Migne Reading Room

PG 42 · cols. 129–140 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:129Read from the page
οὐ κατέλαβε τὸ φῶς, πολὺ τοῦτο διαλλάττει παρὰ τὸν νοῦν τοῦ Μάνη, τοῦ λέγοντος, ὅτι οὐ μόνον κατείληφεν, ἀλλὰ καὶ πανοπλίαν παρ' αὐτοῦ ἀφήρπασε. Πῶς τοίνυν παρ' αὐτῷ καταγγελλόμενον ἡρπακέναι πανοπλίαν οὐδ' ὅλως κατέλαβε τὸ φῶς; Πῶς δὲ φῶς διωκόμενον αὐτοπροαιρέσει φαίνει ἐν τῷ σκότει; Ἀλλ' ἐπειδὴ ἐσκοτισμέναι ἦσαν αἱ διάνοιαι τῶν ἀνθρώπων διὰ τὴν θόλωσιν τῆς ἁμαρτίας, ἀπέστειλεν ὁ Θεὸς πρῶτον τὸν νόμον, φωτίζων ὡς ἐν λύχνῳ παραφαίνοντι· ὥς φησιν Πέτρος ἐν τῇ Ἐπιστολῇ· Προσέχοντες τῷ προφητικῷ λόγῳ, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως φωσφόρος ἀνατείλῃ, καὶ ἡμέρα καταυγάσῃ ἐν ταῖς καρδίαις ὑμῶν. Ἐκεῖθεν γὰρ τὸ φῶς ἐν τῷ σκότει φαίνει, ὁ νόμος δοθεὶς ἐν χειρὶ μεσίτου διὰ τοῦ πιστοῦ θεράποντος τοῦ Θεοῦ Μωϋσέως. Διὰ τοῦτο, ἐπειδὴ ἀπὸ τῶν ἀνέκαθεν πρῶτον ἦν τὸ φῶς φαῖνον, ὥσπερ σπινθὴρ ἐν τῷ νόμῳ τῷ κατὰ φύσιν, ὃ θεασάμενος Ἐνὼχ εὐηρέστησε τῷ Κυρίῳ· δι' οὗ καθοδηγούμενος ὁ Ἄβελ εὐηρέστησε τῷ Κυρίῳ· δι' οὗ εὗρε Νῶε χάριν ἐνώπιον τοῦ Θεοῦ κατανοήσας τὴν ἐδόν· δι' οὗ Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Εἶτα παρελθὸν τὸ φῶς ἀπὸ σπινθηροειδοῦς τρόπου προσέθετο φαιδρότητι λύχνου φανέντος ἐν αὐχμηρῲ τόπῳ· τουτέστι τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, ἡ ἐντολὴ τοῦ Θεοῦ, καὶ ἡ κατὰ τὴν ἀγαθότητα διάνοια, φωτίζουσα ἐν καρδίᾳ πιστῶν, ἀναμέσον τῆς τεθολωμένης διανοίας τῶν ἐν τοῖς ἀνθρώποις γεγονότων φαύλων καὶ κακῶν πραγμάτων, εἰδωλολατρείας τε καὶ ἐπαρνησιθεΐας, φόνων τε καὶ μοιχείας, καὶ τῶν ἄλλων. Ὅτι δὲ ἦλθεν ὁ μέγας φωστὴρ, τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Ὁ εἰς τὰ ἴδια ἐλθὼν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Καὶ ὁρᾷς τοῦτο τὸ φῶς ἐν ποίᾳ σκοτίᾳ φαίνει, καὶ ποία σκοτία αὐτὸ οὐ κατέλαβεν; Ὅτι τὸ ἀγαθὸν ἀεὶ παρὰ Θεοῦ πεμπόμενον τῇ διανοίᾳ τῶν ἀνθρώπων, καὶ φωτίζον ἐν τῷ κόσμῳ, ὑπὸ τῆς ἁμαρτίας οὐχ ἥττηται.
did not overtake the light, this differs greatly from the notion of Manes, who maintains that it not only seized it, but even snatched away panoply from it. How, therefore, did that which is proclaimed by him to have snatched away panoply fail altogether to overtake the light? And how does light, while pursued, shine of its own accord within the darkness? Yet since the minds of men had been darkened through the turbidity of sin, God first sent forth the Law, giving light as in a lamp shining beside; even as Peter states in the Epistle: Giving heed to the prophetic word, as to a lamp shining in a parched place, until the dawn-star rises and daylight gleams forth in your hearts. For from thence the light shines in the darkness, the Law given at the hand of a mediator through Moses, the faithful servant of God. Wherefore, since from of old the light was first shining like a spark in the law according to nature—beholding which Enoch was well-pleasing to the Lord; guided through which Abel was well-pleasing to the Lord; through which Noah found favour before God, having discerned the way; through which Abraham trusted in God, and it was reckoned to him for righteousness. Then, advancing from a spark-like mode, the light gained the radiance of a lamp appearing in a parched place; that is to say, the light shines in the darkness—the commandment of God and the mindset in accord with goodness, illuminating within the heart of believers, in the midst of the muddied mindset of the base and evil deeds arisen among mankind: idolatry and repudiation of God, murders and adultery, and the rest. And when the great luminary came—the true light, Which enlightens every man coming into the world—He was in the world, and the world came to be through Him, and the world knew Him not. Coming unto His own domain, His own people did not receive Him. Yet as many as received Him, to them He gave authority to become children of God. And do you see in what darkness this light shines, and what darkness did not overtake it? Because the good ever sent from God to men's minds, and shining in the world, is not worsted by sin.
ΞΕʹ. Τὸ ὅμοιον δὲ πάλιν ἐπιλαμβάνεται ὁ αὐτὸς Μάνης ἀπὸ τοῦ τὸν Σωτῆρα ειρηκέναι· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οικοδεσπότῃ, ὃς ἔσπειρε τὸν ἀγρὸν αὐτοῦ καλὸν σπέρμα. Καὶ καθευδόντων τῶν ἀνθρώπων, ἐχθρὸς ἄνθρωπος ἦλθε, καὶ ἔσπειρε ζιζάνια. Εἶτα λέγουσιν αὐτῷ οἱ δοῦλοι αὐτοῦ· Οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ; Ὁ δὲ ἔφη· Ναί. Πόθεν οὖν τὰ ζιζάνια; Ὁ δὲ ἀποκρινάμενος εἶπεν· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οι δὲ δοῦλοι πρὸς αὐτὸν εἶπον· Θέλεις οὖν ἀπελθόντες ἐκριζώσωμεν τὰ ζιζάνια; Ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Οὔ· μήπως ἐκριζοῦντες τὰ ζιζάνια ἐκριζώσητε καὶ τὸν σῖτον. Ἀλλ' ἄφετε ἕως καιροῦ τοῦ θερισμοῦ, καὶ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε τὰ ζιζάνια, καὶ δή-
65. In the same way once more the selfsame Manes lays hold of the Saviour's having declared: The kingdom of the heavens resembles a householder who sowed his field with wholesome seed. And while men were sleeping, a hostile man came and sowed darnel. Thereupon his servants say to him: Did you not sow wholesome seed in the field? He replied: Yes. Whence then the darnel? Answering, he said: A hostile man has done this. And the servants said to him: Do you wish, then, that we go off and uproot the darnel? Yet he said to them: No, lest in uprooting the darnel you uproot the wheat as well. Rather, leave them until harvest-time, and I shall say to the reapers: Gather up the darnel, and bi-
Notes, col. 129

