Migne Reading Room

PG 42 · cols. 105–116 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:105Read from the page
ουσίαν λέγει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πολλὰ ἔτη τοῦ γενέσθαι τοὺς φωστῆρας, ἦλθεν ἡ παρουσία, καὶ μετὰ τὴν παρ' αὐτῷ μηχανὴν καλουμένην τῶν δώδεκα κάδων. Ἀεὶ γὰρ ἐν οὐρανῷ ἐξότου γέγονε τυγχάνει τὰ ἄστρα, ἤτοι στοιχεῖα αὐτὰ καλεῖν βούλονται, ἤτοι διαστήματα τοῦ οὐρανοῦ καὶ μέτρα. Ὅμως ἀπὸ τετάρτης ἡμέρας τῆς κοσμοποιίας τὰ πάντα καλῶς τέτακται, οὐκ εἰς βλάβην τῶν ὑπὸ Θεοῦ κυριευομένων. Ἡ δὲ τοῦ Χριστοῦ παρουσία ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος ἤρξατο τού κηρύγματος, μετὰ τριακοστὸν ἔτος τῆς αὐτοῦ γεννήσεως, ὅπερ κατήντα εἰς πεντακισχιλιοστὸν πεντακοσιοστὸν ἔνατον ἔτος τῆς κοσμοποιίας, καὶ τριακοστὸν τῆς αὐτοῦ ἡλικίας, τριακοστὸν δὲ τρίτον ἕως τοῦ σταυροῦ. Πῶς οὖν ἀπὸ πρώτης ταῦτα ἐν οὐρανῷ ὑπῆρχε, φωστῆρές τε καὶ ἄστρα; Εἰ δὲ λέγει, Πρὸ τούτου ἐλθὼν ἐποίησε ταῦτα, ἀσύστατος αὐτοῦ ἡ φλυαρία. Πρὶν γὰρ τοῦ εἶναι ἄνθρωπον ἐπὶ τῆς γῆς, ἐγένοντο τὰ κατ' αὐτὸν καλούμενα στοιχεῖα, καὶ οἱ δώδεκα μάτην καλούμενοι κάδοι, καὶ ἡ μηχανὴ, ἣν βούλεται χαριστικοῖς ὀνόμασι φαντάζειν τοὺς ὑπ' αὐτοῦ πεπλανημένους.
vent of our Lord Jesus Christ, the advent came many years after the luminaries came into being, and after what among him is called the engine of the twelve buckets. For ever since heaven came into being, the stars have always existed in heaven, whether men wish to call them elements, or intervals and measures of heaven. Nevertheless, from the fourth day of the creation of the world all things have been well ordered, not to the harm of those governed by God. Moreover, the advent of Christ began its preaching in the fifteenth year of Tiberius Caesar, after the thirtieth year from His birth, which fell in the five-thousand-five-hundred-and-ninth year from the creation of the world, and the thirtieth of His age, and the thirty-third until the cross. How then did these things—both luminaries and stars—exist in heaven from the first? Yet if he says, Coming before this time He made these things, his nonsense is incoherent. For before man existed upon the earth, the things called elements according to him came into being, as would the twelve buckets vainly so called, and the engine with which by ingratiating names he wishes to beguile the fancy of those led astray by him.
ΝΑʹ. Παντὶ γὰρ τῷ σύνεσιν κεκτημένῳ φανερόν ἐστιν ἀπ' αὐτῆς τῆς Γραφῆς καὶ ἀκολουθίας, ὅτι, πρὶν τοῦ πλασθῆναι τὸν Ἀδὰμ τὸν πρωτόπλαστον ἄνθρωπον, γεγόνασιν ἐν τῇ τετάρτῃ ἡμέρᾳ πάντες οἱ ἀστέρες καὶ οἱ φωστῆρες. Οὗτος δὲ λέγει, ὅτι Ἦλθε, φησὶ, ποιῆσαι τοὺς δώδεκα κάδους ἐν ἰδέᾳ ἀνθρώπου, καὶ ἐφαίνετο τοῖς ἀνθρώποις ἄνθρωπος, κἂν ἀγνοῶν, [κἂν] τὴν ἐξ ὑπαρχῆς γέγενημένην οἰκονομίαν νομίζει τι λέγειν, καὶ ὡς τυφλὸς ἑαυτὸν ὁδηγῶν τοῖς ὑπ' αὐτοῦ τυφλωθεῖσι τὰ προχωροῦντα εἰς ψεύσματα ὑφηγεῖται. Παρούσης δὲ τῆς ἀληθείας, καὶ ἀνοιγούσης τὰ ὄμματα διὰ τῶν συνετῶν, εἰς γέλωτα φέρει τὴν αὐτοῦ ληρῳδίαν. Ποίοις γὰρ ἀνθρώποις ἐφαίνετο τοῖς μὴ ὑπάρχουσι; Πῶς δὲ ἐν ἀνθρώπου ἐφαίνετο ἰδέᾳ, ὁ μὴ λαβὼν σῶμα; Καὶ εἰ μὲν ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ ἐπλήρου τοῦτο φαινόμενος, καὶ μὴ ὢν, δόκησις ἄρα ἦν τὰ πράγματα. Ἄρα οὖν οὐ πέφηνεν, οὐδὲ ἦλθεν. Εἰ γὰρ ἐλθὼν οὐκ ἦν, οὐδὲ ἦλθεν ἀπ' ἀρχῆς. Εἰ δὲ ἐνομίζετο μὲν ἄνθρωπος, οὐκ ἦν δὲ ἄνθρωπος, τί τὸ ἐπῆξαν τὸν τοῦ Θεοῦ Λόγον ἄνθρωπον φανῆναι μὴ ὄντα; Εἰ μή τι ἀπὸ δανειστῶν ἑλκόμενος ἠβούλετο ἑαυτὸν σχηματοποιῆσαι ἰδέαν, ἵνα δυνηθῇ λαθεῖν τοὺς αὐτὸν ἐπιζητοῦντας. Εἰ δὲ καὶ ἐφαίνετο, καὶ οὐκ ἦν, ποία τις ἦν αὕτη ἡ ἀλήθεια; Ἐν ἀληθείᾳ γὰρ οὐκ ἔνι ψεῦσμα, ὡς λέγει περὶ αὐτοῦ ὁ Μονογενής· ὅτι Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἡ δὲ ζωὴ θάνατον οὐκ ἔχει. Καὶ ἡ ἀλή-
