὶ τῆς θεότητος ὁ Χριστὸς, μεσιτεύων καταλλάσσει τὰ πάντα τῷ Θεῷ ἐν αὐτῷ, μὴ λογιζόμενος ἁμαρτίας, ἀπόκρυφα μυστήρια πληρῶν, πίστει διαθήκης αὐτοῦ
Chapter LXVI. Christ, then, the vessel of wisdom and of the Godhead, acting as Mediator, reconciles all things unto God in Himself, not reckoning sins, fulfilling hidden mysteries, by faith in His covenant
PG 43:136Read from the page
προεπηγγελμένης ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, Υἱὸς Θεοῦ κηρυσσόμενος, υἱὸς Δαβὶδ λεγόμενος, ἄμφω γὰρ Θεὸς καὶ ἄνθρωπος, μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἀληθινὸς οἶκος Θεοῦ, ἱεράτευμα ἅγιον, ἁγίου Πνεύματος δοτὴρ τοῦ ἀναγεννῶντος καὶ ἀνακαινίζοντος αὖθις τὰ πάντα τῷ Θεῷ· ὅτι Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· εἴδομεν τὴν δόξαν αὐτοῦ ὡς Μονογενοῦς παρὰ Πατρός. Ὁ ὑετὸς δένδρεσι καὶ φυτοῖς συμφυσιούμενος, σῶμα ἀπεργάζεται, καὶ τῶν καρπῶν καθ' ὁμοιότητα ἕκαστον· καὶ ἐν μὲν τῇ ἐλαίᾳ ἔλαιον πῖον γίνεται προσλαβόμενον ἐξ αὐτῆς τὸ οὐσιῶδες· ἐν δὲ ἀμπέλῳ οἶνος ἡδὺς χοῗζεται· ἐν δὲ συκῇ σῦκον γλυκαίνεται· καὶ ἑκάστῳ σπερμάτων πρὸς τὸ εἶδος αὔξεται αὐτοῦ, καὶ φύει. Οὕτως, οἶμαι, ὁ Δόγος τοῦ Θεοῦ ἐν Μαρίᾳ σὰρξ ἐγένετο, καὶ ἐν σπέρματι Ἀβραὰμ ἄνθρωπος ηὑρίσκετο κατὰ τὴν ἐπαγγελίαν· Εὑρήκαμεν γὰρ Μεσσίαν, ὃν ἔγραψε Μωϋσῆς. Ἔφη· Καταβήτω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ ὡς ἡ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Καὶ ὁ Δαβίδ· Καταβήτω ὡς ὑετὸς ἐπὶ πόκον. Ἔριον τοίνυν δεχόμενον τὴν δρόσον, αὔξει πόκου γονήν· γῆ δὲ δεχομένη τὸν ὑετὸν, αὔξει καρπὸν προστάγματι Δεσπότου, προσδιδοῦσα τὴν φύσιν προθυμοτέρως· τὸ δὲ λαμβάνειν παρ' αὐτοῦ πλέον ἔχει σπουδήν. Οὕτω δὴ καὶ ἡ παρθένος Μαρία, Κατὰ τί γνώσομαι τοῦτο, φησὶν, ὅτι ἔσται μοι τοῦτο; ἤκουσς· Πνεῦμα Κυρίου ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ, ἅγιον ἔσται, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. Χριστὸς ἐν ἀγγέλῳ λαλεῖ, ἀναπλάττει δὲ ἑαυτὸν ἐν τῇ ἑαυτοῦ πλάσει ὁ Δεσπότης μορφὴν δούλου λαβών. Καὶ Μαρία μὲν ἀνιμᾶται τὸν Λόγον εἰς σύλληψιν, ὡς ὑετὸν ἡ γῆ· ἑαυτὸν δὲ καρπὸν ἅγιον ὑποδείκνυσιν ὁ τοῦ Θεοῦ Λόγος προσλαβόμενος θνητοῦ φύσιν. Οὕτως οὖν ἐξ αὐτῆς ἀνιμώσης, ὡς γῆ καὶ πόκος ὁ τῆς ἀληθοῦς ἐλπίδος καρπὸς, ἡ τῶν ἁγίων προσδοκία, καθὼς Ἐλισάβετ ἔλεγεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου· ἓν προσελάβετο ἐξ ἀνθρωπότητος παθῶν, ἀπαθὴς ὢν ὁ Λόγος. Οὗτος ἄρτος ὁ ζῶν, ὁ καταβὰς ἐξ οὐρανοῦ, καὶ ζωὴν διδούς· οὗτος ὁ τῆς ἀληθοῦς ἐλαίας καρπὸς, τὸ ἔλαιον τῆς χρίσεως καὶ τῆς συνθέσεως, ὃ προετύπωσε Μωϋσῆς. Οὗτος ἡ ἀληθινὴ ἄμπελος, ἣν γεωργεῖ μόνος ὁ Πατὴρ, βότρυν χαρᾶς γεννήσας ἡμῖν. Οὗτος τὸ ὕδωρ τὸ ζῶν, ὃ διψῶν ἄνθρωπος λαβὼν, οὐ διψήσει πάλιν, ἀλλ' ἔστιν ἐν τῇ κοιλίᾳ αὐτοῦ ἁλλόμενον εἰς ζωὴν αἰώνιον. Ἐκ τούτου λαβόντες μετέδωκαν οἱ νέοι γεωργοὶ εἰς τὸν κόσμον· παλαιοὶ δὲ γεωργοὶ ἐξήραναν καὶ ἔφθειραν διὰ ἀπιστίαν. Αἵματι μὲν αὐτοῦ ἁγιάζεται τὰ ἔθνη· Πνεύματι δὲ αὐτοῦ ἰδίῳ ἀνάγει τοὺς κλη-