On the reading

Printed ἐδόν, for ὁδόν.

Printed αὐχμηρῲ, for αὐχμηρῷ.

Printed ειρηκέναι, for εἰρηκέναι.

Printed οικοδεσπότῃ, for οἰκοδεσπότῃ.

Printed Οι, for Οἱ.

PG 42:132Read from the page
σατε δεσμάς· τὸν δὲ σῖτον ἀπόθεσθε ἐν τῇ ἀποθήκῃ, καὶ ἑτοιμάσατε τὰ ζιζάνια εἰς τὸ κατακαῆναι πυρὶ ἀσβέστω. Τῶν δὲ μαθητῶν αὐτοῦ ἐπὶ τῆς οικίας λεγόντων· Εἰπὲ ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων, ὁ δὲ ἐπιλύει, καὶ οὐ κρίνει, ἵνα μὴ συγχωρήσῃ τῷ ἀπατεῶνι κατὰ τῆς ἀληθείας λαβὴν ἔχειν. Ἀποκρίνεται οὖν σαφῶς ὁ Κύριος, καὶ λέγει· Ὁ τὸ καλὸν σπέρμα σπείρας ἐστὶν ὁ Θεός· ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὰ ζιζάνιά εισιν οἱ πονηροὶ ἄνθρωποι· ὁ ἐχθρὸς ἄνθρωπός ἐστιν ὁ διάβολος· οἱ θερισταί εἰσιν οἱ ἄγγελοι· ὁ θερισμός ἐστιν ἡ συντέλεια τοῦ αἰῶνος· ὁ σῖτός ἐστιν οἱ καλοὶ ἄνθρωποι. Ὅτε παραγγέλλει ὁ Κύριος τοὺς ἀγγέλους αὐτοῦ, καὶ συνάγουσι τοὺς ἁμαρτωλοὺς ἀπὸ τῆς αὐτοῦ βασιλείας, καὶ παραδιδόασιν αὐτοὺς εἰς τὸ καῆναι. Καὶ θεωρεῖτε, υιοὶ τῆς ἀληθείας, ὅτι αὐτὰ ἃ βούλεται λέγειν, καθ' ἑαυτοῦ προβάλλεται. Οὗτος ὁ ἀνακαινισθεὶς ἡμῖν ἀντὶ τῶν περὶ Ἰαννῆν καὶ Ἰαμβρῆν. Αὐτὸς μὲν γὰρ ἀρνεῖται τὸν κόσμον τοῦ Θεοῦ εἶναι· ὧδε δὲ ὁ Σωτὴρ τὸν κόσμον ἔφη εἶναι τὸν ἀγρόν· τὴν δὲ οἰκοδεσπότην καὶ κύριον τοῦ ἀγροῦ, τουτέστι τὸν αὐτοῦ Πατέρα, καὶ ἑαυτὸν ἐσπαρκέναι τὸ καλὸν αὐτοῦ σπέρμα.
nd them into sheaves; but the wheat store up in the granary, and prepare the darnel to be burned up with unquenchable fire. And when His disciples in the house say: Explain to us the parable of the darnel, He resolves it and does not pass judgement, lest He allow the impostor to have a grip against the truth. The Lord accordingly replies clearly and says: He Who sowed the wholesome seed is God; the field is the world; the darnel are the wicked men; the hostile man is the devil; the reapers are the angels; the harvest is the consummation of the age; the wheat is virtuous men. When the Lord commands His angels, they gather the sinners out of His kingdom and hand them over to be burned. And behold, sons of the truth, that the very things he wishes to assert he puts forward against himself. This is the man renewed for us in place of Jannes and Jambres. For he himself denies that the world belongs to God; yet here the Saviour declared the world to be the field, and the householder and lord of the field—that is, His Father—and Himself to have sown His wholesome seed.
Καὶ οὔτε διεῖλε ψυχὰς ἀπὸ σωμάτων, ἢ σωματα ἀπὸ ψυχῶν, ἀλλὰ τὸν μὲν ἐχθρὸν ἄνθρωπον ἔφη ἐσπαρκέναι τὰ ζιζάνια, ἅ εἰσιν οἱ πονηροὶ ἄνθρωποι· ἀνθρώπους δὲ οὐ λέγει σώματα κατ' ἰδίαν, ἀλλὰ ὁμοῦ εἶπε πονηροὺς ἀνθρώπους. Πάλιν δὲ ὡσαύτως τὸ ἀγαθὸν σπέρμα ὁ οἰκοδεσπότης ἔσπειρεν ἐν τῷ ἰδίῳ ἀγρῷ, τοὺς ἀγαθούς φησι ἀνθρώπους. Καὶ οὐκ εἶπε τὰς τούτων ψυχὰς, ἀλλ' ἀγαθοὺς σὺν σώματι καὶ ψυχῇ. Ἄρα γοῦν διὰ τῆς διδασκαλίας ὁ Θεὸς σπείρει τὸ ἀγαθὸν ἐν τοῖς ἀνθρώποις, καὶ διὰ τῆς κακομηχανίας ὁ διάβολος ὑποσπείρει τὰ πονηρὰ ἔργα ἐν τοῖς