τοὺς κατὰ τὴν ἀληθινὴν αὐτοῦ πίστιν βιοῦντας, καὶ μὴ ἀρνουμένους τὴν ἀλήθειαν τοῦ κηρύγματος τῆς ἀληθείας καὶ εὐαγγελικῆς αὐτοῦ διδασκαλίας. Ἦλθε γὰρ, ἦλθεν ὁ Μονογενής· καὶ οὕτως ἔχει ἡ μήτηρ ἡμῶν Ἐκκλησία, ὁ λιμὴν ὁ εὔδιος τῆς εἰρήνης, ἡ εὐφρασία ἡ πνέουσα τὸν κύπρον τῆς ἀμπέλου, καὶ βότρυν φέρουσα ἡμῖν τῆς εὐλογίας, καὶ τὸ λυσίπονον ἡμῖν πόμα καθ' ἑκάστην ἡμέραν, αἷμα Χριστοῦ χαριζομένη ἄκρατον, ἀληθές.
those who live according to His true faith, and do not deny the truth of the proclamation of truth and His evangelical teaching. For the Only-begotten has come, He has come; and thus stands our mother the Church, the calm haven of peace, the gladness breathing the henna-blossom of the vine, and bearing for us the cluster of blessing, and bestowing upon us every day the sorrow-assuaging draught, the unmixed, true blood of Christ.
Ὅτι ἀληθινὰς ἐγεννήθη Χριστὸς ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ Πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς, ἀλλ' ἀπ' αὐτῆς τῆς ἁγίας Παρθένου λαβὼν τὸ σῶμα ἐν ἀληθείᾳ, καὶ οὐκ ἐν δοκήσει, σάρκα ἀληθινῶς, σῶμα ἀληθινῶς, σὺν ὀστέοις καὶ νεύροις καὶ πᾶσι τοῖς ἡμετέροις, μηδὲν ἀφ' ἡμῶν διηλλαγμένος, ἢ μόνον τὸ ἔνδοξον τῆς αὐτοῦ ἁγιότητος καὶ θεότητος, καὶ σκεύους ἁγιωσύνης, καὶ ἀναμαρτήτως τὰ πάντα τελείως ἔχων, καὶ ἐσχηκὼς ψυχὴν ἀνθρωπίνην ἐν ἀληθείᾳ, νοῦν τὸν ἀνθρώπινον ἐν ἀληθείᾳ· οὐχ ὡς ἡμῶν διαβεβαιουμένων τὸν νοῦν εἶναι ὑπόστασιν, καθὼς ἄλλοι λέγουσι. Κατὰ πάντα δὲ μὴ χρανθέντα ἐν ἁμαρτίᾳ, στόμα μὴ ψευσάμενον, χείλη μὴ λαλήσαντα δόλον, καρδίαν μὴ ἐκκλίνασαν εἰς ἐρεθισμὸν, νοῦν μὴ ἐκτραπέντα εἰς ἃ μὴ χρὴ, σάρκα μὴ τὴν σαρκὸς ἡδονὴν ἐργασαμένην· τέλειος ἄνωθεν Θεὸς, οὐκ ἐλθὼν κατοικῆσαι ἐν ἀνθρώπῳ, ἀλλ' αὐτὸς ὅλος ἐνανθρωπήσας, οὐ τραπεὶς τὴν φύσιν, συμπεριειληφὼς δὲ ἅμα τῇ θεότητι τὴν ἰδίαν ἐνανθρώπησιν. Ἐν μήτρᾳ Παρθένου γεγονὼς ἐν ἀληθείᾳ, κυοφορηθεὶς τὸν χρόνον, γεννηθεὶς διὰ γεννητικῶν πόρων ἀνεπαισχύντως, ἀχράντως, ἀμολύντως· ἀνατραφεὶς, καὶ ἐναγκαλισθεὶς ὑπό τε Συμεῶνος καὶ Ἄννης, βασταχθεὶς ὑπὸ Μαρίας, πεζεύσας, ὁδοιπορήσας, παιδίον γεγονὼς, ἀνδρωθεὶς τῇ ἡλικίᾳ, τὰ πάντα ἔχων ἐν ἑαυτῷ ἐν τελειότητι, ἐν ἀριθμῷ ἐτῶν λογισθεὶς, ἐν ἀριθμῷ μηνῶν ἐν κοιλίᾳ κυοφορηθεὶς, γενόμενος ἐκ γυναικὸς, γενόμενος ὑπὸ νόμον· ἐλθὼν ἐπὶ τὸν Ἰορδάνην, βαπτισθεὶς ὑπὸ Ἰωάννου, οὐκ ἐπιδεόμενος λουτροῦ· διὰ δὲ τὸ ἀκόλουθον τῆς ἐν νόμῳ ἐνανθρωπήσεως μὴ ταράσσων τὸ δίκαιον, ὅπως πληρωθῇ, ὡς αὐτὸς ἔφη, πᾶσα δικαιοσύνη, ἵνα δείξῃ ὅτι ἀληθινὴν σάρκα ἐνεδύσατο, ἀληθινὴν ἐνανθρώπησιν. Κατερχόμενος εἰς τὰ ὕδατα, διδοὺς ἤπερ λαμβάνων, παρεχόμενος ἤπερ ἐπιδεόμενος, φωτίζων αὐτὰ, ἐνδυναμῶν αὐτὰ εἰς τύπον τῶν μελλόντων ἐν αὐτῷ τελειοῦσθαι· ὅπως οἱ αὐτῷ πεπιστευκότες ἐν ἀληθείᾳ, καὶ ἔχοντες τὴν πίστιν τῆς ἀληθείας, μάθωσιν ὅτι ἀληθινῶς ἐνηνθρώπησεν, ἀληθινῶς ἐβαπτίσθη· καὶ οὕτως διὰ τῆς αὐτοῦ συγκαταθέσεως καὶ αὐτοὶ ἐρχόμενοι, λάβωσι τῆς αὐτοῦ καταβάσεως τὴν δύναμιν, καὶ φωτισθῶσιν ἀπὸ τῆς αὐτοῦ φωταγωγίας· πληροφορούμενοι τῷ ἐν τῷ Προφήτῃ ῥητῷ· Εἰς μεταλλαγὴν δυνάμεως, εἰς παροχὴν σω-