promised beforehand by the law and the prophets, proclaimed Son of God, called son of David—for He is both God and man, Mediator between God and men, true house of God, holy priesthood, giver of the Holy Spirit Who regenerates and renews all things anew unto God; because the Word became flesh, and dwelt among us; we beheld His glory, as of the Only-begotten from the Father. When rain blends into one nature with trees and plants, it produces a body, and each of the fruits according to its likeness: in the olive tree rich oil comes into being, having taken to itself its substantial quality from it; in the vine sweet wine is poured forth; in the fig tree the fig is sweetened; and in each of the seeds it grows according to its kind and brings forth. Thus, I think, the Word of God became flesh in Mary, and in the seed of Abraham was found a man according to the promise; for we have found the Messiah, of Whom Moses wrote. He said: Let my utterance come down as rain, and as the drop dropping upon the earth. And David: Let Him come down as rain upon a fleece. Wool, therefore, receiving the dew, increases the yield of the fleece; and earth, receiving the rain, increases fruit at the command of the Master, contributing its nature the more eagerly, while it has the greater zeal to receive from Him. Even so the Virgin Mary also, saying: Whereby shall I know this, that this shall come to pass unto me? heard: The Spirit of the Lord shall come upon you, and the power of the Most High shall overshadow you; wherefore also that which is born of you shall be holy, and shall be called Son of the Most High. Christ speaks in the angel, and the Master fashions Himself anew in His own fashioning, taking the form of a servant. And Mary on her part draws up the Word unto conception, as the earth draws up the rain; while the Word of God shows Himself a holy fruit, having taken to Himself a mortal nature. Thus, therefore, from her drawing Him up like earth and fleece [came forth] the fruit of true hope, the expectation of the saints, just as Elizabeth said: Blessed are you among women, and blessed is the fruit of your womb; one thing from human passions did the Word take to Himself, though impassible. This is the living bread that came down out of heaven and gives life; this is the fruit of the true olive tree, the oil of anointing and of compounding which Moses prefigured. This is the true vine, which the Father alone cultivates, having begotten for us a cluster of joy. This is the living water, which if a thirsty man receives, he shall not thirst again, but it is in his belly leaping up unto eternal life. Having received from this, the new husbandmen imparted it unto the world; whereas the old husbandmen withered and destroyed it through unbelief. By His blood the Gentiles are sanctified; and by His own Spirit He leads up those who are cal-
Notes, col. 136