ἀνθρώποις. Ἔνθεν δὲ καὶ ἔνθεν οὐ ῥίζαν εὑρήσομεν κακίας, ἀλλ' ἔργα δι' ἡμῶν ἐπιτελούμενα. Καὶ οὐδὲ ὅλως ὁ διάβολος αἴτιός ἐστι τῶν ἐσπαρμένων ζιζανίων. Εὐθὺς γὰρ φράζει λέγων· Ἐν τῷ καθεύδειν τοὺς ἀνθρώπους. Καὶ οὐκ εἶπεν· Ἐν τῷ καθεύδειν τὸν οἰκοδεσπότην. Ὅταν γὰρ ἡμεῖς ἀποκοιμηθῶμεν ἀπὸ ἀγαθῶν ἔργων, ὅταν ἀμελήσωμεν τῆς δικαιοσύνης, ἦταν τὸν νοῦν μὴ ἐγρήγορον ποιήσωμεν πρὸς τὴν τοῦ Θεοῦ ἐντολὴν, τότε σπειρόμεθα τὰ ἁμαρτήματα. Ὁρᾷς, ὅτι οἱ θερισταὶ ἑτοιμάζουσι τὰς δέσμας εἰς τὸ πῦρ τὸ αἰώνιον; Λέγε μοι, ὦ Μάνη· Ψυχὰς ἐκεῖ δεσμεύουσιν, ἢ σώματα σὺν ψυχῇ καίουσιν, ἢ καὶ τὰς ψυχάς; Οὐκέτι γὰρ σταθήσεται ὁ περὶ καθαρισμοῦ σου τῶν ψυχῶν λόγος, ὁπότε εἰς τιμωρίαν καὶ κρίσιν παραδοθήσονται. Ἀλλὰ ἀρκέσει περὶ τούτων ἕως τῶν ἐνταῦθα· τοῖς γὰρ συνετοῖς φαίνεται τὰ ῥητὰ τῆς ἀληθείας.
And neither did He separate souls from bodies, nor bodies from souls; rather, He declared that the hostile man sowed the darnel, which are the wicked men; yet by men He does not mean bodies apart by themselves, but together He called them wicked men. Again in like manner the householder sowed the good seed in his own field—He means virtuous men. And He did not say their souls, but virtuous men with body and soul. Consequently, through His teaching God sows the good among men, and through his evil machination the devil secretly sows wicked deeds among men. Yet on either side we shall discover no root of evil, but only deeds accomplished through us. Nor is the devil at all the cause of the darnel sown; for straightway He expresses it, saying: While men were sleeping. And He did not say: While the householder was sleeping. For whenever we fall asleep from good works, whenever we neglect righteousness, whenever we do not keep our mind watchful towards the commandment of God, then we are sown with sins. Do you see that the reapers prepare the bundles for everlasting fire? Tell me, O Manes: Do they bind souls there, or do they burn bodies together with soul, or the souls as well? For your doctrine concerning the purification of souls will no longer stand, when they shall be delivered up to punishment and judgement. Yet thus far shall suffice concerning these matters; for to men of understanding the words of the truth are plain.
ΞϚʹ. Ἐπιλαμβάνεται πάλιν ἑτέρου ῥητοῦ, εἰς μέσον φέρων, καὶ μὴ νοῶν τὰ ἐν αὐτῷ ἐγκείμενα, ἑτέρως παρερμηνεύει τῆς σωτηριώδους διδασκαλίας τὴν δύναμιν, διὰ τὸ εἰρηκέναι τὸν Σωτῆρα, ὅτι Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐδὲν τῶν αὐτοῦ εὑρίσκει· καὶ πάλιν παρὰ τῷ Ἀποστόλῳ, ὅτι Ὁ θεός τοῦ αιῶνος τούτου ἐτύ-
66. He lays hold once more of another passage, bringing it forward, and without comprehending the things contained within it, he twists otherwise the force of the saving teaching, because the Saviour has declared: The ruler of this world is coming, and in Me he finds nothing of his own; and again in the Apostle: The god of this age has bli-
Notes, col. 132