LI. For to everyone possessing understanding it is manifest from Scripture itself and its sequence that before Adam the first-formed man was moulded, all the stars and the luminaries came into being on the fourth day. Yet this man alleges: He came, says he, in the form of a man to make the twelve buckets, and appeared to men as a man; and though ignorant—[even] of the dispensation wrought from the beginning—he supposes that he is saying something, and like a blind man guiding himself he expounds to those blinded by him things that advance into falsehoods. Yet when the truth is present and opens men's eyes through persons of understanding, it turns his nonsensical prating into laughter. For to what men did He appear, when none existed? And how did He appear in the form of a man without taking a body? Moreover, if in His incarnate advent He fulfilled this by appearing while not truly being, then the realities were mere semblance. Consequently He has neither appeared nor come; for if upon coming He did not truly exist, neither did He come from the beginning. And if He was supposed to be a man, yet was not a man, what was it that impelled the Word of God to appear as a man when He was not one? Unless perhaps, being dragged off by creditors, He wished to fashion Himself into an outward form so that He might be able to escape the notice of those seeking Him! And if indeed He appeared, yet was not, what sort of truth was this? For in truth there is no falsehood, as the Only-begotten says concerning Himself: I am the truth and the life (John 14:6). Now life does not have death; and the tr-
PG 42:108Read from the page
θεια οὐκ ἂν ἀλλοίωσιν ὑπομένοι, ἵνα μὴ τὴν ἀλήθειαν ταράξασα μηκέτι ἀλήθεια γένηται. Καὶ διέπεσεν ἐκ παντὸς λόγου ἡ αὐτοῦ τραγῳδοποιὸς ὑπόθεσις. Οὔτε γὰρ μετὰ τὴν παρουσίαν τὰ ἄστρα κέκτισται, οὐδὲ πρὸ τοῦ γενέσθαι ἄστρα ἄνθρωποι ἦσαν. Καὶ ἐντεῦθεν καὶ ἐκεῖθεν ἐξελήλεκται ὁ πλάνος Μανιχαῖος, ὡς ἤδη μοι ἄνω δεδήλωται.
uth would not undergo alteration, lest by disturbing the truth it should cease any longer to be truth. Thus his tragedy-mongering hypothesis has collapsed from every point of view. For neither have the stars been created after the advent, nor did men exist before the stars came into being. Both on this side and on that the impostor Manichaeus has been refuted, as has already been shown by me above.
ΝΒʹ. Περὶ δὲ τῆς ὑποθέσεως τῆς σελήνης φάσκει, ὅτι ἐκ τῶν ψυχῶν ὁ δίσκος ἐμπίπλαται. Πρὶν δὲ τοῦ ἀποθανεῖν ἄνθρωπον ἐπὶ τῆς γῆς, πόθεν ἐνεπίμπλατο ὁ δίσκος; Μετὰ γὰρ ἐνακοσιοστὸν καὶ τριακοστὸν ἔτος τῆς τοῦ Ἀδὰμ ζωῆς, πρῶτος ἀποθανὼν ἐπὶ τῆς γῆς, ἡ μία ψυχὴ, πῶς ἐπλήρου τὸν δίσκον; Ἢ πῶς τὰ ἐννακόσια τριάκοντα ἔτη ἐκλήθη, καὶ χρόνοι, εἰ μὴ ἡ σελήνη ἐπληροῦτο, καὶ ἔφθινε, καὶ τὸν αὐτῇ τεταγμένον δρόμον ἐτέλει, οὐκ ἀπὸ ψυχῶν λαμβάνουσα τὴν πλημμύραν, ἀλλὰ ἀπὸ Θεοῦ ἔχουσα τὸ πρόσταγμα τῆς αὐτοῦ σοφίας; Πάντα δὲ τὰ ζῶα, φησὶ, γεμίζει τῆς αὐτῆς ψυχῆς, ἵνα ἐξισώσῃ ψυχὴν ἀνθρώπου, καὶ μυὸς, καὶ σκώληκος, καὶ τῶν ἄλλων δυσγενῶν τῇ πλάσει σωμάτων.
LII. Next, concerning the hypothesis of the moon, he alleges that its disc is filled up out of souls. Yet before any man died upon the earth, whence was the disc filled up? For after the nine-hundred-and-thirtieth year of Adam's life, when he first died upon the earth, how did that single soul fill up the disc? Or how were the nine hundred and thirty years and seasons so called, unless the moon waxed full, waned, and completed the course ordained for it, not receiving its fullness from souls, but holding from God the ordinance of His wisdom? Moreover, says he, he fills all living creatures with the same soul, so as to make equal the soul of a man, of a mouse, of a worm, and of the other bodies ignoble in their fashioning.
Τὰ δὲ ἄλλα λοιπὸν τῆς φλυαρίας, ὡς ἡ παρθένος φαίνεται τοῖς ἄρχουσι ποτὲ μὲν εἰς ἀνδρὸς σχῆμα, ποτὲ δὲ εἰς θηλείας. Τάχα τὸν Ἑρμαφρόδιτον τοῦ αὐτοῦ δαίμονος ἰνδαλλόμενος τὰ ἑαυτοῦ πάθη εἰσηγεῖται τῆς ἐπιθυμίας. Εἶτα, φησὶν, ὅταν ὁ μέγας συληθῇ ὑπὸ τῆς λεγομένης παρθένου, προβάλλει αὐτοῦ τὰς νεφέλας, καὶ ποιεῖ λοιμὸν, καὶ ἄρχεται τέμνειν τὰς ῥίζας, καὶ οὕτω θάνατος γίνεται. Καὶ οὐκ εἶδεν ὁ κτηνώδης, ὅτι ὃν φάσκει θάνατον ψογίζων, μᾶλλον ζωὴν ὤφειλε καλεῖν, διὰ τὸ ἀπὸ σωμάτων ἀπαλλάττεσθαι τὰς ψυχάς. Εἰ δὲ ὅλως τὸ εἶναι ἐν σώματι τὴν ψυχὴν φυλακὴν ἡγοῦνται οἱ ἄρχοντες, τοῦτο οὐδέποτε ἐπιτελεῖ ὁ ἄρχων, ἵνα ἀπαλλάξῃ ἀπὸ δεσμωτηρίου τὴν ὑπ' αὐτοῦ κατεχομένην ψυχὴν, κατὰ τὸν αὐτοῦ λόγον. Καὶ πόση τις ἀτοπία ἐν ταύτῃ τῇ κυβευτικῇ διδασκαλίᾳ!
