PG 42:857Read from the pageμανῶς ἐργαζόμενοι· ἐν Αἰγύπτῳ δὲ Στρατιωτικοὶ καλούμενοι καὶ Φιβιωνῖται· ἐν δὲ τοῖς ἀνωτερικοῖς μέρεσι, Σεκουνδιανοί· ἐν ἄλλοις δὲ μέρεσι, Σωκρατῖται· παρὰ δὲ ἑτέροις, Ζακχαῖοι· ἄλλοι δὲ Κοδιανοὺς αὐτοὺς λέγουσι· ἄλλοι δὲ Βορβορίτας αὐτοὺς καλοῦσι.
madly working it; in Egypt called Stratiotici and Phibionites; in the upper regions, Secundians; in other regions, Socratites; among others, Zacchaeans; others term them Codians, while others call them Borborites.
Ζʹ. Καρποκρατιανοὶ, ἀπὸ Καρποκράτους τινὸς τῶν ἐν τῇ Ἀσίᾳ, ὃς ἐδίδασκε πᾶσαν αἰσχρουργίαν ἐκτελεῖν καὶ πᾶν ἐπιτήδευμα ἁμαρτίας. Καὶ εἰ μή τις διὰ πάντων, φησὶ, παρέλθῃ, καὶ τὸ θέλημα πάντων δαιμόνων καὶ ἀγγέλων ἐκτελέσει, οὐ δύναται ὑπερβῆναι εἰς τὸν οὐρανὸν, οὐδὲ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας παρελθεῖν. Ἔλεγε δὲ τὸν Ἰησοῦν ψυχὴν νοερὰν εἰληφέναι, εἰδότα δὲ τὰ ἄνω, καὶ τὰ ἐνταῦθα καταγγέλλειν· καὶ ὡς εἴ τις πράξειεν ὅμοια τῷ Ἰησοῦ, κατ' αὐτὸν εἶναι. Τὸν δὲ νόμον σὺν τῇ τῶν νεκρῶν ἀναστάσει ἀπαγορεύει, ὡς αἱ ἀπὸ Σίμωνος αἱρέσεις. Τούτου γέγονεν ἡ ἐν Ῥώμῃ Μαρκελλίνα. Εικόνας δὲ ποιήσας ἐν κρυφῇ Ἰησοῦ καὶ Παύλου, καὶ Ὁμήρου καὶ Πυθαγόρου, ταύτας ἐθυμία καὶ προσεκύνει.
7. Carpocratians, stemming from a certain Carpocrates of those in Asia, who taught men to perform every shameful deed and every practice of sin. And unless one passes through all things, he says, and fulfils the will of all demons and angels, he cannot ascend above into heaven, nor pass beyond the principalities and powers. He said that Jesus had received a rational soul, and, knowing the things above, proclaimed them here below; and that if anyone should do the like to Jesus, he would be on a par with Him. He rejects the Law together with the resurrection of the dead, like the heresies stemming from Simon. To his sect belonged Marcellina at Rome. And having secretly made images of Jesus and Paul, and of Homer and Pythagoras, he offered incense to them and worshipped them.
Ηʹ. Κηρινθιανοὶ καὶ Μηρινθιανοὶ, οἱ ἀπὸ Κηρίνθου καὶ Μηρίνθου Ἰουδαῖοι, οἵτινες περιτομὴν αὐχοῦσι, καὶ κόσμον ὑπὸ ἀγγέλων γεγεννῆσθαι· τὸν δὲ Ἰησοῦν κατὰ προκοπὴν Χριστὸν καλεῖσθαι.
8. Cerinthians and Merinthians, Jews stemming from Cerinthus and Merinthus, who boast in circumcision, and say that the world was begotten by angels, and that Jesus is called Christ by way of advancement.
Θʹ. Ναζωραῖοι, Ἰησοῦν μὲν ὁμολογοῦντες Υἱὸν Θεοῦ, πάντα δὲ κατὰ νόμον πολιτευόμενοι.