On the reading

Printed ἀσβέστω, for ἀσβέστῳ.

Printed οικίας, for οἰκίας.

Printed εισιν, for εἰσιν.

Printed υιοὶ, for υἱοὶ.

Printed τὴν, for τὸν.

Printed σωματα, for σώματα.

Printed ἦταν, for ὅταν.

Printed θεός, for θεὸς.

Printed αιῶνος, for αἰῶνος.

PG 42:133Read from the page
φλωσε τὰ νοήματα τῶν ἀπίστων, πρὸς τὸ μὴ καταυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης. Ἴδωμεν τοίνυν, εἰ ἄρχοντα τοῦ κόσμου τούτου περὶ οὗ ὁ Κύριος λέγει, βληθήσεται κάτω. Ἐὰν δὲ ἐγὼ ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· τίνα λέγει ἄρχοντα τοῦ κόσμου τούτου; Καὶ εἰ μὲν τὸν διάβολον λέγει, πῶς ὁ Ἰωάννης ἐν τῷ Εὐαγγελίῳ περὶ τοῦ Σωτῆρος λέγει, ὅτι εἰς τὰ ἴδια ἦλθεν; Ὁρῶμεν γὰρ τὰς δύο λέξεις ταύτας ἀντιθέτους πρὸς ἀλλήλας. Ὁ Ἀπόστολος γάρ φησιν· Ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται· καὶ, Ἐν τῷ κόσμῳ ἦν ὁ Σωτήρ. Πῶς ἆρα οἱ ἀμφότεροι χωρηθήσονται; Εἰ ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται, ποῦ τόπος τῷ Σωτῆρι ἐν τῷ κόσμῳ ἐστὶν, εἶναι αὐτὸν ἐν τῷ κόσμῳ; Καὶ εἰ ἴδια τυγχάνει τοῦ Υἱοῦ τοῦ Θεοῦ τὰ τοῦ κοσμου, ποῖος ἄρχων κυριεύει τῶν τοῦ Θεοῦ ἰδίων; Εἰ δὲ οὐκ ἔστιν ἴδια τοῦ Υἱοῦ τοῦ Θεοῦ τὰ ἐν τῷ κόσμῳ, ποῖος ἄρχων τοῦ κόσμου συνεχώρει ἴδια εἶναι τοῦ Σωτῆρος τὰ ἐν τῷ κόσμῳ; Καὶ εἰ τοῦ Υἱοῦ τοῦ Θεοῦ τυγχάνει ὁ κόσμος, πῶς συνεχώρει ἄρχοντι τὸν ἴδιον κόσμον κατέχειν; Εἰσὶ δὲ πάντες οἱ λόγοι τῆς ἀληθείας Γραφῆς ἐν σοφίᾳ εἰρημένοι, καθὼς αὐτὸς ὁ Κύριος λέγει· Ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης μὴ ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν· καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς. Πῶς δὲ ἡ σοφία ἐδικαιώθη ἀπὸ τῶν τέκνων αὐτῆς; ἀλλὰ τῶν συνιόντων τὰ τῆς σοφίας ῥήματα, ὡς λέγει καὶ ἐν τῷ προφήτῃ· Τίς συνετὸς καὶ συνήσει ταῦτα· ὅτι εὐθεῖαι αἱ ὁδοὶ Κυρίου, καὶ ὁ λόγος σοφίας· καὶ γνώσεται ταῦτα; Ἀσεβεῖς δὲ ἀσθενήσυυσιν ἐν αὐταῖς.
nded the minds of the unbelievers, so that the radiance of the Gospel of glory might not shine forth. Let us see, therefore, whether by the ruler of this world—concerning whom the Lord says, he shall be cast down; and if I be lifted up, I shall draw all men unto Myself—whom He calls ruler of this world? And if He means the devil, how does John in the Gospel say concerning the Saviour that He came unto His own? For we see these two statements opposed to one another. For the Apostle declares: The entire world lies in the evil one; and, The Saviour was in the world. How then shall both find room? If the entire world lies in the evil one, where is there room for the Saviour in the world, for Him to be in the world? And if the things of the world belong as His own to the Son of God, what sort of ruler holds sway over God's own possessions? And if the things in the world are not the Son of God's own, what sort of ruler of the world would permit the things in the world to be the Saviour's own? And if the world belongs to the Son of God, how did He permit a ruler to hold His own world? Yet all the words of the Scripture of truth