Σήθ· Ἱνα μή τις νομίσῃ τὸν πεπλασμένον ἄλλον, καὶ τοὺς γεγεννημένους ἄλλους, τοῦτό φησιν. ἡ Γραφὴ, κατὰ τὴν ἰδέαν αὐτοῦ. Σὴθ δὲ γεννᾷ τὸν Ἐνὼς, Ἐνὼς τὸν Καῗνὰν, Καῗνὰν τὸν Μαλελιὴλ, Μαλελιὴλ τὸν Ϊαρὲτ καὶ τὸν Ἐνὼχ, Ἐνὼχ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λαμὲχ, Λαμὲχ τὸν Νῶε, καὶ γέγονε κατακλυσμὸς οὐκ ἀλληγορίᾳ ἀλλ' ἀληθείᾳ, καὶ ἀπώλετο πᾶσα ψυχὴ, ἔμειναν δὲ ὀκτὼ ψυχαὶ ἀνθρώπων. Ψυχὰς δὲ ἂν ἀκούσῃς, μὴ νομίσῃς πλάσματα· ἀπὸ γὰρ τοῦ ἑνὸς εἴδους ὁ ἄνθρωπος ὅλος καλεῖται. Κατέβη γὰρ Ἰακὼβ εἰς Αἴγυπτον ἐν ψυχαῖς ἑβδομηκονταπέντε, οὐχ ὅτι αἱ ψυχαὶ εἶποντο ἄνευ σωμάτων, ἀλλὰ σὺν σώμασι· Καὶ ἦμεν ἐν τῷ πλοίῳ ὡς ὀγδοήκοντα ψυχαὶ, φησὶν ὁ Λουκᾶς ὁ συγγραψάμενος τὰς Πράξεις τῶν ἀποστόλων. Καὶ ἡ συνήθεια τοὺς δούλους σώματα εἴωθε καλεῖν. Δεσπότης, φησὶν, ἑκατὸν σωμάτων, ἀλλὰ καὶ ψυχὰς ἐχόντων· ἐπειδὴ δὲ ἡ δεσποτεία τῶν ἀνθρώπων σωμάτων κυριεύει, ἀλλ' οὐ ψυχῶν, διὰ τοῦτο τοὺς δούλους εὐλόγως σώματα ἐκάλεσαν σὺν ψυχῇ, ἵνα δείξῃ τὴν χρῆσιν τῶν σωμάτων. Ἐξῆλθε γὰρ Νῶε ἐκ τῆς κιβωτοῦ γεννήσας τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Σὴμ δὲ γεννᾷ τὸν Ἀρφαξὰδ, Ἀρφαξὰδ γεννᾷ τὸν Καῗνὰν, Καῗνὰν τὸν Σάλα, Σάλα τὸν Ἕβερ, Ἕβερ τὸν Φαλὲκ, Φαλὲκ τὸν Ῥαγὰμ, Ῥαγὰμ τὸν Σεροὺχ, Σεροὺχ τὸν Ναχὼρ, Ναχὼρ τὸν Θάῤῥα, θάῤῥα τὸν Ἀβραὰμ, Ἀβραὰμ τὸν Ἰσαὰκ, Ἰσαὰκ τὸν Ἰακὼβ, Ἰακὼβ τὸν Ἰούδαν, Ἰούδας τὸν Φαρὲς, Φαρὲς τὸν Ἐσρὼμ, Ἐσρὼμ τὸν Ἀρὰμ, Ἀρὰμ τὸν Ἀμιναδὰμ, Ἀμιναδὰμ τὸν Ναασὼμ, Ναασὼμ τὸν Σαλμὼν, Σαλμὼν τὸν Βοὸζ, Βοὸζ τὸν Ἰωβὴδ ἐκ τῆς Ῥοὺθ, Ϊωβὴδ Ϊεσσαὶ, Ἰεσσαὶ τὸν Δαβὶδ τὸν βασιλέα, Δαβὶδ τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομῶν τὸν Ῥοβοὰμ, Ῥοβοὰμ τὸν Ἀβιὰ, Λβιὰ τὸν Ἀσὰφ, Ἀσὰφ τὸν Ἰωσαφὰτ, Ἰωσαφὰτ τὸν Ἰωρὰμ, Ἰωρὰμ τὸν Ὀχοζίαν, Ὀχοζίας τὸν Ἰωὰς, Ἰωὰς τὸν Ἐμεσίαν, Ἐμεσίας τὸν Ὀζίαν τὸν κληθέντα Ἀζαρίαν, Ὀζίας τὸν Ϊωάθαμ, Ϊωάθαμ τὸν Ἅχαζ, Ἅχαζ τὸν Ἐζεκίαν, Ἐζεκίας τὸν Μανασῆ, Μανασῆς τὸν Ἀμὼς, Ἀμὼς τὸν Ἰωσίαν, Ἰωσίας Ἰεχονίαν, Ϊεχονίας πάλιν τὸν Σαλαθιὴλ, Σαλαθιὴλ τὸν Ζοροβάβελ, Ζοροβάβελ τὸν Ἀβιοὺδ, Ἀβιοὺδ τὸν Ἐλιακεὶμ, Ἐλιακεὶμ τὸν Ἀσὼρ, Ἀσὼρ τὸν Σαδὼκ, Σαδὼκ τὸν Ἀχεὶμ, Ἀχεὶμ τὸν Ἐλιοὺδ, Ἐλιοὺδ τὸν Ἐλεάζαρ, Ἐλεάζαρ τὸν Ματθίαν, Ματθίας τὸν Ἰακὼβ, Ϊακὼβ τὸν Ἰωσήφ.