As for the rest of his nonsense—how the virgin appears to the rulers at one time in a man's form, and at another in a female's—perhaps, conjuring up the Hermaphrodite of the same demon, he introduces his own passions of lust. Next, says he, whenever the great ruler is despoiled by the so-called virgin, he puts forth his clouds, causes pestilence, and begins to cut the roots, and thus death comes about. Yet the brutish fellow failed to see that what he calls death in censure he ought rather to have called life, inasmuch as souls are thereby released from bodies. And if the rulers altogether reckon the soul's being in a body to be imprisonment, the ruler never accomplishes this so as to release from prison the soul held fast by him, according to his own account. How great is the absurdity in this dice-player's teaching!
ΝΓʹ. Τὰ δὲ ἄλλα χλεύης ἔμπλεα· ὡς οἱ ἐκλεκτοὶ αὐτῶν καλούμενοι. Καὶ τῷ μὲν ὄντι ἐξελέγησαν ὑπὸ τοῦ διαβόλου εἰς κατάκριμα, ὅπως πληρωθῇ τὸ εἰρημένον· Καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά. Ἐκεῖνοι γὰρ καθεζόμενοι κηφῆνες, καὶ μηδὲν ἐργαζόμενοι, ἀλλὰ περιεργαζόμενοι, καὶ μηδὲ γινώσκοντες, οἷς ἐπικηρυκεύεται ὁ ἅγιος Ἀπόστολος, λέγων (ὡς κατὰ προφητείαν γινώσκων), ὅτι οὐκ ἐκ τῆς τοῦ θεοῦ διδασκαλίας ἐπιφοιτῶσιν, ἀλλὰ ἐκ τοῦ διαβόλου ἐμβεβροντημένοι τινὲς, ἀργοὶ, καὶ αὐθάδεις κακῶν. Φάσκει, λέγων· Ὁ μὴ ἐργαζόμενος, μηδὲ ἐσθιέτω· ἵνα παραχαράξῃ τὴν τῶν παρέργων τούτων ὑπόθεσιν. Παρακελεύονται οὖν τοῖς αὐτῶν κατηχουμένοις τρέφειν αὐτοὺς δαψιλῶς. Οἱ δὲ πᾶν ὁτιοῦν ἀναγκαῖον προσφέρουσι τοῖς ἐκλεκτοῖς ἑαυτῶν, ἵνα δῆθεν εὐσεβὴς ὀφθείη τρέφων τὰς ψυχὰς τὰς ἐκλελεγμένας. Οἱ
LIII. The rest, too, is full of mockery—such as those of them who are called the Elect. In truth they were chosen by the devil for condemnation, so that what has been spoken might be fulfilled: And his meats are choice (Hab. 1:16). For they sit idle like drones, working at nothing, yet busybodies who understand nothing—against whom the holy Apostle makes proclamation, saying (as knowing by prophecy) that they come in not from the teaching of God, but from the devil as thunderstruck fellows, idlers, and self-willed in evils. He speaks, saying: If anyone does not work, neither let him eat (2 Thess. 3:10), in order to brand as counterfeit the scheme of these meddlers. Accordingly they exhort their catechumens to nourish them lavishly; and these bring every needful thing of whatever sort to their Elect, so that forsooth one might appear pious in nourishing the chosen souls. Those
PG 42:109Read from the page
δὲ λαβόντες, ὡς γέλοιόν ἐστιν εἰπεῖν, προφάσει τοῦ εὔξασθαι ὑπὲρ τῶν ἐνηνοχότων, μᾶλλον δὲ σχεδὸν κατάραν αὐτοῖς ἐπιτιθέασιν, ἐπιμαρτυρήσαντες αὐτοῖς κακίαν μᾶλλον ἢ ἀγαθοσύνην. Φάσκουσι γὰρ οὕτως· ὅτι Ἐγὼ οὐκ ἔσπειρά σε, οὐκ ἐθέρισά σε, οὐκ ἤλεσα, εἰς κλίβανον οὐκ ἔβαλον. ἄλλος ἤνεγκε, καὶ ἔφαγον· ἀναίτιός εἰμι. Καὶ μᾶλλον πονηροποιοὺς ὑπέδειξαν τοὺς ἑαυτῶν τροφεῖς. Καὶ γὰρ ἀληθές. Ἔδει γὰρ τὸν ἀρνούμενον τὸν Θεὸν, τὸν ποιήσαντα πάντα, μηδὲ ἀπὸ τῶν τοῦ Θεοῦ τρέφεσθαι κατ' εἰρωνείαν. Αὐτοὶ δὲ οὐ τέμνουσι τὸν βότρυν, ἀλλὰ ἐσθίουσι τὸν βότρυν, ἵνα ἐλεγχθῶσι παντάπασι μέθην μᾶλλον ἔχοντες, ἤπερ ἀληθείας ἀνάληψιν. Ποῖον γάρ ἐστι τὸ δεινότερον; Ὁ μὲν γὰρ τρυγῶν ἅπαξ ἔτεμε τὸν βότρυν· ὁ δὲ ἐσθίων διὰ τῶν μασσητήρων, καὶ διὰ τοῦ καταδαμάζειν ἕκαστον κόκκον, μᾶλλον πολυπλασίως ἐβασάνισε καὶ ἔτεμε. Καὶ οὐχ ὅμοιος οὐκέτι ἔσται τῷ τέμνοντι ἅπαξ ὁ μασσησάμενος καὶ καταδαπανήσας· ἀλλ' ἵνα μόνον δόξωσι δοξοποιεῖν ὅσον τῆς ἀληθείας ἔχει τεκμήριον.
who receive them, however—ridiculous as it is to say—under the pretext of praying on behalf of those who brought them, rather lay almost a curse upon them, testifying against them to wickedness rather than goodness! For they speak thus: I did not sow you, I did not reap you, I did not grind you, into an oven I did not cast you; another brought you, and I ate; I am guiltless. Thus they rather showed their own nourishers to be evildoers. And indeed that is true! For he who denies God, Who made all things, ought not even in mockery to be nourished from the things of God. Yet they themselves do not cut the cluster of grapes, though they eat the cluster, so that they may be convicted of altogether possessing drunkenness rather than an apprehension of truth. For which is the more grievous? He who harvests cut the cluster once for all; whereas he who eats it, by means of his grinders and by crushing each berry, tortured and cut it manifold times more! And he who chewed and consumed it will no longer be on a par with him who cuts it once; rather, their sole aim is to seem to make a show of whatever token of truth there may be.