are spoken in wisdom, just as the Lord Himself says: John came in the way of righteousness neither eating nor drinking, and they say: He has a demon. The Son of Man came eating and drinking, and they say: Behold, a gluttonous man and a wine-drinker, a friend of tax-collectors and sinners; and wisdom was justified by her children. Now how was wisdom justified by her children? By those who understand the words of wisdom, as He also says in the prophet: Who is wise and will understand these things—that the ways of the Lord are straight, and the word of wisdom—and will know these things? Yet the ungodly shall falter in them.
ΞΖʹ. Ἠσθένησε γὰρ καὶ ἠσέβησεν ὡς ἀληθῶς μετὰ τῶν ἀσεβῶν ἐν τοῖς θείοις καὶ ἐπουρανίοις λόγοις. Ὁ Σωτὴρ γὰρ ἔλεγε πρὸ μικροῦ· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ· καὶ ὧδε πάλιν· Ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται κάτω. Καὶ εἰ περὶ τοῦ Σατανᾶ ἦν ὁ λόγος τοῦ ἤδη πεπτωκότος, τίς ἦν χρεία πάλιν βάλλεσθαι κάτω; Ἀλλὰ πάντως ἐρεῖς εἰς τὴν ἄβυσσον. Ποῦ οὖν ἔμελλεν ὑψοῦσθαι ὁ Κύριος; Εἰ μὲν γὰρ ἀπὸ τῆς ἀβύσσου ἔμελλεν ὑψοῦσθαι, τὸ ὅμοιον τῷ ὁμοίῳ παρεκτεινόμενον τὰ ἰσόῤῥοπα τῆς φράσεως ἀπεργάζεται. Πότε δὲ ἐν τῇ γῇ ὑψώθη; Ἔλεγε γὰρ περὶ τοῦ ὑψώματος τοῦ σταυροῦ, καὶ περὶ τοῦ εἰς οὐρανὸν ἀνιέναι, ἵνα πάντας ἀνελκύσῃ πρὸς ἑαυτόν. Καὶ τίνι λόγῳ ἄνω τυγχάνων οὐ καθείλκυσεν, ἀλλ' ἐπὶ τῆς γῆς ἐλήλυθεν; Ἔδει γὰρ αὐτὸν ἐλθεῖν, καὶ τὸ εἶδος τῶν ἀνθρώπων εἰς ἑαυτὸν ἀναδέξασθαι ἵνα πρῶτον αὐτὸ τὸ σκεῦος τὸ ἅγιον, ὃ ἀπὸ Μαρίας εἴληφεν, ἀναπλάσας ἑαυτῷ ἅγιον σῶμα, Θεὸς ἄνωθεν Λόγος ἐλθὼν ἐκ κόλπων πατρῴων, ἵνα ἐν τῷ ἰδίῳ σώματι [ὑψῶσαι ἐν αὐτῷ] ὑψωθεὶς τοὺς ὁμοίους ἑλκύσῃ πρὸς ἑαυτόν. Τίς δέ ἐστιν ὁ ἄρχων τοῦ κάσμου τούτου; Ἀλλὰ ὡς
67. For he has indeed faltered and acted ungodlily along with the ungodly amidst the divine and heavenly oracles. For a little before, the Saviour was saying: I beheld Satan fallen like lightning out of heaven; and here again: The ruler of this world shall be cast down. Now if His statement concerned Satan, who had already fallen, what need was there for him to be cast down once more? Doubtless you will say: Into the abyss. Where, then, was the Lord about to be lifted up? For if He was about to be lifted up out of the abyss, like set alongside like produces an equipoise of expression. Yet when was He lifted up upon the earth? For He was speaking of the exaltation of the cross, and of His ascending into heaven, so that He might draw all men up to Himself. And by what reason, while abiding on high, did He not draw them, but came upon the earth? For it behooved Him to come and take upon Himself the form of men, so that first, having fashioned anew for Himself a holy body—that very holy vessel which He took from Mary—God the Word coming from above out of the paternal bosom, might, on being lifted up in His own body [to lift up in Him], draw those like Him unto Himself. Now who is the ruler of this world? Yet as
Notes, col. 133

On the reading

Printed κοσμου, for κόσμου.