9. Nazoraeans, who confess Jesus to be the Son of God, yet in all things order their way of life according to the Law.
Ιʹ. Ἐβιωναῖοι, παραπλησίως τῶν προειρημένων Κηρινθιανῶν καὶ Ναζωραίων, οἷς συνήφθη κατά τι ἡ τῶν Σαμψαίων τε καὶ Ἐλκεσαίων αἵρεσις· οἳ τὸν Χριστόν φασιν ἐκτίσθαι ἐν τῷ οὐρανῷ καὶ τὸ ἅγιον Πνεῦμα, ἐνδημήσαντα δὲ ἐν τῷ Ἀδὰμ πρῶτον, καὶ κατὰ καιρὸν ἐνδυόμενον αὐτὸν τὸν Ἀδὰμ, καὶ πάλιν ἐκδυόμενον· τοῦτο (γὰρ) φασὶν ἐπιτετελεκέναι αὐτὸν ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ. Ἰουδαῖοι δὲ ὄντες Εὐαγγελίοις κέχρηνται· σαρκοφαγίαν βδελύττονται· τὸ ὕδωρ δὲ ἀντὶ Θεοῦ ἔχουσι· τὸν δὲ Χριστὸν ἄνθρωπον ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ ἐνδεδύσθαι, ὡς ἔφην. Συνεχῶς δὲ βαπτίζονται ἐν τοῖς ὕδασι θέρους τε καὶ χειμῶνος εἰς ἁγιασμὸν δῆθεν, ὥσπερ οἱ Σαμαρεῖται.
10. Ebionites, much like the aforesaid Cerinthians and Nazoraeans, with whom the heresy of both the Sampsaeans and the Elcesaeans was in some respect joined; they say that Christ and the Holy Spirit were created in heaven, and that He first took up His abode in Adam, and from time to time put on Adam himself and again put him off; (for) this, they say, He accomplished at His advent in the flesh. Though Jews, they make use of Gospels; they abhor the eating of flesh; they hold water in place of God; and they say that Christ clothed Himself with a man at His advent in the flesh, as I said. And they continually baptize themselves in the waters both in summer and in winter, for sanctification forsooth, just like the Samaritans.
ΙΑʹ. Οὐαλεντινιανοὶ, οἳ σάρκα μὲν ἀπαγορεύουσιν εἰς ἀνάστασιν, Παλαιὰν δὲ ἀθετοῦσι Διαθήκην καὶ προφήτας, ἀναγινώσκοντες μὲν, καὶ ὅσα εἰς ὁμοίωσιν δύνανται τροπολογεῖσθαι τῆς αὐτῶν αἱρέσεως, δεχόμενοι· ἑτέρας δέ τινας μυθολογίας παρεισφέροντες, τριάκοντα ἐνιαυτῶν ὀνομασίας φέροντες ἀῤῥενοθηλειῶν ὁμοῦ τε, ἐκ τοῦ πατρὸς τῶν ὅλων γεγεννημένους, οὓς καὶ θεοὺς ἡγοῦνται καὶ αἰῶνας. Τὸν δὲ
11. Valentinians, who reject the flesh as to resurrection, and set aside the Old Testament and the prophets, though they read them and accept whatever can be figuratively adapted to a likeness of their own heresy; while bringing in certain other mythologies, adducing names of thirty years, male and female together, begotten from the Father of all, whom they deem both gods and aeons. And that
Notes, col. 857
On the reading
Printed Εικόνας, for Εἰκόνας.
PG 42:860Read from the pageΧριστὸν ἀπ' οὐρανοῦ σῶμα ἐνηνοχέναι, καὶ ὡς διὰ σωλῆνος τὴν Μαρίαν πεπερακέναι.
Christ brought a body from heaven, and passed through Mary as through a pipe.
ΙΒʹ. Σεκουνδιανοὶ, οἷς συνάπτονται Ἐπιφάνιος καὶ Ἰσίδωρος, ταῖς αὐταῖς κεχρημένοι καὶ οὗτοι συζυγίαις, ὅμοια Οὐαλεντίνῳ πεφρονηκότες, ἕτερα δὲ παρ' αὐτῶν ποσῶς διηγοῦνται. Προστιθέασι δὲ αἰσχρουργίαν διδάσκοντες. Ἀπαγορεύουσι δὲ καὶ οὗτοι τὴν σάρκα.