On the reading

Printed χοῗζεται, for χοΐζεται.

Printed Δόγος, for Λόγος.

Printed ἤκουσς, for ἤκουσε.

PG 43:137Read from the page
τοὺς εἰς οὐρανούς. Ὅσοι οὖν Πνεύματι αὐτοῦ ἄγονται, οὗτοι ζῶσι Θεῷ· ὅσοι δὲ ἔτι θανάτῳ λελογισμένοι εἰσὶ, ψυχικοὶ ἤτοι σαρκικοὶ οὗτοι καλοῦνται. Τοίνυν ἀτεθεῖν τὰ ἔργα τῆς σαρκὸς ὀχυρώματα ὄντα τῆς ἁμαρτίας, νεκροῦν δὲ τὰ μέλη τοῦ θανάτου διὰ τῆς χάριτος αὐτοῦ, λαβεῖν τὸ Πνεῦμα ἅγιον ὃ οὐκ εἴχομεν, προστάσσει, τὸ ζωοποιοῦν ἐμὲ τὸν πάλαι τεθνηκότα, ὅπερ μὴ λαβὼν τεθνήξομαι· δίχα γὰρ Πνεύματος αὐτοῦ πᾶς νεκρός. Εἰ τοίνυν τὸ Πνεῦμα αὐτοῦ ἐν ἡμῖν, ὁ ἐγείρας αὐτὸν ἐκ νεκρῶν ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν, διὰ τοῦ ἐνοικοῦντος Πνεύματος ἐν ἡμῖν. Ἀλλ' οἶμαι, ἀμφότερα κατοικεῖ ἐν τῷ ἀνθρώπῳ τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ Πνεῦμα αὐτοῦ.
led unto the heavens. As many, therefore, as are led by His Spirit, these live unto God; whereas as many as are still reckoned unto death, these are called natural or carnal. Therefore He commands us to set aside the works of the flesh, which are strongholds of sin, and to put to death the members of death through His grace, and to receive the Holy Spirit Which we did not have, Which makes alive me who was long dead, without receiving Which I shall die; for apart from His Spirit everyone is dead. If, therefore, His Spirit is in us, He Who raised Him from the dead will also make alive our mortal bodies through the Spirit that dwells in us. Indeed, I think, both dwell in the righteous man: Christ and His Spirit.
ΞΖʹ. Εἰ δὲ Χριστὸς ἐκ τοῦ Πατρὸς πιστεύεται Θεὸς ἐκ Θεοῦ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Χριστοῦ, ἢ παρ' ἀμφοτέρων, ὥς φησιν ὁ Χριστός· Ὁ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ, Οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται· ὁ δὲ Χριστὸς ἐκ Πνεύματος ἁγίου, ἀγγέλου φωνῇ, συνιῶν τῷ λυτρουμένῳ με μυστηρίῳ, πίστει, ἀκοῇ μόνῃ, φιλίᾳ πρὸς τὸν ἐλθόντα πρός με. Ἑαυτὸν γὰρ ὁ Θεὸς γινώσκει, ἑαυτὸν Χριστὸν