ἤδη δὲ ἐν ἑαυτῇ ἑαυτὴν φθείρασά τε καὶ ἀφανισθεῖσα. Ἀλλὰ ταῦτα πάντα ἐστὶ τὰ διηγήματα τῆς τοῦ ἄφρονος ματαιολογίας, ἃ κατανοήσαντες οἱ συνετοὶ οἱοὶ τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας πίστεώς τε τοῦ Κυρίου, διακρίνατε τὸν ἀγύρτην, καὶ καταγελάσατε τῆς αὐτοῦ ληρωδίας. Ἐπανελεύσεται δὲ εἰς τὰς κακῶς ἑαυτῷ ἐπινενοημένας προφάσεις, καὶ ἀπὸ τῶν θείων Γραφῶν ὁμοιώσεις, καὶ οὐχ οὕτως ἐχούσας, ἀλλὰ οὕτως ὑπ' αὐτοῦ κακῶς νοουμένας. Φέρε οὖν ἐκθώμεθα αὐτὰ δὴ κατὰ λέξιν, ἃς ὑποκλέπτων ἐκ τῶν θείων Γραφῶν, ὡς ἔφην, κατὰ τὸν νοῦν αὐτοῦ διηγεῖται· εἰ καὶ μάλιστα πολλάκις τὰς αὐτὰς διαλαμβάνοντες, ἀκρότατα διηλέγξαμεν.
having already both destroyed itself within itself and vanished away. But all these are the tales of the fool's vain babbling; perceiving which, you prudent sons of the holy Church of God and of the faith of the Lord, judge the charlatan, and laugh to scorn his drivel. He will revert to the pretexts wickedly devised by himself, and similitudes from the divine Scriptures, which do not stand thus, but are thus perversely understood by him. Come then, let us set forth these very things word for word, which, filching from the divine Scriptures, as I said, he expounds to suit his own mind; although indeed, treating the same passages many times, we have thoroughly refuted them.
ΞΑʹ. Πρῶτον μὲν οὖν ὅτι εὑρὼν ἐν ταῖς θείαις Γραφαῖς περὶ Παρακλήτου ὀνόματος, καὶ ἀγνοήσας τὴν τοῦ ἁγίου Παρακλήτου δύναμιν, ἑαυτὸν ὑπεισήνεγκε, νομίσας εἶναι τοῦτο. Καὶ φάσκει μὲν αὐτῷ τὰ ὑπὸ τοῦ ἁγίου Παύλου εἰρημένα παρακεχωρηκέναι, ὡς τοῦ ἁγίου Ἀποστόλου φήσαντος· Ἀπὸ μέρους γινώσκομεν, καὶ ἀπὸ μέρους προφητεύομεν. Ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἀπὸ μέρους καταργηθήσεται. Τοῦτο δὲ περὶ Παρακλήτου οὐδ' ὅλως ἐκτίθεται ὁ ἅγιος Ἀπόστολος, ὁ καταξιωθεὶς αὐτοῦ τοῦ ἁγίου Πνεύματος μετὰ τῶν ὁμοίων αὐτοῦ ἀποστόλων· ἀλλὰ περὶ τῶν δύο κόσμων διηγεῖτο, περὶ τοῦ ἐνεστῶτος καὶ μέλλοντος, ὡς ἔφην, τοῖς βουλομένοις περὶ καιρῶν καταλαμβάνειν. Ὅτι μηδὲν ὑμᾶς πτυρέτω ἐν λόγῳ, ἐν ἐπιστολῇ, ὡς ὅτι ἡ ἡμέρα ἐνέστηκε τοῦ Κυρίου. Ἐὰν γὰρ μὴ ἀποκαλυφθῇ ὁ υἱὸς τῆς ἀνομίας, ὁ ἄνθρωπος τῆς ἀδικίας, καὶ τὰ ἑξῆς. Καὶ πάλιν συνελθόντων τῶν μαθητῶν πρὸς τὸν Σωτῆρα, ἠρώτων αὐτὸν περὶ τῆς συντελείας, καὶ ἔλεγεν αὐτοῖς· Οὐχ ὑμῶν ἐπιγνῶναι χρόνους καὶ καιρούς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς. Καὶ πάλιν ἔλεγεν· Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθε, ἀπεκδεχόμενοι τὴν ἐπαγγελίαν τοῦ Πνεύματος, ἣν ἠκούσατε, τουτέστι τὸ Πνεῦμα τὸ Παράκλητον, ὃ ἔφη· Ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἐλεύσεται, καὶ ἀναγγελεῖ ὑμῖν τὰ πάντα. Τὸ δὲ, Ἀναγγελεῖ ὑμῖν τὰ πάντα, δι' ἣν ἔμελλον καταξιοῦσθαι δωρεὰν, ἐνοικήσει ἐν αὐτοῖς τὸ ἅγιον Πνεῦμα, ὅπως