Seth; lest anyone suppose that he who was moulded was one and those who were begotten were of another kind, Scripture says this: according to his own likeness (Gen. 5:3). And Seth begot Enos, Enos Cainan, Cainan Maleliel, Maleliel Jaret and Enoch, Enoch Mathusala, Mathusala Lamech, Lamech Noah; and the flood came to pass not in allegory, but in truth, and every soul perished, while eight souls of human beings remained. And whenever you hear of souls, do not suppose figments; for from the one part the whole human being is named. For Jacob went down into Egypt with seventy-five souls (Gen. 46:27), not because the souls followed without bodies, but with bodies: And we were in the ship about eighty souls (cf. Acts 27:37), says Luke, who wrote the Acts of the Apostles. And common usage is accustomed to call slaves bodies: A master, one says, of a hundred bodies, yet having souls as well; and since human lordship exercises dominion over bodies, and not over souls, on this account they reasonably called slaves bodies together with the soul, to show the use of the bodies. For Noah went forth from the ark having begotten Shem, Ham, and Japheth. And Shem begot Arphaxad, Arphaxad begot Cainan, Cainan Sala, Sala Heber, Heber Phalek, Phalek Rhagam, Rhagam Seruch, Seruch Nachor, Nachor Tharra, Tharra Abraham, Abraham Isaac, Isaac Jacob, Jacob Judah, Judah Phares, Phares Esrom, Esrom Aram, Aram Aminadam, Aminadam Naasom, Naasom Salmon, Salmon Booz, Booz Jobed by Ruth, Jobed Jesse, Jesse David the king, David Solomon by the wife of Uriah, Solomon Roboam, Roboam Abia, Abia Asaph, Asaph Josaphat, Josaphat Joram, Joram Ochozias, Ochozias Joas, Joas Emesias, Emesias Ozias who was called Azarias, Ozias Joatham, Joatham Achaz, Achaz Ezekias, Ezekias Manases, Manases Amos, Amos Josias, Josias Jechonias, Jechonias again Salathiel, Salathiel Zorobabel, Zorobabel Abiud, Abiud Eliakeim, Eliakeim Asor, Asor Sadok, Sadok Acheim, Acheim Eliud, Eliud Eleazar, Eleazar Matthias, Matthias Jacob, Jacob Joseph.