κηρύσσει, ἑαυτὸ τὸ Πνεῦμα τὸ ἅγιον δηλοῖ τοῖς ἁγίοις. Ἐν δὲ Γραφαῖς ἁγίαις Τριὰς ἡμῖν καταγγέλλεται, καὶ πιστεύετε, ἀπεριέργως, ἀφιλονείκως συνθημάτων ἀκοῆς. Ἐκ πίστεως ταύτης ἡ σωτηρία τῆς χάριτος· Ἐκ πίστεως ἡ δικαιοσύνη χωρὶς νόμου. Γέγραπται, ἐξ ἀκοῆς πίστεως τὸ Πνεῦμα τοῦ Χριστοῦ δίδοσθαι τοῖς σωζομένοις. Πιστη δὲ ἡ καθόλου κηρύκων φωνὴ, αὕτη σημαίνεται, ὡς ἔγωγε οἶμαι, κατηχούμενος ἐκ Γραφῶν, Τρία ἅγια, τρία συνάγια, τρία ἔμμορφα, τρία σύμμορφα, τρία ἐνεργὰ, τρία συνεργὰ, τρία ἐνυπόστατα ἀλλήλοις συνόντα· Τριὰς αὕτη ἡ ἁγία καλεῖται, τρία ὄντα, μία συμφωνία, μία θεότης τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος, τῆς αὐτῆς ὑποστάσεως, ὅμοια ἐξ ὁμοίου, ἰσό-
Chapter LXVII. And if Christ is believed to be from the Father, God from God, and the Spirit from Christ, or from both, as Christ says: Who proceeds from the Father, and: He shall receive of Mine; and Christ from the Holy Spirit, by the voice of the angel, understanding the mystery that redeems me, by faith, by hearing alone, in love towards Him Who came unto me. For God knows Himself, proclaims Himself Christ, and manifests Himself as the Holy Spirit to the saints. And in the holy Scriptures the Trinity is proclaimed to us, and you believe without curiosity, without contentiousness, from the hearing of the watchwords. Out of this faith comes the salvation of grace: Out of faith comes righteousness apart from the law. It is written that out of the hearing of faith the Spirit of Christ is given to those who are being saved. And trustworthy is the universal voice of the heralds, and this is signified, as I for my part suppose, being instructed out of the Scriptures: Three Holy Ones, three co-holy, three enformed, three co-formed, three active, three co-active, three subsistent realities coexisting with one another; this is called the Holy Trinity, being three, one harmony, one Godhead of the same essence, of the same Godhead, of the same hypostasis, like from like, by equa-
Notes, col. 137

