ΟΘʹ. Καὶ μάλα μόλις διεδράσαμεν τὸ δυσθαλάττιον τοῦτο χωρίον, καὶ τὴν πᾶσαν ταύτην θηριοβολίαν, ἄγριά τε κυμάτων κυρτώματα, ἀφρισμοὺς δὲ καὶ σάλους δεινούς· βέλη τε ἐναντίων καὶ θυρεοὺς κατακαύσαντες κατὰ τὸν ὀρθὸν λογισμὸν ἐν διανοίᾳ, τόξα τε τῶν δι' ἐναντίας κατακλάσαντες ἐπὶ τὸ ἑρπετὸν τοῦτο τὸ πολυκέφαλον ὕδρας ἄμορφον κατάστημα, λαβόντες ἐκ Θεοῦ τὴν δύναμιν καὶ τὴν χάριν οἱ ἀνίκανοι, ὥστε, ἐν Θεῷ ἰσχύσαντες, τὴν ἐπινίκιον ᾄδειν φωνὴν λέγουσαν· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εις θάλασσαν· καὶ συντρίψαντες τὴν κεφαλὴν τοῦ δράκοντος ἐπάνω τοῦ ὕδατος, τοῦ ἡσύχως πορευομένου, οὗ οὐκ ἠθέλησαν τὴν μετοχὴν οἱ νέοι μετὰ Ἰουδαίων κληρονομίαν κεκτημένοι· πρὸς οὓς ἀποτεινόμενος ὁ προφήτης ἔλεγε· Διὰ τὸ μὴ θέλειν ὑμᾶς ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν ὑμᾶς τὸν Ῥαασσὼν τὸν βασιλέα καὶ τὸν Ταβεὴλ υἱὸν Ῥομελίου, ἰδοὺ ἐπάγει Κύριος ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὰ ἑξῆς. Ἡμεῖς δὲ, λαβόντες ἐν Κυρίῳ τὴν βοήθειαν, καὶ τὸ ἀπὸ ἀληθινῆς σαρκὸς πτύσμα ἐπὶ τῆς γῆς βεβλημένον, καὶ τὸ μετὰ πτύσματος φύραμα τοῦ πηλοῦ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν κεχαραγμένον, ἵνα οἵ ποτε ἐν ἀγνοίᾳ νῦν τὴν ἀλήθειαν γνῶμεν, ἀπελθόντες καὶ νιψάμενοι ἐν τῷ Σιλωὰμ, τῷ ἀπεσταλμένῳ ἑρμηνευομένῳ, τουτέστιν ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, καὶ ἐν Θεότητι τελειότητος, καὶ λοιπὸν ἑωρακότες, οὐκέτι ἀρνούμεθα τὸν Κύριον, εἰ καὶ ἀποσυναγώγους ἡμᾶς ποιήσωσιν οἱ τῆς Ἀρείου φατρίας καὶ Ἰουδαίων διάδοχοι Ἔθεντο γὰρ καὶ οὗτοι, καθάπερ κἀκεῖνοι, πάντα τὸν ὁμολογοῦντα τὸν Κύριον ἀποσυνάγωγον αὐτῶν γενέσθαι· ἵνα δείξωσι τὸν ἀναβλέψαντα ἔλεγχον γεγονότα τῶν ἀβλεπτούντων. Εἰ μὴ γὰρ ἦν ἡ συναγωγὴ αὐτῶν τυφλὴ ὅλη, οὐκ ἂν οὗ ἠνοίχθησαν οἱ ὀφθαλμοὶ ἀποσύνακτον ἐποίουν. Εὐχαριστήσωμεν τοίνυν τῷ Κυρίῳ, ὅτι καὶ ἀνεβλέψαμεν, καὶ ὁμολογοῦμεν τὸν Κύριον, καὶ ἐθεραπεύσαμεν τὰ σίνη, ἐὰν καὶ τὸ ἔργον τῶν ἐντολῶν αὐτοῦ πράξωμεν· καὶ κατεπατήσαμεν τὸν ὄφιν, καὶ συνετρίψαμεν τὴν κεφαλὴν τοῦ δράκοντος ἐν τῇ τοῦ Θεοῦ δυνάμει· ᾧ ἡ δόξα, τιμὴ, κράτος, Πατρὶ ἐν Υἱῷ, Υἱῷ ἐν Πατρὶ, σὺν ἁγίῳ Πνεύματι εις τοὺς αἰῶνας τῶν αιώνων. Ἀμήν.
79. And with great difficulty have we escaped this stormy-sea place, and all this hurling of wild beasts, fierce crests of waves, and foamings and dreadful surges; having burned up both arrows and shields of adversaries according to right reasoning in thought, and having shattered the bows of those in opposition against this reptile, the many-headed, shapeless frame of a hydra, we the unfit having received power and grace from God, so as, having prevailed in God, to sing the triumphal voice saying: Let us sing to the Lord, for gloriously has He been glorified: horse and rider has He hurled into the sea; and having crushed the head of the dragon upon the water that goes stilly, in which the new men who have acquired an inheritance with the Jews did not wish to partake; directing himself to whom, the prophet said: Because you do not will the water of Siloam that goes stilly, but will to have Raasson the king and Tabeel son of Romelias, behold, the Lord brings upon you the mighty water of the river, the king of the Assyrians, and so forth. But we, having received help in the Lord, and the spittle from true flesh cast upon the earth, and the mixture of clay with spittle inscribed upon our eyes, so that we who were once in ignorance may now know the truth, having gone and washed in Siloam, which is interpreted Sent—that is, in the incarnate coming, and in the Godhead of perfection—and henceforth having seen, we no longer deny the Lord, even if the successors of the faction of Arius and of the Jews put us out of the synagogue. For these too, just like those, enacted that every one who confesses the Lord should be put out of their synagogue; so as to show that he who recovered sight had become a reproof of those who fail to see. For unless their synagogue were wholly blind, they would not have excluded from the assembly him whose eyes were opened. Let us therefore give thanks to the Lord, that we both recovered sight, and confess the Lord, and have healed our hurts, if we also perform the work of His commandments; and we have trampled down the serpent, and crushed the head of the dragon in the power of God; to Whom be glory, honour, might, to Father in Son, to Son in Father, with Holy Spirit unto the ages of the ages. Amen.
Καταλείψαντες δὲ τὴν νενεκρωμένην ταύτην ὕδραν, τὴν ἑπτακέφαλον καὶ πολύσχιδον, ἐπὶ τὰς ἑξῆς συνήθως προέλθωμεν, ἀγαπητοὶ, Θεὸν τὸν ἀεὶ βοηθὸν ἐπικαλούμενοι τὴν αὐτὴν ἡμῶν ποιήσασθαι ἐπιμέ-
And having left behind this deadened hydra, seven-headed and many-cleft, let us proceed as usual to the next, beloved, calling upon God the ever-helper to make the same care