Printed ἀσθενήσυυσιν, for ἀσθενήσουσιν.

Printed κάσμου, for κόσμου.

PG 42:136Read from the page
λέγει, Πῶς ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται, οὐκ οὐρανὸν λέγων, οὐ τὴν γῆν, οὐχ ἥλιον, οὐ σελήνην, οὐ φυτά, οὐ θάλασσαν, οὐκ ὄρη, οὐκ ἀέρα, οὐ νέφη, οὐκ ἄνεμον, οὐκ ἄστρα, οὐ πτηνά, οὐδέν τι τῶν ἐκτισμένων, μὴ γένοιτο! Ἀλλ' ὁ κόσμος τῶν ἀνθρώπων, ἡ ὑπερηφανία τῆς ἐννοίας, τὸ θράσος τοῦ τύφου, ἡ ἀλαζονεία τῆς τῶν ἀνθρώπων ἐπάρσεως, οὗτος ὁ ἄρχων τοῦ κόσμου τούτου ἐξέπεσε κάτω ὑπερηφανίᾳ. Ὑμεῖς γὰρ, φησὶ, δόξαν παρὰ ἀλλήλων λαμβάνετε· ἐγὼ δὲ οὐ ζητῶ τὴν ἐμαυτοῦ δόξαν. Πῶς γὰρ οὐκ ἔπεσεν ἡ ὑπερηφανία; πῶς οὐκ ἐθραύσθη ὁ ἄρχων τοῦ κόσμου, Ἡρώδου μὲν φυλάττοντος καὶ κρίνοντος τὸν κριτὴν ζώντων καὶ νεκρῶν καὶ Κύριον, Πιλάτου δὲ προκαθεζομένου, ὑπηρέτου ῥαπίζοντος τὴν σιαγόνα, Ἰούδα παραδιδόντος, Καϊάφα δικάζοντος, Ἰουδαίων καταπτυόντων, στρατιωτῶν κολαφιζόντων κεφαλὴν τοῦ δυναμένου νεύματι εἰλῆσαι οὐρανὸν καὶ γῆν; Αὕτη ἡ ὑπερηφανία, καὶ τὸ θράσος, καὶ ἡ δόξα τῶν ἀνθρώπων τοῦ κόσμου, οὗτος ἦν ὁ ἄρχων τοῦ κόσμου, ὁ πεσὼν χαμαί. Πάντες γὰρ οἱ τῶν ἀξιωμάτων ἐν τῷ κόσμῳ τούτῳ ἐν ὑπεροχῇ τυγχάνοντες τὴν ἀρχὴν ἔχουσι διὰ τῶν φρυαγμάτων, διὰ τοῦ θράσους, καὶ κύδους, καὶ ὑπερηφανίας, ὧν οὐδὲν ἐν τῷ Σωτῆρι εὕρηται. Λίνον γὰρ τυφόμενον οὐ σβέσει, καὶ κάλαμον τεθραυσμένον οὐ κατεάξει.
says, The whole world lieth in the wicked one, not meaning heaven, nor the earth, nor sun, nor moon, nor plants, nor sea, nor mountains, nor air, nor clouds, nor wind, nor stars, nor birds, nor any created thing at all—far from it! Rather, the world of men, the haughtiness of mind, the audacity of vainglory, the boastfulness of human self-exaltation—this ruler of this world fell downward through pride. For you, He says, receive glory from one another, whereas I do not seek My own glory. For how did pride not fall? How was the ruler of the world not shattered, when Herod guarded and judged the Judge of the living and the dead, even the Lord, while Pilate presided, an attendant slapped His cheek, Judas betrayed Him, Caiaphas passed sentence, the Jews spat upon Him, and soldiers cuffed the head of Him Who by a nod could roll up heaven and earth? This pride, and audacity, and the glory of the men of the world—this was the ruler of the world who fell to the ground. For all who stand in pre-eminence of dignities in this world hold rule through blusterings, through audacity, vaunting, and haughtiness, none of which has been found in the Saviour. For smouldering flax He will not quench, and a crushed reed He will not shatter.
ΞΗʹ. Καὶ πολλά μοί ἐστι περὶ τοῦτο λέγειν. Πάλιν δέ φησιν ὁ αὐτὸς Μάνης, ὅτι Ὁ Θεὸς, φησὶ, τοὺ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, τοῦ μὴ καταυγάσαι εις τὸν φωτισμὸν τοῦ Εὐαγγελίου. Εἰ ἔνι ὁ Θεὸς τοῦ κόσμου τούτου, τί ἄρα ἐλθὼν ὁ Σωτὴρ ἐποίει εἰς τὰ ἀλλότρια; Καὶ εἰ μὲν τῶν ἀλλοτρίων ἐφίετο, οὐκ ἔστι τοῦτο ἀγαθοῦ, οὔτε δικαίου· εἰ δὲ ἕνεκεν τοῦ σῶσαι ἦλθεν οὐκ ἴδια, ἀλλ' ἀλλότρια, τοῦτο καὶ κόλακος τυγχάνει τινὸς βουλομένου προσεπαίρειν τοὺς τοῦ πέλας. Καὶ εἰ ὅλως τὰ τοῦ Θεοῦ τοῦ αἰῶνος τούτου ἦλθε σῶσαι, ἄρα αὐτῷ τῷ Θεῷ τοῦ κόσμου τὴν χάριν κατατίθεται, ἴδια αὐτοῦ σκεύη πειρώμενος σώζειν. Καὶ εἰ ὅλως συγκατατίθεται ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐπὶ τοῖς αὐτοῦ διὰ τοῦ Σωτῆρος σωζομένοις, ἄρα ἀγαθός ἐστιν, εἰ καὶ μὴ δύναται σώζειν, χαίρων ἐπὶ τῇ τῶν ἰδίων σωτηρίᾳ. Καὶ ἔσται λοιπὸν μία κοινωνία τῆς ἀγαθότητος, ὅτι ὁ μὲν δυνάμενος σώζει, ὁ δὲ μὴ δυνάμενος τὰ ἴδια σώζειν, χαίρει ἐπὶ τοῖς σωζομένοις, κέρδος τὰ ἴδια ἡγούμενος παρὰ τοῦ καλῶς σώζοντος σωζόμενα ἔχων. Κὰι εἰ ὅλως οὐκ ἐναντιοῦται τῷ βουλομένῳ τὰ ἴδια σώζειν, καὶ χάριν ὁμολογήσει. Εἰ δὲ χάριν ὁμολογεῖ πρῶτον αὐτὸν σώζει, οὗ οἱ σωζόμενοι, ἵνα δείξῃ ἐπ' αὐτὸν σωζόμενον τὴν αὐτοῦ ἀγαθότητα. Καὶ οὐ τοὺς μικροὺς μᾶλλον βούλεται σώζειν, καὶ ἐᾷν τὸν ἀναγκαῖον, ἐξ οὗπερ οἱ σωζόμενοι γεγόνασιν. Ἢ ἄλλως πάλιν, εἰ μὲν βούλεται αὐτὸν μὴ σώζειν, τοὺς δὲ ὑπ' αὐτοῦ σώζει, ἄρα οὐ τέλειον ἀπεργάζεται, οὐδὲ δύναται τὸ
68. And I have much to say concerning this. Again the same Manes alleges that The God, he says, of this age has blinded the minds of the unbelievers, so that they should not gaze upon the illumination of the Gospel. If there exists the God of this world, what then was the Saviour doing by coming into possessions not His own? And if He coveted what belonged to another, this is the part neither of a good one nor of a just one; whereas if He came in order to save not His own things but another's, this too is the part of some flatterer wishing to stir up to revolt those who belong to his neighbour. And if He came at all to save the things of the God of this age, then He confers the favour upon that very God of the world, endeavouring to save his own vessels. And if the God of this age consents at all to his own being saved through the Saviour, then he is good, even if he cannot save, rejoicing in the salvation of his own. And there will consequently be one fellowship of goodness, because the one who is able saves, while the one who is unable to save his own rejoices over those who are saved, reckoning his own as gain when he has them saved from the one who saves well. And if he in no way opposes the one who wills to save his own, he will also acknowledge gratitude. And if he acknowledges gratitude, He first saves him to whom those being saved belong, so that He may show His goodness upon him as he is saved. And He does not will rather to save the small ones and leave aside the principal one, from whom those being saved have sprung. Or else again, if He wills not to save him, but saves those under him, then He does not accomplish what is perfect, nor is He able
Notes, col. 136