On the reading

Printed ἀτεθεῖν, for ἀθετεῖν.

Printed πιστεύετε, for πιστεύεται.

Printed Πιστη, for Πιστὴ.

PG 43:140Read from the page
τητι χάριτος Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Τὸ δὲ πῶς, αὐτοῖς ἀπολείπεται διδάσκειν· Οὐδεὶς γὰρ οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, οὐδεὶς τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, καὶ ᾧ ἐὰν ὁ Υἱὸς ἀποκαλύψῃ. Ἀποκαλύπτει δὲ διὰ Πνεύματος ἁγίου, τούτῳ καὶ ὁ Πατὴρ ἀποκαλύπτει. Οὐκοῦν ταῦτα τρία ὄντα, ἢ ἐξ αὐτοῦ, ἢ παρ' αὐτοῦ, ἢ πρὸς αὐτὸν ἑκάστῳ ἀξίως νοούμενα, καθὼς ἑαυτὰ ἀποκαλύπτει, φῶς, πῦρ, πνεῦμα, καὶ ἄλλαις, οἶμαι, ὁράσεων ὁμοιώσεσι, καθὼς ἄξιος ὁ διακονούμενος ἄνθρωπος. Αὐτὸς τοίνυν ὁ Θεὸς ὁ ἐν ἀρχῇ εἰπών· Γεννηθήτω φῶς, καὶ ἐγένετο φῶς, αὐτὸς ὁ φωτίσας ἡμᾶς τὸ φῶς ἰδεῖν τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, φησὶν ὁ Δαβίδ. Αὐτός ἐστιν ὁ Κύριος ὁ εἰπών· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσιν οἱ υἱοὶ αὐτῶν, καὶ αἱ θυγατέρες αὐτῶν, καὶ οἱ νεανίσκοι αὐτῶν ὁράσεις ὄψονται· τρία πρόσωπα ἁγίας λειτουργίας δεικνὺς ἡμῖν ἐξ ὑποστάσεως οὔσης τρίτης.
lity of grace of Father and Son and Holy Spirit. As for the manner how, it is left to Themselves to teach: For no one knows the Father save the Son, nor anyone the Son save the Father, and he to whomsoever the Son wills to reveal Him. And He reveals through the Holy Spirit, and to this man the Father also reveals. Therefore these, being three—either from Him, or from beside Him, or unto Him—are worthily apprehended by each according as They reveal Themselves: light, fire, spirit, and by other likenesses of visions, I think, according as the man ministered unto is worthy. God Himself, therefore, Who in the beginning said: Let light be brought forth, and there was light, is Himself He Who enlightened us to behold the true light Which enlightens every man coming into the world. Send forth Thy light and Thy truth, says David. He Himself is the Lord Who said: In the last days I will pour out of My Spirit, and their sons and their daughters shall prophesy, and their young men shall see visions—showing us three persons of holy ministry, the third being of a hypostasis.
ΞΗʹ. Λέγω οὖν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας, συνδιακονεῖν δὲ τὸ Πνεῦμα τὸ ἅγιον συμπαρειλήφαμεν ἐκ θείων Γραφῶν οὕτως. Ἀποστέλλεται ὁ Χριστὸς ἀπὸ Πατρὸς, ἀποστέλλεται τὸ Πνεῦμα το ἅγιον· λαλεῖται ἐν ἁγίοις ὁ Χριστὸς, λαλεῖται τὸ Πνεῦμα τὸ ἅγιον· ἰᾶται ὁ Χριστὸς, ἰᾶται τὸ Πνεῦμα τὸ ἅγιον· ἁγιάζει Χριστὸς, ἁγιάζει τὸ Πνεῦμα τὸ ἅγιον· βαπτίζει Χριστὸς ἐν τῷ ὀνόματι αὐτοῦ, βαπτίζει τὸ Πνεῦμα τὸ ἅγιον. Οὕτω λέγουσιν αἱ Γραφαί· Ἀποστελεῖς τὸ Πνεῦμά σου, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· ὅμοιον τῷ λέγειν, Ἐξαποστελεῖς τὸν Λόγον σου, καὶ τήξεις αὐτά. — Λειτουργούντων δὲ αὐτῷ τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον, Ἀφορίσατέ μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς· ὅμοιον τῷ εἰπεῖν, Ὁ δὲ Κύριος εἶπεν· Εἴσελθε εἰς τὴν πόλιν, κἀκεῖ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν. —
Chapter LXVIII. I say, therefore, that Christ became a minister of the circumcision on behalf of the truth of God, in order to confirm the promises; and that the Holy Spirit ministers together with Him we have received alongside from the divine Scriptures thus: Christ is sent from the Father, the Holy Spirit is sent; Christ is spoken in the saints, the Holy Spirit is spoken; Christ heals, the Holy Spirit heals; Christ sanctifies, the Holy Spirit sanctifies; Christ baptizes in His name, the Holy Spirit baptizes. Thus say the Scriptures: Thou shalt send forth Thy Spirit, and Thou shalt renew the face of the earth; which is like saying: Thou shalt send forth Thy Word, and shalt melt them. — And as they were ministering to the Lord Himself and fasting, the Holy Spirit said: Separate for Me Barnabas and Saul unto the work whereunto I have called them; which is like saying: And the Lord said: Enter into the city, and there it shall be told you what you must do. —
Notes, col. 140

On the reading

Printed το, for τὸ.