And that Christ was begotten true from the ever-virgin Mary through the Holy Spirit, taking His body not from the seed of a man, but from the holy Virgin herself in truth and not in seeming: flesh truly, a body truly, with bones and sinews and all that is ours, differing from us in nothing save only the glory of His holiness and Godhead and vessel of sanctification, and having all things perfectly without sin, and having possessed a human soul in truth, the human mind in truth—not as though we maintained that the mind is a hypostasis, as others say; and in all respects undefiled in sin: a mouth that did not lie, lips that spoke no guile, a heart that did not turn aside to provocation, a mind that was not diverted to things unbefitting, flesh that wrought not the pleasure of the flesh; perfect God from above, not having come to dwell in a man, but He Himself whole having become man, not changed in nature, but having embraced together with His Godhead His own incarnation. Having come to be in a Virgin's womb in truth, carried in the womb for the appointed time, born through the generative passages without shame, unspottedly, undefiledly; reared, and cradled in the arms of both Symeon and Anna, carried by Mary, having walked on foot, having journeyed, having been a child, having grown to manhood in stature, having all things in Himself in perfection, reckoned by number of years, carried in the womb by number of months, born of a woman, born under the law; having come to the Jordan, baptized by John, not standing in need of washing, but because of the consequence of His incarnation in the law not disturbing what was righteous, so that, as He Himself said, all righteousness might be fulfilled, to show that He clothed Himself with true flesh, a true incarnation. Descending into the waters, giving rather than receiving, bestowing rather than needing, illumining them, empowering them as a type of those about to be perfected in Him: so that those who have believed in Him in truth and hold the faith of truth may learn that He truly became man, truly was baptized; and thus coming themselves also through His condescension, may receive the power of His descent and be illumined from His guiding light, being fully assured by the saying in the Prophet: For an exchange of power, for a bestowal of sal-