On the reading

Printed τοὺ, for τοῦ.

Printed εις, for εἰς.

Printed Κὰι, for Καὶ.

PG 42:137Read from the page
ἀγαθὸν ἐργάσασθαι ἐν τελειότητι· εἰ δὲ διὰ τὸ εἶναι αὐτὸν φύσεως μὴ σωζομένης, αὐτὸν μὲν ἀδυνάτως ἔχει σώζειν, τοὺς δὲ ὑπ' αὐτοῦ γεγενημένους σώζει, πολλῷ μᾶλλον οἱ ἐξ αὐτοῦ γεγενημένοι σαθρότεροι αὐτοῦ ὑπάρχουσι, καὶ ἀδυνάτως ἔχουσι πρὸς σωτηρίαν. Καὶ ἄλλως δὲ, εἰ μὲν, ἴδιά τινα μὴ ἔχων σώζειν, εἰς τὰ ἀλλότρια ἦλθεν ἐπιδείξεως χάριν, τὴν αὐτοῦ βοήθειαν δεῖξαι, πολλὴ ἡ ἀπορία, ἡ μὴ δυναμένη ἴδια σώζειν, καὶ εἰς τὰ ἀλλότρια ἐπιδημοῦσα, ὅπως ἐνδείξηται τὸ ἔργον, ὃ ἐν τοῖς ἰδίοις ἀδυνάτως ἔσχεν ἐπιδείξασθαι. Καὶ ἤδη διέπεσεν ὁ περὶ τοῦ Σωτῆρος καὶ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου ὑπὸ τοῦ Μάνη εἰρημένος λόγος. Καὶ ἔστι τῷ ὄντι ὁ Θεὸς τοῦ αἰῶνος τούτου οὐ Θεὸς παρηλλαγμένος παρὰ τὸν ὄντα ἄλλως, οὐδὲ ἐνυπόστατος Θεὸς ἄλλος, μὴ γένοιτο! Θεὸς γὰρ ὁ πάντων Δεσπότης, ὁ τὸν κόσμον ποιήσας, εἷς ἐστι Θεὸς, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ οὐδέποτε διαλείπει.
to work the good in perfection; while if, on account of his being of a nature that is not saved, He is unable to save him, yet saves those begotten by him, much more are those begotten from him more unsound than he is, and incapable of salvation. And besides, if, having none of His own to save, He came into another's domain for the sake of display, to exhibit His own help, great is the helplessness that cannot save its own, and sojourns in another's domain in order to display the work which it was unable to exhibit among its own. And already the doctrine spoken by Manes concerning the Saviour and the ruler of this age has collapsed. And in truth the God of this age is not a God altered in kind from Him Who truly is, nor another subsistent God—far from it! For God the Sovereign of all, Who made the world, is one God, the Father of our Lord Jesus Christ, and never fails.
ΞΘʹ. Περὶ οὗ δὲ ὁ Ἀπόστολος λέγει, ὃν ἠρέτισαν τὸν θεὸν ἑαυτῶν εἶναι οἱ ἄπιστοι, οὐ μόνον λέγω ἕνα Θεὸν εἶναι τοῦ αἰῶνος τούτου, μὴ γένοιτο! ἀλλὰ καὶ πολλοὺς, οἷς ἑαυτοὺς ὑπέταξαν οἱ ἄπιστοι, καὶ ἐτυφλώθησαν τὴν διάνοιαν· ὡς καὶ ἐν ἄλλῳ τόπω λέγει· Ὡν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αισχύνη αὐτῶν· καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ· Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν, φησίν. Εἶτα μετὰ πολλὰ, ἵνα δείξῃ τίνες εισὶν οἱ δύο κύριοι, φησίν· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ. Ἄρα οὖν ὁ Θεὸς Θεὸς, καὶ μαμμωνᾶς Θεὸς τοῦ κόσμου. Διὰ γὰρ τοῦ μαμμωνᾶ κὰι τῆς κοιλίας τῶν δύο τούτων ἡ πλείστη φύσις τῶν ἀνθρώπων τυφλώττει δελεαζομένη, οὐχ ὑπὸ Θεοῦ λαβοῦσα τὴν πρόφασιν, ἀλλὰ διὰ τῆς ἰδίας κακομηχανίας, ὡς ἕκαστος ὀρεγόμενος ἐπὶ τῇ ἀπιστίᾳ ἑαυτὸν παραδίδωσιν ὑποχείριον πάντων. Ὅθεν καὶ ὁ Ἀπόστολος λέγει· Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Καὶ διὰ τοῦτο ἐπαρᾶται κακῇ προλήψει θεοποιίας λέγων· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει· ἐπαρώμενος γαστρὸς ἐπιθυμίαις. Ὁ Θεὸς τοίνυν τοῦ αιῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων· ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ εὑρίσκεται ὁ γραμματεὺς πρῶτος καὶ δεύτερος λέγων· Τί ποιήσας ζωὴν αιώνιον κληρονομήσω; Ὁ δὲ ἔφη· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἦν ἀλλότρια τὰ τοῦ νόμου. Ὡσαύτως ὁ Κύριος διδάσκει ζωῆς κληρονομίας εἶναι τὴν παραφυλακὴν τοῦ νόμου. Εἶτά φησι· Ταῦτα πάντα ἐποίησα ἐκ νεότητός μου. Καὶ ἀκούσας ἐχάρη, ἵνα δείξῃ τὰς ἐντολὰς τοῦ νόμου οὐκ ἀλλοτρίας τῆς αὐτοῦ θεότητος ὑπαρχούσας. Διὰ γὰρ τοῦ ειπεῖν, ὅτι ἐχάρη, συγκατάθεσιν ἐποιήσατο Παλαιᾶς Διαθήκης πρὸς Νέαν Διαθήκην. Ἀλλά φησι· Τί ἔτι ὑστερῶ; Καὶ φησὶ πρὸς αὐτόν· Ει θέλεις τέλειος γενέσθαι, πώλησον τὰ ὑπάρχοντά σοι, καὶ δὸς
69. Concerning whom the Apostle speaks, whom the unbelievers chose to be their own god—I do not merely say that there is one God of this age, far from it!—but indeed many, to whom the unbelievers subjected themselves and were blinded in their understanding; just as he also says in another place: Whose god is the belly, and whose glory is in their shame; and the Lord in the Gospel: You cannot serve two masters, He says. Then after many things, in order to show who the two masters are, He says: You cannot serve God and mammon. Therefore God is God, and mammon is god of the world. For through mammon and the belly—these two—the greatest part of human nature is blinded, being ensnared by allurement, not taking the occasion from God, but through its own perverse contrivance, as each one, yarning in unbelief, delivers himself up subject to all things. Whence the Apostle also says: The root of all evils is avarice. And for this reason he curses the wicked presumption of deification, saying: Meats for the belly, and the belly for meats; but God shall bring to nought both it and them—cursing the appetites of the stomach. The God of this age, therefore, has blinded the minds of the unbelievers; just as in the Gospel too the first and second scribe is found saying: By doing what shall I inherit eternal life? And He said: Honour your father and mother, according to what is written. For the precepts of the law were not alien. Likewise the Lord teaches that the inheritance of life is the observance of the law. Then he says: All these things I have kept from my youth. And upon hearing this He rejoiced, in order to show that the commandments of the law are not alien to His Godhead. For by saying that He rejoiced, He made an agreement of the Old Testament towards the New Testament. But he says: What do I still lack? And He says to him: If you wish to become perfect, sell your possessions, and give
Notes, col. 137

On the reading

Printed τόπω, for τόπῳ.

Printed Ὡν, for Ὧν.

Printed αισχύνη, for αἰσχύνῃ.

Printed εισὶν, for εἰσὶν.

Printed κὰι, for καὶ.

Printed αιῶνος, for αἰῶνος.

Printed αιώνιον, for αἰώνιον.

Printed ειπεῖν, for εἰπεῖν.

Printed Ει, for Εἰ.