12. Secundians, with whom Epiphanius and Isidore are conjoined; employing the same pairings themselves and holding views similar to Valentinus, they nevertheless expound other matters somewhat differently from them. They moreover teach shameful lewdness; and these too reject the flesh.
ΙΓʹ. Πτολεμαῖοι, οἱ μαθηταὶ ὄντες καὶ αὐτοὶ Οὐαλεντίνου, οἷς συνάπτεται ἡ Φλώρα. Τὰ αὐτὰ τῶν συζυγιῶν καὶ οὗτοι λέγουσι, καθὰ καὶ Οὐαλεντῖνος καὶ Σεκουνδιανοὶ, κατά τι δὲ καὶ οὗτοι διαφέρονται.
13. Ptolemaeans, who themselves also were disciples of Valentinus, with whom Flora is conjoined. These too say the same things concerning the pairings as Valentinus and the Secundians, yet in some respect these also differ.
Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις.
This too is the recapitulation of the thirteen heresies of the second tome of the first book.
Ἐν δὲ τῷ τρίτῳ τοῦ αὐτοῦ πρώτου βιβλίου εἰσὶν ἕτεραι αἱρέσεις δεκατρεῖς αὗται·
And in the third tome of the same first book are these other thirteen heresies:
Αʹ. Μαρκώσιοι. Μάρκος τις γεγένηται Κολορβάσου συμφοιτητὴς, δύο ἀρχὰς καὶ αὐτὸς παρεισάγων. Ἀθετεῖ δὲ νεκρῶν ἀνάστασιν. Φαντασίας δέ τινας δι' ἐκπωμάτων ἐξ ἐπαοιδῆς εἰς κυάνεον χρῶμα καὶ πορφύρεον μεταβάλλων, μυσταγωγεῖ τὰς ἀπατωμένας γυναῖκας. Καὶ αὐτὸς δὲ τῶν εἰκοσιτεσσάρων στοιχείων βούλεται τὰ πάντα ἡγεῖσθαι, ὁμοίως Οὐαλεντίνῳ.
1. Marcosians. A certain Marcus arose, a fellow-student of Colorbasus, himself likewise introducing two principles. He sets aside the resurrection of the dead. By changing certain illusions in cups through incantation into a dark-blue and purple hue, he initiates deluded women into his mysteries. And he too wishes to reckon all things as of the twenty-four elements, similarly to Valentinus.
Βʹ. Κολορβάσιοι. Καὶ οὗτος ὁ Κολόρβασος ὡσαύτως τὰ αὐτὰ διηγούμενος, κατά τι διαφερόμενος, πρὸς τὰς ἄλλας αἱρέσεις, φημὶ δὲ πρὸς τοὺς περὶ Μάρκον καὶ Οὐαλεντῖνον, τὰς προβολὰς δὲ καὶ ὀγδοάδας ἑτέρως ἐδίδαξεν.
2. Colorbasians. This Colorbasus likewise expounded the same things, yet differing in some respect from the other heresies—I mean from the followers of Marcus and Valentinus—he taught the emanations and ogdoads in another way.
Γʹ. Ἡρακλεωνῖται, καὶ αὐτοὶ τῇ τῶν ὀγδοάδων φέρονται μυθολογίᾳ, ἑτέρως δὲ παρὰ τὸν Μάρκον καὶ Πτολεμαῖον καὶ Οὐαλεντῖνον καὶ τοὺς ἄλλους. Ἀλλὰ καὶ ἐπὶ τῇ κεφαλῇ τῶν παρ' αὐτοῖς τελευτώντων ὁμοίως τῷ Μάρκῳ λυτροῦνται δι' ἐλαίου ἀπὸ βαλσάμου καὶ ὕδατος, ἐπικλήσεις τινὰς Ἑβραϊκαῖς λέξεσιν ἐπιλέγοντες ἐπὶ τῇ κεφαλῇ τοῦ δῆθεν λυτρουμένου.