ΝΔʹ. Εἶτα πάλιν ἀθυρογλωττεῖ περὶ τοῦ παραδείσου, ὃν καλεῖ κόσμον. Ἔστι δὲ, φησὶ, τὰ φυτὰ τὰ ἐν αὐτῷ, ἃ παρ' ἡμῖν ἐπαινετὰ, ἃ αὐτὸς ἀρνεῖται, ἵνα δειχθῇ ἀληθῶς ὑπὸ τοῦ ὄφεως ἠπατημένος. Καθὼς ἐκείνης παρέφθειρε τὴν ἀκοὴν τῆς ἀκάκου Εὔας, οὕτως ὁ δεινὸς ὄφις καὶ αὐτὸς παραφθείρει ἀκοάς. Τὰ γὰρ, φησὶν, ἐν τῷ παραδείσῳ λεγόμενα φυτὰ ἐπιθυμιῶν εἰσιν ἀπάται, αἳ διαφθείρουσι τὸν λογισμὸν τῶν ἀνθρώπων. Τὸ δὲ ἐν τῷ παραδείσῳ φυτὸν, ἐξ ὧν γνωρίζουσι τὸ καλὸν, αὐτός ἐστιν ὁ Ἰησοῦς, ἡ γνῶσις ἡ ἐν τῷ κόσμῳ. Ὁ δὲ λαμβάνων διακρίνει τὸ καλὸν καὶ τὸ κακόν. Καὶ ὁρᾷς πῶς πάντα τὰ ὀρθὰ διαστρέφει, τοῦ Ἀποστόλου διαῤῥήδην βοῶντος καὶ διδάσκοντος, ὅτι Φοβοῦμαι μήπως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁγνότητος καὶ τῆς ἁπλότητος, τῆς εἰς τὸν Χριστόν. Καὶ ὅρα πῶς ἀπεφήνατο αὐτὸν πλάνον καὶ πανοῦργον, καὶ ἠπατηκότα τὴν Εὔαν. Καὶ πάλιν ἐν ἄλλῳ τόπῳ ὁ αὐτὸς Ἀπόστολος· Ἀνὴρ οὐκ ὀφείλει κομᾷν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρχων. Καὶ ὁρᾷς, ὡς δόξαν Θεοῦ ἔφη τὴν κόμην ἐπὶ σώματος φερομένην, καὶ οὐκ ἐν ψυχῇ· καὶ μετὰ ταῦτά φησιν· Ἀδὰμ οὐκ ἐξηπατήθη· ἀλλ' ἡ γυνὴ ἐν παραβάσει γενομένη ἡμάρτηκε. Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν ἐμμείνωσιν ἐν τῇ πίστει. Καὶ ὅρα πῶς φύσει τὰ ἀληθινὰ κεκήρυκται ἐν τῇ θείᾳ Γραφῇ. Καὶ μάτην οὕτως κομποποιεῖ, μᾶλλον δὲ χλεύην ὑφίσταται παρὰ τοῖς τὴν τελείαν φρόνησιν κεκτημένοις. Εἶτα πάλιν ἐνταῦθα διηγεῖται μὴ εἶναι τὸν κόσμον τοῦ Θεοῦ, ἀλλ' ἢ ἀπὸ μέρους τῆς ὕλης πεπλάσθαι. Ἐν τῷ δὲ μὴ ἑαυτῷ στοιχεῖν, ἀλλὰ κατὰ τῶν αὐτῶν φέρεσθαι ἀνασκευὰς καὶ κατασκευὰς ἐπιπλαττόμενος, παντί τῳ σαφές ἐστι ληροῦντος εἶναι τὸ τοιοῦτο φρόνημα.
LIV. Next he babbles unbridled once more concerning paradise, which he calls the world. The plants within it, says he—which among us are praiseworthy, though he himself denies them, so as to be shown truly deceived by the serpent—exist there; just as that dread serpent corrupted the hearing of guileless Eve, so too does he himself corrupt men's hearing. For the trees spoken of in paradise, says he, are deceits of lusts, which corrupt the reasoning of men; whereas the tree in paradise whereby men recognize the good is Jesus Himself, the knowledge that is in the world, and he who partakes of it discerns good and evil. Do you see how he perverts everything that is upright, when the Apostle expressly cries aloud and teaches: I fear lest by any means, as the serpent beguiled Eve in his craftiness, so your minds should be corrupted from the purity and the simplicity that is toward Christ (2 Cor. 11:3)? See how he declared him to be an impostor and crafty, and the deceiver of Eve! And again in another place the same Apostle says: A man ought not to wear long hair, forasmuch as he is the image and glory of God (1 Cor. 11:7, 14). Do you see how he spoke of hair, which is borne upon the body and not in the soul, in relation to the glory of God? And after these things he says: Adam was not deceived, but the woman, having come into transgression, has sinned; yet she shall be saved through childbearing, if they abide in faith (1 Tim. 2:14-15). See how by nature what is true has been proclaimed in divine Scripture! In vain, therefore, does he boast in this way, or rather incurs mockery among those who possess mature understanding. Next here again he relates that the world is not of God, save only that it has been fashioned from a part of matter. And in failing to be consistent with himself, instead rushing against the selfsame doctrines as he fabricates demolitions and constructions, it is clear to everyone that such a mindset belongs to a raving fool.
