Ἀλλὰ μὴ γένοιτο! Οὐδεὶς γὰρ τῶν εἰς Χριστὸν πιστευόντων, καὶ ἐλπιζόντων ἐν ἀληθείᾳ, διανυηθήσεται ἀπρεπῶς τῇ αὐτοῦ δόξῃ λέγειν, ἢ ἀκούειν, ὡς οὗτοι ματαίως φρονοῦσι. Πάντα δὲ ἡ θεία Γραφὴ διδάσκει· Ὅταν εἴπῃ· Πάντα αὐτῷ ὑποτέτακται, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα· ὅπως τὸ ἀπαρχῆς ὑπὸ τοῦ ἀγγέλου σημανθὲν καὶ ἐνταῦθα διὰ τοῦ ὁμοιώματος τοῦ λόγου συζευχθὲν, τὴν φράσιν πᾶσαν τῆς δυνάμεως τοῦ Λόγου ἀποφάνοι ἀκολούθως τε καὶ τηλαυγῶς. Ὡς καὶ ὁ ἄγγελος τὸ ὅμοιον ἔλεγεν, ἄνωθεν μὲν σημάνας τὸν Υἱὸν, εἶτα μετὰ προσθήκης περὶ τῆς ἐνσάρκου παρουσίας τὴν συνένωσιν δηλῶν, ὅτι Διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ (μετὰ προσθήκης τοῦ, καὶ ἁγίου), κληθήσεται Υἱὸς Θεοῦ. Διά τοι τοῦτο καὶ τὰ τοιαῦτα, ἐπειδὴ τὸ, καὶ διὸ, καὶ, τὸ γεννώμενον κληθήσεται Υἱὸς Θεοῦ, τούτου ἕνεκα αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα μηκέτι τὸ σαρκικὸν σαρκικὸν εἴη τῇ δυνάμει, ἀλλὰ συνηνωμένον τῇ θεότητι, τὸ σαρκικὸν εἰς μίαν ἕνωσιν συνηνωμένον, σὺν Πατρὶ βασιλεῦον καὶ ἁγίῳ Πνεύματι, Οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ ἐξότε μὲν ἀνέστη, ἀρχὴν λαβὸν τὸ, Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι· συνήνωται γὰρ ὁμοῦ εἰς μίαν τὴν αὐτοῦ θεότητα πνευματικῶς τὸ σαρκικόν· ἐπειδὴ λέγει· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, ἕως τῆς παρουσίας τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· καὶ, Οὕτως ὄψεσθε αὐτὸν, ὃν τρόπον ἴδετε αὐτὸν ἀναλαμβανόμενον· τότε λοιπὸν πάντων τελειωθέντων, καὶ μηδενὸς τῶν πρὸς πλήρωσιν ὑπολειπομένων τῶν ἐπὶ τὴν αὐτοῦ θεότητα ἀναφέρειν τὸ, Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν, ἔστι σημαινόμενον, ἵνα μὴ εἴη διαίρεσις· οὐ γάρ ἐστιν, ἵνα μὴ νομισθῇ πολυθεΐα. Μία γάρ ἐστιν ἡ δοξολογία. Οὔτε γὰρ νῦν ὡς τυραννῶν ὁ Υἱὸς οὐχ ὑποτέτακται τῷ Πατρὶ, οὔτε ὑποτέτακται ὡς δοῦλος, καὶ ἐξουσίαν μὴ ἔχων, ἐκ Πατρὸς γεγεννημένος τῆς αὐτῆς φύσεως, καὶ τῆς αὐτῆς θεότητος, οὔτε τότε κατὰ ἔλλειψιν, οὔτε κατὰ ὑπόβασιν, οὔτε κατὰ ἀνάγκην, ἢ κατὰ λέξιν ὑποτάσσεται τῷ Πατρί· ἀλλ' ὡς Υἱὸς γνήσιος μονογενὴς, σὺν Πατρὶ βασιλεύων ἀεὶ εἰς μίαν ἑνότητα, καὶ εἰς ἓν γέρας τιμῆς ἀνάγων τὴν πᾶσαν κτίσιν, καὶ διδάσκων αὐτοῦ τὴν Ἐκκλησίαν, Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ἐπειδὴ μία ἐστὶν ἡ θεότης, μία ἡ κυριότης, μία δοξολογία Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος, πρεπόντως τιμαμένου τοῦ Πατρὸς ὑπὸ τοῦ Υἱοῦ, ὡς γνησίου Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ὡς οὐκ ἀλλοτρίου ὄντος Πατρὸς καὶ Υἱοῦ, Καὶ ἀποκλειέσθωσαν τῶν κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ τοῦ ἁγίου Πνεύματος βλασφημούντων αὐτοὶ οἱ λόγοι, καὶ τὰ ἐπινοήματα τῆς πρὸς τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα ἔχθρας. Καὶ ἔτι πάλιν τὰ κακῶς ὑπ' αὐτῶν ἐπινοούμενα φωράσαντες ἀνατρέψομεν.
But far be it! For no one of those who believe in Christ and hope in truth will ever be minded to speak or to hear in a manner unbecoming His glory, as these men idly imagine. But divine Scripture teaches all things: When He says: All things have been subjected to Him, manifestly excepting Him who subjected all things to Him. And when all things have been subjected to Him, then the Son Himself also will be subjected to Him who subjected all things to Him; so that what was signified from the beginning by the angel, and yoked here also through the likeness of the saying, may declare the whole expression of the power of the Word consistently and luminously. As the angel also spoke the like thing, first signifying the Son from above, then with an addition concerning the incarnate coming showing the union, that Wherefore also that which is begotten of you (with the addition of: and holy) shall be called Son of God. On account, then, of this and such things, since both wherefore, and, that which is begotten shall be called Son of God, for this sake the Son Himself will be subjected to Him who subjected all things to Him, so that what is carnal may no longer be carnal in power, but united with the Godhead, what is carnal united into one union, reigning with Father and Holy Spirit, Of Whose kingdom there shall be no end. And ever since He rose, the saying, That God may be all in all, took its beginning: for what is carnal has been spiritually united together into His one Godhead; since He says: Do this in remembrance of Me, until the coming of the Son of Man; and, So shall you see Him, in what manner you saw Him being taken up; then, moreover, when all things are perfected, and none of the things pertaining to fulfilment remains, to refer them to His Godhead is what is signified by That God may be all in all, so that there may be no division: for there is none, so that polytheism may not be supposed. For the doxology is one. For neither now, as though usurping tyranny, is the Son unsubjected to the Father, nor has He been subjected as a servant and lacking authority, having been begotten from the Father of the same nature and of the same Godhead; nor then is He subjected to the Father by way of defect, nor by way of subordination, nor by necessity, or according to the expression; but as a true only-begotten Son, reigning ever with the Father unto one unity, and leading up the whole creation to one prize of honour, and teaching His Church, That God may be all in all. Since the Godhead is one, the lordship one, one the doxology of Father, Son, and Holy Spirit, the Father being fittingly honoured by the Son, as a true Son, and by the Holy Spirit, as not alien from Father and Son, And let the very words of those who blaspheme against the Son of God and the Holy Spirit be shut out, and the devices of their enmity towards the Son and the Holy Spirit. And yet again, having detected the things evilly devised by them, we shall overturn them.