3. Heracleonites, who themselves also are carried along in the mythology of the ogdoads, yet otherwise than Marcus and Ptolemy and Valentinus and the rest. Moreover, over the head of those dying among them, they like Marcus perform redemption with balsam oil and water, uttering certain invocations in Hebrew words over the head of the one supposedly redeemed.
Δʹ. Ὀφῖται, οἱ τὸν ὄφιν δοξάζοντες καὶ τοῦτον Χριστὸν ἡγούμενοι, ἔχοντες δὲ τὸ ἑρπετὸν τοῦτο ἐν κίστῃ τινί.
4. Ophites, who glorify the serpent and deem it to be Christ, keeping this reptile in a certain chest.
Εʹ. Καϊανοὶ, ὡσαύτως ἅμα τοῖς πρότερον τὸν νόμον καὶ τὸν λαλήσαντα ἐν νόμῳ ἀθετοῦντες, σαρκός τε ἀνάστασιν ἀρνούμενοι, τὸν Κάϊν δοξάζουσι, λέγοντες αὐτὸν τῆς ἰσχυροτέρας δυνάμεως. Ἅμα δὲ καὶ τὴν Ἰούδαν ἐκθειάζουσιν, ὁμοῦ τε καὶ τοὺς περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν, ἀλλὰ καὶ τοὺς Σοδομίτας.
5. Cainites, who likewise with those before them set aside the Law and Him Who spoke in the Law, and deny the resurrection of the flesh; they glorify Cain, saying that he belonged to the stronger power. At the same time they also deify Judas, together with Korah and Dathan and Abiram, and even the Sodomites.
Ϛʹ. Σηθιανοί. Οὗτοι πάλιν τὸν Σὴθ δοξάζουσι, φάσκοντες αὐτὸν εἶναι ἐκ μεταμελείας τῆς ἄνωθεν μητρὸς, συνελθούσης μετὰ τὸν Κάϊν καὶ Ἄβελ ἀποκτανθῆναι, καὶ καθαρὸν σπέρμα τὸν Σὴθ ποιήσασα, ἐξ οὗπερ λοιπὸν κατήχθη τὸ πάντων ἀνθρώπων γένος. Καὶ αὐτοὶ δὲ Ἀρχὰς καὶ Ἐξουσίας καὶ ὅσα οἱ ἄλλοι δογματίζουσι, καὶ αὐτοὶ ἐδογμάτισαν.
6. Sethians. These in turn glorify Seth, alleging that he sprang from the repentance of the Mother on high, who came together after Cain and Abel had been slain and produced Seth as a pure seed, from whom thereafter the whole race of mankind was derived. And these too dogmatically taught Principalities and Powers and whatever the others teach.
Ζʹ. Ἀρχοντικοί. Οὗτοι πάλιν εἰς πολλὰς ἀρχὰς τὸ
7. Archontics. These in turn refer the
Notes, col. 860
On the reading
Printed τὴν Ἰούδαν, for τὸν Ἰούδαν.
PG 42:861Read from the pageπᾶν ἀναφέρουσι, καὶ τὰ γενόμενα ἐκ τούτων γεγενῆσθαι· ἁλίσκονται δὲ καὶ ἐπὶ αἰσχρότητί τινι. Σαρκὸς δὲ ἀνάστασιν ἀθετοῦσι, καὶ Παλαιὰν Διαθήκην μεταβάλλουσι, κέχρηνται δὲ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ, ἑκάστην λέξιν εἰς τὸν ἑαυτῶν νοῦν μεθοδεύοντες.
universe to many principles, and say that the things that have come to be have sprung from them; and they are also caught in a certain baseness. They set aside the resurrection of the flesh, and alter the Old Testament, yet make use of the Old and New Testament, wresting every word to their own sense.