PG 42:112Read from the page
ΝΕʹ. Μεταγγισμοὺς δὲ ψυχῶν διηγεῖται ἀπὸ σωμάτων εἰς σώματα, ἅτινα τάχα ἢ παρὰ Πλάτωνος, ἢ Ζήνωνος τοῦ Στωϊκοῦ, ἢ παρά τινος τῶν πεφαντασμένων ἐρανισάμενος τουτὶ τὸ ψεῦσμα εὑρίσκεται. Πῶς γὰρ οἷόν ἐστιν ἀπὸ σώματος εἰς σῶμα εἰσκρίνεσθαι τὴν ψυχήν; Εἰ μὲν γὰρ σώματα πεπλασμένα καὶ ἔτοιμα ἦν, καὶ οὕτω τὰς ψυχὰς ὑπεδέχετο, πιθανή τις ἦν ἡ τῆς τραγωδίας μυθοποιία· εἰ δὲ τὸ σπειρόμενόν ἐστιν ἐκ σταγόνος βραχείας, πῶς ἡ ψυχὴ ἐν τῷ τοσούτῳ μικρῷ σώματι εὗρε τοιαύτην εὔροιαν; Οὕτω γὰρ τὰ πλασσόμενα πλάσσεται· καὶ οὐκέτι συσταθήσεται αὐτοῦ ὁ λόγος. Οὔτε γὰρ ἀπὸ σώματος εἰς σῶμα μεταγγίζονται αἱ ψυχαί. Δίχα γὰρ μίξεως θηλείας πρὸς ἄῤῥενα, καὶ ἄῤῥενος πρὸς θήλειαν ἐν ἑκάστῳ τῶν ζώων, οὐδέν τι τῶν πλασσομένων γίνεται. Ἄρα γοῦν οὕτως ἔστηκεν ἡ ψυχή, ἵνα τῇ συναφείᾳ τῶν δύο σωμάτων τὸ τραγώδημα τοῦτο τοῦ ἀγύρτου ἐπιτελέσῃ; Καὶ πολλή τίς ἐστιν ἡ ἀτοπία ἐν τοῖς τὰ τοιαῦτα κἂν διανοουμένοις. Ἡμεῖς δὲ ἵνα μὴ τὰ σεμνὰ μεταβάλλωμεν, ἀρκετῶς ἔσχομεν μόνον ὡς ἀπὸ πόρῥωθεν δοῦναι τῆς ὑποθέσεως τὸ εἶδος. Παρελεύσομαι τοίνυν ἀπὸ τῆς τοιαύτης φθοροποιοῦ ὑπονοίας. Καὶ γὰρ πάντα ἄτοπα τὰ τοιαῦτα διανοήματα. Εἰ γὰρ ἐκ σώματος εἰς σῶμα ἡ μεταβολὴ τῶν ψυχῶν, καὶ ὁ ποτὲ ἄνθρωπος ὕστερον κύων, διὰ τί μὴ ἀπὸ ἀνθρώπου κύων γίνεται, ἢ ἀπὸ βοός; διὰ τί ὄρνις οὐ τίκτεται; Ἀλλ' εἰ ἄρα συμβαίη χρόνῳ τινὶ ἐν τῷ ἀπλέτῳ αἰῶνι τεράστιόν τι γενέσθαι, σημείου ἕνεκα γίνεται. Καὶ ἡ φύσις μὲν ἑαυτῆς τοὺς ὅρους ἐπίσταται, καὶ οὐ μεταλλάσσει φύσιν ἀνθρώπου, ἑτέρως πλασσομένη παρὰ τὴν φύσιν, οὐδὲ ἑκάστου κτήνους· ἀλλ' ἐν ἑκάστῃ ποιότητι ἡ αὐτὴ ποιότης γίνεται. Καὶ εἰ ὅλως σῶμα ἕτερον ἀνθ' ἑτέρου ἀπὸ σώματος οὐ γίνεται, πόσῳ γε μᾶλλον ψυχὴ ἀνθρώπου εἰς ἕτερον σῶμα οὐ μεταβήσεται; Καὶ ἵνα τί, φησὶ, μεταβάλλεται; ἀλλ' ἵνα εἴ ποτε ἐν ἀνθρώπῳ μὴ συνεῖσα τὴν τῆς ἀληθείας γνῶσιν, ἐν κυνὶ, ἢ ἐν ἵππῳ γενομένη, καὶ δαμασθεῖσα, καὶ συνεῖσα, ἀνακάμψῃ πάλιν εἰς ἀνθρώπου σῶμα, καὶ οὕτως γνοῦσα τὴν γνῶσιν ἀναληφθήσεται εἰς τὸν δίσκον τῆς σελήνης. Καὶ ἔστι θαυμαστὸν ἰδεῖν, ὅτι ἐν μὲν ἀνθρώπῳ γενομένη, παρ' ᾧ παιδευτήρια, γραμματικοὶ, σοφισταί τε καὶ τεχνῶν ἀμύθητα πλήθη, καὶ λαλιὰ, καὶ ἀκοὴ, καὶ λογιότης, ἐν ἀγνωσίᾳ ὑπῆρχεν ἡ ψυχὴ, ἐν δὲ χοίρῳ γενομένη, μᾶλλον ἐπέγνω· ἵνα δείξῃ μᾶλλον τὴν αὐτοῦ ἐπαγγελίαν τῆς γνώσεως χοίρων οὖσαν, διὰ τὴν αὐτοῦ πλάνην καὶ ἀσέβειαν.
55. He recounts transfusions of souls from bodies into bodies, which he is found to have collected as this falsehood perhaps either from Plato, or Zeno the Stoic, or from someone among the visionary dreamers. For how is it possible for the soul to enter from a body into a body? For if bodies had been moulded and ready, and thus received the souls, the myth-making of that tragedy would have been somewhat plausible; but if what is sown comes from a small drop, how did the soul find such free flow in so tiny a body? For thus things moulded are moulded; and his argument will no longer hold together. For souls are not transfused from body to body either. For apart from union of female with male, and of male with female in each of living creatures, nothing whatever of moulded things comes into being. Did the soul, then, stand by in this way, so as to accomplish by the conjunction of the two bodies this tragic spectacle of the charlatan? And great indeed is the absurdity among those who even contemplate such things. But we, lest we alter reverend matters, deemed it sufficient only to give the outline of the hypothesis as if from afar. I shall therefore pass on from such a corrupting notion. For all such thoughts are absurd. For if the changing of souls is from body into body, and he who was formerly a man is afterwards a dog, why does a dog not come into being from a man, or from an ox? Why is a bird not born? But if indeed it should happen at some time in the boundless age that some prodigy occurs, it occurs for the sake of a sign. And nature knows its own bounds, and does not alter the nature of man by being moulded otherwise contrary to nature, nor of each beast; but in each quality the same quality comes to be. And if a body does not at all come into being from a body as another in place of another, how much more shall a man's soul not pass over into another body? And for what purpose, says he, is it changed? So that if ever, when in a man, it did not comprehend the knowledge of the truth, having come to be in a dog, or in a horse, and being tamed, and comprehending, it may return again into a man's body, and thus having known the knowledge will be taken up into the disc of the moon. And it is marvellous to see that while in a man, with whom are schools, grammarians, sophists and untold multitudes of arts, and speech, and hearing, and eloquence, the soul existed in ignorance, but when it came to be in a swine, it came to know more; to show his profession of knowledge to be rather that of swine, through his error and impiety.