PG 42:140Read from the page
πτωχοῖς, καὶ λάβε τὸν σταυρόν σου· καὶ ἀκολούθει μοι· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ. Ὁ δὲ ἀπῆλθε λυπούμενος· ἦν γὰρ πλούσιος σφόδρα. Εἶτα ὁ Κύριος ἔφη· Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εισελθεῖν, ἢ πλούσιον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
to the poor, and take up your cross, and follow Me; and you shall have treasure in heaven. But he departed grieving; for he was exceedingly wealthy. Then the Lord said: It is easier for a camel to enter through the eye of a needle than for a wealthy man in the kingdom of the heavens.
Οὐ δύναται γὰρ εἰσελθεῖν, ὅτι ἐτυφλώθησαν ὑπὸ τοῦ θεοῦ τοῦ αἰῶνος, ἡγησάμενοι τὸν μαμμωνᾶν ἑαυτῶν Θεὸν, καὶ ἑαυτοὺς ὑποχειρίους πεποιηκότες τῷ θεῷ τοῦ αιῶνος τούτου, τουτέστι τῇ φιλαργυρίᾳ· ὡς λέγει· Προσέχετε ἀπὸ τῆς ζύμης τῆς Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις· καὶ ἐν ἄλλῳ τόπῳ· ἥτις ἐστὶ φιλαργυρία. Καὶ ἵνα δείξῃ ταύτης τὸ ἀποτέλεσμα καὶ τὸ ἔργον, λέγει· Ὁδηγοί εισι τυφλοί. Τυφλὸς δὲ τυφλὸν ὁδηγῶν, ἀμφότεροι εις βόθυνον ἐμπεσοῦνται. Ἐπειδὴ γὰρ ἐτύφλωσεν αὐτοὺς ἡ φιλαργυρία, ὁ θεὸς τοῦ αἰῶνος τούτου, καὶ οὐ κατηύγασεν ὁ φωτισμὸς τοῦ Εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, διὰ τὸ τετυφλῶσθαι περὶ τὴν φιλαργυρίαν. Αὕτη γὰρ τὸν Ἰούδαν ἐτύφλωσεν· αὕτη καὶ τοὺς περὶ Ἀνανίαν ἀπέκτεινεν· αὕτη πολλοὺς ἠφάνησεν. Οὗτός ἐστιν ὁ θεὸς τοῦ αἰῶνος τούτου· ὃν αιρησάμενοι Θεὸν οἱ ἄνθρωποι ἐπελάθοντο τῆς πρὸς αὐτὸν τιμῆς, καὶ κατεφρόνησαν τοῦ Κυρίου, ὡς λέγει· Τοῦ μὲν ἑνὸς ἀνθέξεται, τοῦ δὲ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν, καὶ μαμμωνᾷ. Καὶ ὁρᾷς ῥητῶς καὶ σαφῶς τὸ πρᾶγμα ἑρμηνευόμενον; Οὐδεὶς γὰρ ἔνι ἕτερος Θεὸς, οὐκ ἐν οὐρανῷ, οὐκ ἐν τῇ γῇ, οὐκ ἐν πᾶσι χωρίοις, ἀλλὰ εἷς Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ τὰ πάντα· ἀεὶ οὖσα ἡ Τριὰς, μία ἡ θεότης, καὶ μηδέποτε προσθήκην λαμβάνουσα, οὔτε ἀφαίρεσιν ἐνδεχομένη.
For he cannot enter, because they have been blinded by the god of the age, deeming mammon their own God, and having made themselves subject to the god of this age, that is, to avarice; as He says: Be on your guard against the leaven of the Pharisees, which is hypocrisy; and in another place: which is avarice. And in order to show its outcome and work, He says: They are blind guides. And if a blind man leads a blind man, both will fall into a pit. For since avarice, the god of this age, has blinded them, the illumination of the Gospel has not shone in their hearts, on account of their having been blinded concerning avarice. For this blinded Judas; this also slew Ananias and his companions; this brought many to ruin. This is the god of this age, whom men, having chosen as God, forgot the honour due to Him, and despised the Lord, as He says: He will cling to the one, and will despise the other. You cannot serve God and mammon. And do you see the matter expressly and clearly interpreted? For there is no other God, neither in heaven, nor on the earth, nor in all places, save one Father, from Whom are all things, and one Lord Jesus Christ, through Whom are all things, and one Holy Spirit, in Whom are all things: the Trinity ever existing, one Godhead, never receiving addition nor admitting diminution.
Οʹ. Ἴωμεν δὲ ἐφ' ἕτερα πάλιν, καὶ τὰ δίκτυα τούτου τοῦ θηρὸς καὶ ἐχθροῦ καὶ ἐκδικητοῦ διασπασώμεθα, ἀγαπητοὶ, ἐπὶ τὴν φράσιν τῆς ἀληθείας τὰ ὑπ' αὐτοῦ ξενολεκτούμενα φέροντες τοῖς βουλομένοις τὰ τῆς ἀληθείας καταμαθεῖν, καὶ ἀποτρέπεσθαι τὸν νοῦν ἀπὸ κακοδιδασκαλίας πάσης αιρέσεως. Ἐπιλαμβάνεται γὰρ τοῦ νόμου πάλιν καὶ τῶν προφητῶν, ἐχθρὸς ὢν τῆς ἀληθείας καὶ τοῦ ἁγίου Πνεύματος, τοῦ ἐν νόμῳ καὶ ἐν προφήταις λελαληκότος. Καί φησι, χαλάσας γλῶσσαν, ὡς καὶ ἀει, κατὰ τοῦ Θεοῦ τοῦ ποιήσαντος τὰ πάντα, λαλήσαντός τε ἐν νόμῳ καὶ ἐν προφήταις, Πατρὸς ὄντος τοῦ Κυρίου ὑμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· καί φησιν· Ἐξ αὐτοῦ ἐπιθυμία, καὶ ἐξ αὐτοῦ φόνοι, καὶ τὰ ἄλλα πάντα. Παρεκελεύετο γὰρ καὶ ἱμάτια ἀφαρπάξαι τῶν Αἰγυπτίων, θυσίας δὲ σὐτῷ προσφέρεσθαι, καὶ τὰ ἄλλα πάντα ὅσα παρέχει νόμος. Φονεύειν δὲ τὴν φονεύοντα, ὡς μηκέτι ἀρκεῖσθαι τῷ πρώτῳ φόνῳ, ἀλλὰ καὶ δεύτερον ἐργάζεσθαι, δῆθεν ἐκδικοῦντος αὐτοῦ τὸν πρῶτον φόνον, ἐμβάλλειν τε ἐπιθυμίας εἰς τὰς διανοίας τῶν ἀνθρώ-
70. Let us now proceed again to other matters, and tear asunder the nets of this wild beast and enemy and avenger, beloved, bringing his strange-sounding utterances to the diction of the truth for those who wish to learn thoroughly the things of the truth and to turn their mind away from the perverse teaching of every heresy. For he attacks the law again and the prophets, being an enemy of the truth and of the Holy Spirit Who has spoken in the law and in the prophets. And he says, loosing his tongue, as ever, against the God Who made all things and spoke in the law and in the prophets, Who is the Father of your Lord Jesus Christ, from Whom every family in heaven and on earth is named; and he says: From Him is covetousness, and from Him are murders, and all other such things. For He also enjoined them to plunder the garments of the Egyptians, and that sacrifices should be offered to Him, and all the other things that the law prescribes; and to slay the slayer, so as no longer to be content with the first slaying, but to perpetrate a second also, forsooth as His avenging the first slaying, and to cast covetous desires into the minds of
Notes, col. 140

On the reading

Printed εισελθεῖν, for εἰσελθεῖν.

Printed αιῶνος, for αἰῶνος.

Printed τῆς Φαρισαίων, for τῶν Φαρισαίων.

Printed εισι, for εἰσὶ.

Printed εις, for εἰς.

Printed ἠφάνησεν, for ἠφάνισεν.

Printed αιρησάμενοι, for αἱρησάμενοι.

Printed αιρέσεως, for αἱρέσεως.

Printed ἀει, for ἀεὶ.

Printed σὐτῷ, for αὐτῷ.

Printed τὴν φονεύοντα, for τὸν φονεύοντα.