Ηʹ. Κερδωνιανοὶ, οἱ ἀπὸ Κέρδωνος τοῦ Ἡρακλέωνος, διαδεξάμενοι τὴν μετοχὴν τῆς πλάνης, ἀπὸ δὲ τῆς Συρίας εἰς Ῥώμην μεταναστάντος, καὶ κήρυγμα ἑαυτοῦ ἐκθεμένου ἐν χρόνοις Ῥηγίνου ἐπισκόπου. Δύο δὲ ἀρχὰς κηρύττει οὗτος ἐναντίας, μὴ εἶναι δὲ τὸν Χριστὸν γεννητὸν, ὁμοίως τε νεκρῶν ἀνάστασιν ἀθετῶν, καὶ τὴν Παλαιὰν Διαθήκην.
8. Cerdonians, those stemming from Cerdon, follower of Heracleon, who succeeded to a share in his error; he removed from Syria to Rome, and set forth his own preaching in the times of Bishop Rheginus. This man proclaims two opposing principles, and says that Christ was not begotten, likewise setting aside the resurrection of the dead and the Old Testament.
Θʹ. Μαρκιωνισταί. Μαρκίων οὗτος ἐκ Πόντου ὁρμώμενος, ἐπισκόπου μὲν ἦν υἱὸς, φθείρας δὲ παρθένον ἀπέδρα, διὰ τὸ ἐξεῶσθαι ὑπὸ τοῦ ἰδίου πατρὸς ἀπὸ τῆς Ἐκκλησίας. Ἀνελθὼν δὲ ἐν τῇ Ῥώμῃ, καὶ αἰτήσας μετάνοιαν τοὺς κατ' ἐκεῖνο καιροῦ, καὶ μὴ τυχὼν, ἐπαρθεὶς κατὰ τῆς πίστεως, ἐδογμάτισε, τρεῖς ἀρχὰς εἰσηγησάμενος, ἀγαθόν τε καὶ δίκαιον καὶ φαῦλον· εἶναί τε τὴν Καινὴν Διαθήκην ἀλλοτρίαν τῆς Παλαιᾶς καὶ τοῦ ἐν αὐτῇ λαλήσαντος. Ἀνάστασιν σαρκὸς ἀθετεῖ. Βάπτισμα δίδωσιν οὐ μόνον ἓν, ἀλλὰ καὶ δύο καὶ τρία μετὰ τὸ παραπεσεῖν. Ὑπὲρ δὲ τῶν τεθνεώτων κατηχουμένων ἑτέρους βαπτίζει, ἀδεῶς καὶ γυναιξὶν ἐπιτρέπει λουτρὸν διδόναι.
9. Marcionites. This Marcion, hailing from Pontus, was the son of a bishop, and having corrupted a virgin he fled, because he had been cast out of the Church by his own father. Having gone up to Rome and asked for penance from those of that time, and failing to obtain it, he was lifted up against the faith and taught his dogma, introducing three principles, good and just and base; and that the New Testament is alien to the Old and to Him Who spoke in it. He sets aside the resurrection of the flesh. He grants not only one baptism, but even two and three after falling into sin. On behalf of catechumens who have died he baptizes others, and without scruple permits women also to administer the laver.
Ιʹ. Λουκιανισταί. Λουκιανός τις ἀρχαῖος, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου γενόμενος, πάντα κατὰ τὸν Μαρκίωνα ἐδογμάτισεν, ἕτερα δὲ παρὰ τὸν Μαρκίωνα καὶ αὐτὸς δῆθεν περισσότερον δογματίζει.
10. Lucianists. A certain ancient Lucian—not the present one who lived in the times of Constantine—taught all things in accord with Marcion, yet he too forsooth teaches other matters in addition beyond Marcion.
ΙΑʹ. Ἀπελληϊανοί. Καὶ οὗτος ὁ Ἀπελλῆς τὰ ὅμοια Μαρκίωνι καὶ Λουκιανῷ δογματίζει, κακίζων τὴν πᾶσαν ποίησιν καὶ τὸν πεποιηκότα. Οὐχ ὁμοίως δὲ τούτοις δογματίζει καὶ τρεῖς ἀρχὰς, ἀλλὰ μίαν ἀρχὴν καὶ ἕνα Θεὸν ὄντα ἀνώτατον καὶ ἀκατονόμαστον, αὐτὸν δὲ πεποιηκέναι ἄλλον· καὶ αὐτὸς ὁ γενόμενος πονηρὸς εὑρεθεὶς, ἐποίησε τῇ ἑαυτοῦ φαυλότητι τὸν κόσμον.