ΝϚʹ. Περὶ δὲ τῆς τοῦ Ἀδὰμ πλάσεως ὁ αὐτὸς διηγούμενος ἕτερα ἀνθ' ἑτέρων τῇ πλάνῃ συνυφαίνει. Ὅτι, φησὶν, ὁ εἰπών, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ προστίθησι λέγων τὸ, Δεῦτε, ποιήσωμεν, ὅπερ οὐ γέγραπται, ἀλλὰ Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Ἐλέγχει δὲ τοῦτον ὁ ἅγιος Ἀπόστολος λέγων, καὶ αὐτὸς ὁ Κύριος ἐν τῷ Εὐαγ-
56. And discoursing concerning the fashioning of Adam, the same man weaves one thing in place of another into his delusion. That, says he, He Who spoke, 'Let Us form man according to Our figure and according to likeness,' also adds, saying the phrase, 'Come, let Us form,' which stands unwritten, but 'Let Us form man according to Our figure and according to likeness.' And the holy Apostle refutes him, saying, as does the Lord Himself in the Gos-
PG 42:113Read from the page
γελίῳ, ὅτε οἱ Φαρισαῖοι πρὸς αὐτὸν ἔφησαν, ὅτι Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μονώτατον, καὶ, Μωϋσῆς εἶπε διδόναι βιβλίον ἀποστασίου, ἐκβάλλειν τὴν γυναῖκα· καὶ ὁ Κύριος πρὸς τοὺς Φαρισαίους τὸν ἔλεγχον ἐπιφέρων, ἔλεγε· Μωϋσῆς κατὰ τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν· ἀπαρχῆς δὲ οὐ γέγονεν οὕτως. Ἀλλ' ὁ ποιήσας ἄρσεν παὶ θῆλυ ἐποίησε. Καὶ εἶπεν· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Καὶ εὐθὺς ἐπιφέρει, λέγων· Εἰ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· ὁμολογῶν Θεὸν, τουτέστι τὸν ἴδιον αὐτοῦ Πατέρα, τὸν Ἀδὰμ πεποιηκέναι καὶ τὴν Εὔαν, καὶ τὸν γάμον τὸν σεμνὸν ἐξ αὐτοῦ κεκτίσθαι. Τῇ δὲ αὐτοῦ ἀκολουθίᾳ καὶ ὁ ἅγιος Ἀπόστολος κῆρυξ ὢν τῆς ἀληθείας λέγει· Τὸ μυστήριον τοῦτο μέγα ἐστίν. Ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν· ἵνα ἀπὸ τοῦ ὁμοιώματος τοῦ ὑπὸ τοῦ Θεοῦ κεκτισμένου, Ἀδάμ τε καὶ τῆς Εὔας· ὅτι ὁ Θεὸς ἔκτισε, καὶ εἶπεν ὁ Ἀδάμ· Τοῦτο ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου· καὶ, Ἀντὶ τούτου καταλείψει ἄνθρωπος· καὶ ὅτι ᾨκοδόμησεν αὐτῷ τὴν πλευρὰν εἰς γυναῖκα, καὶ οὐκέτι ἕτερον αὐτῷ φάσκει, ἀλλὰ μυστήριον μέγα. Καὶ εἰ μὲν ἐν ἀνθρώπῳ καὶ γυναικὶ τὴν πλάσιν, κατὰ δὲ τὴν ἀναγωγὴν δι' ἀλληγορίας φέρεται.
pel, when the Pharisees stated to Him that 'It is unfitting for man to exist quite alone,' and, 'Moses told us to grant a writ of repudiation, to cast out one's wife'; and the Lord, adducing the refutation against the Pharisees, declared: 'Moses wrote in view of your stubborn-heartedness; yet from the outset it has not been so. Rather, He Who made them produced male and female. And He spoke: In return for this a man shall forsake his sire and his mother, and shall be joined fast to his wife, and the two shall become a single flesh.' And straightway He subjoins, saying: 'If therefore God has yoked together, let man not part them' — confessing that God, that is, His own Father, has made Adam and Eve, and that honourable wedlock has been founded from Him. And in sequence with Him, the holy Apostle too, being a herald of the truth, says: 'This secret is profound. Yet I speak with reference to Christ and the Church'; so that from the resemblance founded by God, of both Adam and Eve — that God founded them, and Adam uttered: 'This is bone from my bones, and flesh from my flesh'; and, 'In return for this a man shall forsake'; and that 'He built up the rib for him into a woman' — he affirms nothing else for it, but a profound secret. And while in man and woman it concerns their fashioning, yet according to the elevated sense it is conveyed by allegory.
