ὁ εἰπών· Δεῦτε, καὶ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, ἢ καθ' ἣν εἴδομεν μορφὴν, Ἄρχων ἐστὶν, ὁ εἰπὼν τοῖς ἑτέροις ἄρχουσιν, ὅτι, Δεῦτε, δότε μοι ἐκ τοῦ φωτὸς οὗ ἐλάβομεν, καὶ ποιήσωμεν ἄνθρωπον κατὰ τὴν ἡμῶν τῶν ἀρχόντων μορφὴν, καθ' ἣν εἴδομεν, ὅ ἐστι πρῶτος ἄνθρωπος· καὶ οὕτως ἔκτισε τὸν ἄνθρωπον. Τὴν δὲ Εὔαν ὁμοίως ἔκτισαν, δόντες αὐτῇ ἐκ τῆς ἐπιθυμίας αὐτῶν, πρὸς τὸ ἐξαπατῆσαι τὸν Ἀδάμ· καὶ διὰ τούτων γέγονεν ἡ πλάσις τοῦ κόσμου ἐκ τῆς τοῦ ἄρχοντος δημιουργίας.
he who said: Come, and let us make man according to our image and according to likeness, that is, according to the form which we saw, is an Archon, who said to the other archons: Come, give me of the light which we received, and let us make man according to the form of us the archons, according to that which we saw, which is the first man; and thus he created the man. And Eve likewise they created, giving to her from their lust, towards deceiving Adam; and through these things the moulding of the world came into being out of the craftsmanship of the archon.
ΛΑʹ. Τὸν δὲ Θεὸν μὴ ἔχειν μέρος μετ' αὐτοῦ τοῦ κόσμου, μηδὲ χαίρειν ἐπ' αὐτῷ, διὰ τὸ ἐξ ἀρχῆς σεσυλῆσθαι αὐτὸν ὑπὸ τῶν ἀρχόντων, καὶ γενέσθαι αὐτῷ θλίψιν. Τούτου χάριν πέμπει καὶ συλᾷ ἀπ' αὐτῶν τὴν ψυχὴν αὐτοῦ καθ' ἡμέραν διὰ τῶν φωστήρων τούτων, ἡλίου καὶ σελήνης, ὑφ' ὧν ὅλος ὁ κόσμος καὶ πᾶσα ἡ κτίσις ἁρπάζεται. Τὸν δὲ λαλήσαντα μετὰ Μωϋσέως καὶ τῶν Ἰουδαίων, καὶ τῶν ἱερέων, τὸν ἄρχοντα λέγει εἶναι τοῦ σκότους· ὥστε ἕν εἰσι καὶ τὸ αὐτὸ οἵ τε Χριστιανοὶ καὶ οἱ Ἰουδαῖοι, καὶ οἱ ἐθνικοὶ, τὸν αὐτὸν Θεὸν σέβοντες. Ἐν γὰρ ταῖς ἐπιθυμίαις αὐτοῦ ἐξαπατᾷ αὐτοὺς, οὐκ ὢν ἀληθείας Θεός. Διὰ τοῦτο οὖν ὅσοι ἐπ' ἐκεῖνον ἐλπίζουσι τὸν Θεὸν τὸν μετὰ Μωϋσέως λαλήσαντα καὶ τῶν προφητῶν, μετ' αὐτοῦ ἔχουσι δεθῆναι, ὅτι οὐκ ἤλπισαν ἐπὶ τὸν Θεὸν τῆς ἀληθείας. Ἐκεῖνος γὰρ κατὰ τὰς ἐπιθυμίας αὐτῶν ἐλάλησε μετ' αὐτῶν. Μετὰ δὲ πάντα ταῦτα ἐπὶ τέλει λέγει, καθὼς αὐτὸς ἔγραψεν, ὁ πρεσβύτης, ὅταν προφανῇ αὐτοῦ τὴν εἰκόνα, τότε ὁ Ὠμοφόρος ἀφίησιν ἔξω τὴν γῆν, καὶ οὕτως ἀπολύεται τὸ μέγα πῦρ, καὶ ὅλον ἀναλίσκει τὸν κόσμον. Εἶτα πάλιν ἀφίησι τὸν βῶλον μετὰ τοῦ νέου Αἰῶνος, ὅπως πᾶσαι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν δεθῶσιν εἰς τὸν αἰῶνα. Τότε δὲ ταῦτα γενήσεται, ὅταν ὁ ἀνδριὰς ἔλθῃ. Αἱ δὲ προβολαὶ πᾶσαι, ὁ Ἰησοῦς, ὁ ἐν τῷ μικρῷ πλοίῳ, καὶ ἡ μήτηρ τῆς ζωῆς, καὶ οἱ δώδεκα κυβερνῆται, καὶ ἡ παρθένος τοῦ φωτὸς, καὶ ὁ πρεσβύτης ὁ τρίτος, ὁ ἐν τῷ μεγάλῳ πλοίῳ, καὶ τὸ ζῶν πνεῦμα καὶ τὸ τεῖχος τοῦ μεγάλου πυρὸς, καὶ τὸ τεῖχος τοῦ ἀνέμου, καὶ τοῦ ἀέρος, καὶ τοῦ ὕδατος, καὶ τοῦ ἔσωθεν πυρὸς τοῦ ζῶντος, πρὸς τὸν μικρὸν φωστῆρα οἰκοῦσιν, ἄχρις ἂν τὸ πῦρ καταναλώσῃ τὸν κόσμον ὅλον, ἐν ποσοῖς ποτε ἔτεσιν, ὧν οὐκ ἔμαθον τὴν