τὰ πάντα αὐτοῖς σαφῶς διηγήσηται, ὅσα ἠδύναντο ἐν τῷ αἰῶνι τούτῳ χωρῆσαι. Καὶ ὧδε μὲν ἐν τῷ αἰῶνι τούτῳ χωρήσαντες, τὸ Πνεῦμα τὸ Παράκλητον προεφήτευσαν· ὡς Ἄγαβος προεφήτευσε περὶ λιμοῦ ἐσομένου· καὶ ὅτι προφῆται ἀπὸ Ἱεροσολύμων κατέβησαν· καὶ ὅτι ἦσαν τέσσαρες θυγατέρες τῷ Φιλίππῳ προφητεύουσαι. Ὅταν δὲ προφητεύουσιν, ἀπὸ μέρους προφητεύουσι, καὶ ἀπὸ μέρους γινώσκουσι. Τὸ δὲ τέλειον ἐν τοῖς μέλλουσιν αἰῶσιν ἐλπίζοντες προσδοκῶσιν, ὅταν τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταβληθῇ, καὶ τὸ θνητὸν εἰς ἀθανα-
61. First of all, then, having found in the divine Scriptures mention of the name of Paraclete, and being ignorant of the power of the Holy Paraclete, he foisted himself in, supposing himself to be this. And he alleges that the things spoken by Saint Paul have yielded place to him, inasmuch as the holy Apostle declared: In part we perceive, and in part we prophesy. When that which is complete has arrived, that which is in part shall be abolished. Yet the holy Apostle, who together with his fellow apostles was counted worthy of the Holy Spirit Himself, in no way sets this forth concerning the Paraclete; rather, he was discoursing about the two worlds, about the present one and the one to come, as he said, to those wishing to grasp matters concerning times: Let nothing startle you by speech, or by epistle, as though the day of the Lord had arrived. For unless the son of lawlessness be unveiled, the man of unrighteousness, and so forth. And again, when the disciples gathered to the Saviour, they questioned Him concerning the consummation, and He said to them: It is not yours to ascertain times and seasons, which the Father placed in His own authority; but you shall receive power when the Holy Spirit comes upon you. And again He said: Do not depart from Jerusalem, but await the promise of the Spirit, which you heard, that is, the Spirit the Paraclete, of Whom He said: If I go away, He shall come, and shall declare unto you all things. Now the saying, He shall declare unto you all things, means that by the free gift of which they were about to be deemed worthy, the Holy Spirit will dwell in them, so that He may clearly expound to them all things, as many as they were able to receive in this age. And here in this age, having received the Spirit the Paraclete, they prophesied: as Agabus prophesied about a coming famine; and that prophets came down from Jerusalem; and that Philip had four daughters who prophesied. But when they prophesy, in part they prophesy, and in part they perceive. But hoping for that which is complete in the coming ages, they await it, when the corruptible shall be changed into incorruption, and the mortal into immortal-