Πῶς οὖν αὐτὸς βδελυκτὰ ἡγεῖται καὶ ἀλλότρια τῆς τοῦ Θεοῦ ἀληθείας, καὶ ὑπὸ ἄρχοντος τὰ ὑπὸ Θεοῦ κεκτίσθαι βλασφημῶν, καὶ παραφέρων τὴν διάνοιαν ἀπὸ τῆς ἀληθείας; Εἶτά φησιν· Ἐπειδὴ ἀπ' ἀρχῆς ἡ ψυχὴ ἀποσπασθεῖσα ἄνωθεν θλίψιν ἐμποιεῖ τῇ ἄνω δυνάμει, διὰ τοῦτο καθάπαξ ἀποστέλλει, καὶ συλᾷ ἀπὸ τῶν ἀρχόντων τὸ λείψανον τὸ ἑαυτοῦ, ὅπερ ἐστὶν ἡ ψυχὴ, διὰ τουτωνὶ τῶν φωστήρων. Μεγάλαι ἡμῶν αἱ ἐλπίδες, καὶ μεγάλη ἡμῶν ἡ καραδοκία, ὅτι οὐκ ἰσχύει ὁ Θεὸς ὁ ἀγαθὸς, καὶ ζῶν, καὶ δυνατὸς σῶσαι, οὐ λέγω τὴν ἑαυτοῦ δύναμιν τὴν ἐξ αὐτοῦ ἐσπασμένην, ἀλλὰ τὰ ὑπ' αὐτοῦ γεγενημένα καὶ πεπλασμένα, ἐὰν μὴ δι' ἄλλου τινὸς τρόπου, καὶ λῃστείας κρυφῆ συλήσας τὴν ἀπ' αὐτοῦ ἀπεσπασμένην δύναμιν ἀπὸ τῶν ἐπουρανίων, ὡς ὁ ἀγύρτης οὗτος λέγει, οὐ δύναται ἡμᾶς σῶσαι.
How, then, does he himself deem abominable and alien to God's truth, blaspheming that the things founded by God have been founded by a ruler, and turning the mind aside from the truth? Then he says: 'Since from the beginning the soul, having been torn away from above, causes affliction to the power above, therefore once for all he sends forth and plunders from the rulers his own remnant, which is the soul, by means of these very luminaries.' Great are our hopes, and great is our eager expectation, that the good, living, and mighty God has not strength enough to save — I do not say His own power wrested from Him, but the things begotten and moulded by Him — unless by some other way and by brigandage He secretly plunders from the heavenly beings the power torn away from Him; otherwise, as this charlatan says, He cannot save us.
ΝΖʹ. Καὶ τί ἔτι κατατρίβομαι κατὰ λέξιν τῆς αὐτοῦ ἀτοπίας χρονοτριβούμενος; Ὡς καὶ βλασφημῶν οὐκ αἰσχύνεται ὁ τάλας τὸν λαλήσαντα ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προφήταις ἄρχοντα λέγειν τοῦ σκότους. Μακάριαι ἡμῶν αἱ ἐλπίδες, ὅτι ἄρχοντι τοῦ σκότους ὁ Χριστὸς ἐλθὼν προσφέρειν ἠνάγκαζε. Καθαρίσας γὰρ τὸν λεπρὸν τὸν ἐν τῷ νόμῳ γραφέντα ὑπ' αὐτοῦ λαλήσαντος, τὸ ἐν τῷ νόμῳ ἐπιτελεῖσθαι δῶρον, Ἀπελθὼν προσένεγκε τὸ δῶρόν σου, τῷ καθαρισθέντι ὑπ' αὐτοῦ λεπρῷ λέγων, καθὼς προσέταξε Μωϋο ῆς. Δῶρον δὲ ἦν ἐπὶ τῆς λέπρας ὄρνις εἰς θυ-
57. And why do I still weary myself spending time word by word upon his absurdity? For in blaspheming, the wretch is not even ashamed to call Him Who spoke in the law and in the prophets a ruler of darkness. Blessed are our hopes, that Christ came and compelled men to bring offerings to a ruler of darkness! For having cleansed the leper who was written of in the law by Him Who spoke, so that the gift in the law might be accomplished, He spoke to the leper cleansed by Him: 'Depart and present your gift, even as Moses enjoined.' Now the gift for leprosy was a bird for sacri-
Notes, col. 113

On the reading

Printed παὶ, for καὶ.

Printed Μωϋο ῆς, for Μωϋσῆς.

PG 42:116Read from the page
σίαν, καὶ σεμίδαλις εἰς ὁλοκαύτωσιν. Εἰ δὲ ἄρχων ἦν τοῦ σκότους, οὐκ ἂν ὁ ἐλθὼν ἄνωθεν Λόγος, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ἐλθὼν ἐπιστρέψαι τὸν ἄνθρωπον ἀπὸ πλάνης τῶν ἀρχόντων, κατὰ τὸν Μανιχαίου λόγον, οὐκ ἂν ὑποχείριον τὸν ὑπ' αὐτοῦ ἰαθέντα λεπρὸν παρεσκεύαζε γενέσθαι, ἀλλὰ μᾶλλον παρεσκεύαζεν ἀποδράναι αὐτὸν, τοῦτο μὴ ἐπιτελεῖν διδάσκων. Ἀλλ' ἐπειδὴ οὐκ ἦλθε καταλῦσαι τὸν νόμον· αὐτὸς γὰρ δέδωκε τὸν νόμον· οὔτε προφήτας, ἀλλὰ πληρῶσαι, ἵνα πλήρωσιν τοῦ νόμου καὶ τῶν προφητῶν αὐτὸς δείξῃ τὸ ἀπερίσπαστον τοῦ Εὐαγγελίου· ὅτι τῷ μὲν αὐτῷ Θεῷ οἱ προφῆται προσεκύνησαν, καὶ νόμος ὑπ' αὐτοῦ ἐδόθη· νῦν δὲ οὐ διὰ τῶν αὐτῶν δώρων τῷ αὐτῷ Θεῷ προσκύνησις τελεῖται, ἀλλὰ δι' εὐχῶν καὶ εὐχαριστιῶν καὶ τῆς ἄλλης πραγματείας. Ἐκείνοις μὲν γὰρ ὡς δούλοις προσέταττε τὰ βαρέα, διότι οὕτως ἠδύναντο πεισθῆναι· τοῖς δὲ ἐν τῷ Εὐαγγελίῳ ἐλαφρότερα, ὡς ἐλευθέροις, διὰ τὴν ὑπερβολὴν τῆς αὐτοῦ φιλανθρωπίας. Ἑνός τε ὁμοστοίχου ὑπάρχοντος Θεοῦ τοῦ τε νόμου καὶ τοῦ Εὐαγγελίου, μὴ παραλελυμένης μηδ' ὁποτέρας χρόνων ὑπηρεσίας, ὁ αὐτὸς εἷς Θεός ἐστιν ὁ βασιλεύων τοῦ σύμπαντος αἰῶνος, θεραπευόμενος ἀπὸ τῶν δούλων, καθ' ἑκάστην δὲ γενεὰν, ὡς προσήκει τῇ αὐτοῦ φιλανθρωπίᾳ, καὶ ἐλήλεγκται πανταχόθεν ἡ τούτου πλάνη, τοῦ Σωτῆρος ἐπιτρέποντος τὰ τοῦ νόμου τελεῖσθαι· καὶ μετὰ τὸ ἐπιτρέψαι τὰ τοῦ νόμου τελεῖσθαι, λύοντος τὰ τοῦ νόμου, οὐ καταργοῦντος, ἀλλὰ πληροῦντος, προσφορὰς ἑτέρας ὑπὲρ τῶν ἐν τῷ νόμῳ προσενέγκαι τῷ Θεῷ ἐπιτρέποντος, τουτέστιν εὐσεβείας καὶ ἀγαθότητος, ἁγνείας τε καὶ πολιτείας.