ποσότητα. Καὶ μετὰ ταῦτα ἀποκατάστασις ἔσται τῶν δύο φύσεων. Καὶ οἱ ἄρχοντες οἰκήσουσι τὰ κατώτερα μέρη ἑαυτῶν, ὁ δὲ Πατὴρ τὰ ἀνώτερα, τὸ ἴδιον ἀπολαβών. Ταύτην δὲ πᾶσαν τὴν διδασκαλίαν παρέδωκε τοῖς τρισὶν αὐτοῦ μαθηταῖς, κελεύσας ἕκαστον εἰς κλήματα ὁδεύειν. Καὶ ὁ μὲν Ἀδδᾶς τὰ τῆς Ἀνατολῆς μέρη ἔλαχεν, ὁ δὲ Θωμᾶς τὴν Σύρων γῆν κεκλήρωται· Ἑρμείας δὲ ἄλλος τὴν εἰς Αἴγυπτον πορείαν ἐποιήσατο· καὶ μέχρι σήμερον ἐκεῖσε διατρίβουσι, τὴν τοῦ δόγματος ὑπόθεσιν στῆσαι θέλοντες.
31. And that God has no share with this world itself, nor does He rejoice over it, because from the beginning He was plundered by the archons and tribulation came upon Him. For this reason He sends and plunders back His soul from them day by day through these luminaries, sun and moon, by which the whole world and all creation is snatched up. And he who spoke with Moses and the Jews and the priests, he says, is the archon of darkness; so that Christians and Jews and Gentiles are one and the same, worshipping the same God. For in his lusts he deceives them, not being the God of truth. On account of this, therefore, all who hope in that God who spoke with Moses and the prophets must be bound together with him, because they did not hope in the God of truth. For that one spoke with them according to their lusts. And after all these things at the end he says, just as he himself wrote, when the Elder manifests his image, then the Omophorus lets go the earth outside, and thus the great fire is loosed, and consumes the whole world. Then again He lets go the clod together with the new Aeon, so that all the souls of sinners may be bound unto the age. And these things will come to pass then, when the statue comes. And all the emanations, Jesus who is in the small ship, and the Mother of Life, and the twelve helmsmen, and the Virgin of Light, and the third Elder who is in the great ship, and the Living Spirit, and the wall of the great fire, and the wall of the wind, and of the air, and of the water, and of the inner living fire, dwell near the small luminary, until the fire consumes the whole world, in some number of years of which I did not learn the quantity. And after these things there will be a restoration of the two natures. And the archons will inhabit their own lower parts, while the Father [will inhabit] the upper parts, having received back His own. And all this teaching he delivered to his three disciples, commanding each to journey unto shoots. And Addas obtained by lot the parts of the East, while Thomas has been allotted the land of the Syrians; and another, Hermeias, made his journey into Egypt; and until today they tarry there, wishing to establish the foundation of the dogma.