PG 43:141Read from the page
Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος, κατῆλθον εἰς Σελεύκειαν· ὡς ἂν εἴποι Χριστὸς, Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. — Ἔδοξε γὰρ τῷ Πνεύματι τῷ ἁγίῳ μηδὲν ἄλλο ἐπιτίθεσθαι βάρος πλὴν τῶν ἐπάναγκες· ὡς ἂν εἴποι, Λέγω δὲ οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι. — Διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ἀπὸ τοῦ Πνεύματος τοῦ ἁγίου λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ· ἐλθόντες δὲ εἰς τὴν Μυσίαν, ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα· ὡς ἂν εἴποι Χριστὸς, Πορευθέντες βαπτίσατε πάντα τὰ ἔθνη. Μὴ βαστάζητε πήραν, μὴ ῥάβδον μηδὲ ὑποδήματα. — Οἵτινες, φησὶν, ἔλεγον τῷ Παύλῳ διὰ τοῦ Πνεύματος, μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ· Ἄγαβός φησι· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, Τὸν ἄνδρα οὗ ἔστιν ἡ ζώνη αὕτη· ὁμοίως ὡσεὶ ἔλεγε Παῦλος, Εἰ δοκιμὴν ζητοῦντες τοῦ ἐν ἐμοὶ λαλοῦντος Θεοῦ; ἢ, Μνημονεύετε τῶν λόγων Κυρίου, ὅτι αὐτὸς εἶπεν, Ἀγαθὸν διδόναι μᾶλλον ἢ λαμβάνειν. — Καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ Πνεύματι πορεύομαι· ὡς εἴποι, Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. — Πλὴν τὸ Πνεῦμά μοι διαμαρτύρεται κατὰ πόλιν λέγον· ὅμοιον τῷ εἰπεῖν, Κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ ὅτι οὐ ψεύδομαι. Ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης· ὅμοιον τῷ εἰπεῖν, Ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος, καὶ, Περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, ἐν περιτομῇ τοῦ Χριστοῦ. — Εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν· ὅμοιον τῷ εἰπεῖν, Καθὼς ἐλάβετε Χριστὸν, ἐν αὐτῷ περιπατεῖτε. Καὶ, Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί· καὶ, Λόγος αὐτοῦ ἐν τῷ στόματί μου. Καὶ, Τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες· ὅμοιον τῷ εἰπεῖν, Ἀπαρχὴ Χριστός. Ἀλλ' αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν· ὅμοιον τῷ εἰπεῖν, Ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. — Ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἁγιασθεῖσα ἐν Πνεύματι ἁγίῳ· ὅμοιον τῷ εἰπεῖν, Ὁ δὲ Κύριος ἁγιάζει ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ. — Ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Χριστὸς διὰ Πνεύματος αὐτοῦ· ὅμοιον τῷ εἰπεῖν, Ὅτε εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας ἐκ κοιλίας μητρός μου, διὰ τῆς χάριτος αὐτοῦ, ἀποκα-
These men, then, having been sent forth by the Holy Spirit, went down to Seleucia; just as Christ might say: Behold, I send you forth as sheep in the midst of wolves. — For it seemed good to the Holy Spirit to lay upon you no greater burden than these necessary things; just as one might say: Yet not I say, but the Lord, that a wife is not to be separated from her husband. — And they passed through the Phrygian and Galatian region, having been forbidden by the Holy Spirit to speak the word in Asia; and when they came to Mysia, they attempted to go into Bithynia, and the Spirit did not permit them; just as Christ might say: Go and baptize all the nations. Carry neither wallet, nor staff, nor sandals. — Who, it says, told Paul through the Spirit not to go up to Jerusalem; Agabus says: Thus says the Holy Spirit: The man whose girdle this is; likewise as though Paul said: Since you seek a proof of the God Who speaks in me? or: Remember the words of the Lord, how He Himself said: It is good to give rather than to receive. — And now, behold, I go bound in the Spirit; as one might say: Paul, a prisoner of Jesus Christ. — Save that the Spirit testifies fully to me in every city, saying; which is like saying: The Lord bears witness to my soul that I do not lie. In power according to the Spirit of holiness; which is like saying: Holy is He Who rests among the saints, and: You were circumcised with a circumcision made without hands in the putting off of the body of sins, in the circumcision of Christ. — If indeed the Spirit of God dwells in you; which is like saying: Even as you received Christ, walk in Him. And: The Spirit of the Lord spoke in me; and: His Word was in my tongue. And: Having the firstfruits of the Spirit; which is like saying: Christ the firstfruits. Rather, the Spirit Himself makes intercession on our behalf; which is like saying: Who is at the right hand of God, Who also intercedes on our behalf. — So that the offering of the Gentiles might become acceptable, sanctified in the Holy Spirit; which is like saying: And the Lord sanctifies you, so that you may be sincere and without offence unto the day of Christ. — Yet unto us Christ revealed through His Spirit; which is like saying: When God, Who set me apart from my mother's womb, was pleased through His grace to rev-