fice, and fine wheaten flour for a whole burnt offering. But if he were a ruler of darkness, the Word Who came from above, the Son of God, Who came to turn man back from the delusion of the rulers (according to Manichaeus's account), would not have arranged for the leper healed by Him to become subject to them, but rather would have arranged for him to flee away, teaching him not to perform this. Yet since He did not come to annul the law (for He Himself gave the law) nor the prophets, but to fulfil them, so that He Himself might show the fulfilment of the law and of the prophets to be the undistracted calm of the Gospel: for the prophets worshipped the same God, and the law was given by Him; yet now worship is rendered to the same God not through the same gifts, but through prayers and thanksgivings and the rest of religious observance. For to those men, as to servants, He enjoined burdensome duties, because it was thus that they could be persuaded; whereas to those in the Gospel He gave lighter ones, as to free men, through the abundance of His loving-kindness. And as God of both the law and the Gospel is one and concordant, with neither ministry of times dissolved, the same one God is He Who reigns over the entire age, served by His servants and in each generation as befits His loving-kindness; and this man's error has been refuted on every side, since the Saviour permitted the things of the law to be performed; and after permitting the things of the law to be performed, loosing the things of the law — not abolishing, but fulfilling them — He permitted other oblations to be offered to God in place of those in the law, that is, of piety and goodness, of chastity and a way of life.
ΝΗʹ. Φάσκει δὲ πάλιν, ὅτι ἐλεύσεται ὁ πρεσβύτης, καὶ δείξει αὐτοῦ τὴν εἰκόνα ἐπ' ἐσχάτων τῶν ἡμερῶν· καὶ τότε ὁ Ὠμοφόρος, εἰδὼς αὐτοῦ τὸ πρόσωπον, ἀφίησι τὴν γῆν, καὶ οὕτως τὸ πῦρ τὸ αἰώνιον καταδαπανᾷ τὴν γῆν. Καὶ ἐπελάθετο ὁ κτηνώδης πάλιν ὑλώδη αὐτὴν ὑποφαίνων τὴν πρὸ ὥρας αὐτῷ λεγομένην ἀπὸ τοῦ πνεύματος τοῦ ζῶντος κεκτίσθαι. Ὑμοῦ δὲ τὸν πάντα κόσμον πάλιν ὑπὸ τοῦ πυρὸς ἀναλίσκεσθαι ὑποτίθεται. Καὶ τότε, φησὶ, μετὰ ταῦτα ἡ ἀποκατάστασις τῶν δύο φύσεων ἐπιτοαυτὸ εἰς τὸ ἀρχέτυπον παρελεύσεται. Ὢ πολλοῦ καμάτου, καὶ μετὰ τὸν κάματον οὐδενὸς ἐπιδιορθώσει φερομένου! Εἰ γὰρ μετὰ τὸ κτισθῆναι καὶ γενέσθαι δαπανηθήσεται καὶ ἀφανισθήσεται, ἵνα τὰ ἀρχέτυπα μείνῃ πάλιν ἐν ταυτότητι τῶν δύο φύσεων ἀγαθοῦ τε καὶ κακοῦ, ἔσται πάλιν ἐπιτριβὴ τοῦ πονηροῦ πρὸς τὸ ἐπιστρέψαι πάλιν, καὶ πόλεμον ἐνστήσασθαι, καὶ ἁρπάξαι πάλιν ἄλλην δύναμιν, ἵνα πάλιν ἄλλος κόσμος γένηται. Εἰ δὲ οὐκέτι τοῦτο γίνεται, ἄρα σωφρονήσει ἡ κακία, τοῦ μηκένι ἐπιτρίβεσθαι πρὸς τὴν ἀγαθότητα, καὶ ὁ πονηρὸς Θεὸς πρὸς τὸν ἀγαθὸν μηκέτι πόλεμον ἐγείρων. Εἰ δὲ καὶ σωφρονισθήσεταί ποτε, οὐκ ἔσται κακὸν, ὁπότε ἀπὸ τῆς ἀρχαίας αὐτοῦ φύσεως τῆς κακίας μετήλλακται μετατραπείς. Εἰ δὲ καὶ τρεπτὴ τυγχάνει ἡ φύσις τοῦ κακοῦ, πάντως ὅτι ἀπὸ κακοῦ
58. And he affirms again that the elder will come and display his image at the last of the days; and then the Omophorus, recognizing his countenance, lets go the earth, and thus the everlasting fire consumes the earth. And the brutish fellow forgot himself, representing as material again that which shortly before was said by him to have been founded by the living spirit. And at the same time he supposes the entire world to be consumed again by fire. And then, says he, after these things the restoration of the two natures together will pass into the archetype. O what great toil, and after the toil nothing brought about for amendment! For if after being founded and coming into being it shall be spent and vanish away, so that the archetypes may remain again in the identity of the two natures of good and evil, there will again be an assault of the evil one so as to return again, and begin war, and seize again another power, so that another world may again come into being. But if this no longer happens, then evil will come to its senses, so as no longer to assault goodness, and the evil God will no longer stir up war against the Good. And if he shall ever be brought to his senses, he will not be evil, when he has been transformed and altered from his ancient nature of wickedness. And if the nature of evil is indeed mutable, certainly from evil
Notes, col. 116

On the reading

Printed Ὑμοῦ, for Ὁμοῦ.

Printed μηκένι, for μηκέτι.