11. Apelleians. This Apelles too teaches views similar to Marcion and Lucian, reviling the whole creation and Him Who made it. Yet unlike them he does not teach three principles, but one principle and one God Who is supreme and unnameable, and says that He made another; and the one thus made, proving wicked, made the world through his own baseness.
ΙΒʹ. Σευηριανοί. Σευῆρός τις πάλιν τῷ Ἀπελλῇ συνεπόμενος, τὸν μὲν οἶνον ἀποβάλλεται, καὶ τὴν ἄμπελον, ἐκ δὲ τοῦ δρακοντοειδοῦς Σατᾶν μυθολογῶν πεφυκέναι· τὴν γυναῖκα ἀριστερᾶς δυνάμεως ὑπάρχειν. Ὀνομασίας δέ τινας ἀρχόντων, καὶ βιβλία τινὰ ἀπόκρυφα παρεισάγει, τὰ ὅμοια δὲ ταῖς ἄλλαις σαρκὸς ἀνάστασιν ἀθετεῖ καὶ Παλαιὰν Διαθήκην.
12. Severians. A certain Severus in turn, following Apelles, rejects wine and the vine, fabling that it sprang from the dragon-like Satan, and that woman belongs to a left-hand power. He brings in certain names of archonts and certain apocryphal books, and like the other heresies sets aside the resurrection of the flesh and the Old Testament.
ΙΓʹ. Τατιανοί. Τατιανὸς οὗτος συνεβίωσε μὲν Ἰουστίνῳ τῷ Μάρτυρι τῷ ἁγίῳ, μετὰ δὲ τὴν τοῦ μάρτυρος καὶ φιλοσόφου Ἰουστίνου τελευτὴν, προσεφθάρη τοῖς τοῦ Μαρκίωνος δόγμασι, μαθητευθεὶς τῷ αὐτῷ ἐδογμάτισε, καὶ πάλιν ἕτερα παρ' ἐκεῖνον. Ἐλέγετο δὲ ἀπὸ Μεσοποταμίας ὁρμᾶσθαι.
13. Tatians. This Tatian lived with the holy Justin Martyr, but after the death of Justin the martyr and philosopher he was corrupted by the dogmas of Marcion; having become his disciple he taught his doctrines, and again other things beyond him. He was said to hail from Mesopotamia.
PG 42:864Read from the pageΑὕτη ἡ ἀνακεφαλαίωσις τοῦ πρώτου βιβλίου τῶν τριῶν τόμων, κατὰ τεσσαράκοντα ἓξ αἱρέσεων.
This is the recapitulation of the three tomes of the first book, comprising forty-six heresies.
Ἐν δὲ τῷ πρώτῳ τόμῳ τοῦ δευτέρου βιβλίου, τετάρτῳ δὲ ὄντι κατὰ τὴν ἀπαρχῆς τῶν τόμων τοῦ ἀριθμοῦ ἀκολουθίαν, αἱρέσεις εἰσὶν ιηʹ, οὕτως·
And in the first tome of the second book, which is the fourth according to the numerical sequence of the tomes from the beginning, there are eighteen heresies, thus:
Αʹ. Ἐγκρατῖται. οἱ ἀπόσπασμα τυγχάνοντες Τατιανοῦ, τὸν γάμον ἀποβάλλοντες, τοῦ Σατανᾶ φάσκοντες τοῦτον εἶναι, πᾶσαν δὲ ἀπαγορεύοντες ἐμψυχοφαγίαν.
1. Encratites, who are an offshoot of Tatian, rejecting marriage and alleging that it is of Satan, and forbidding all eating of animate things.
Βʹ. Καταφρύγας, οἱ δὲ Μοντανισταὶ, οἵτινες Παλαιὰν καὶ Καινὴν Διαθήκην δέχονται, ἑτέρους δὲ προφήτας παρεισφέρουσι παρὰ τοὺς προφήτας, Μοντανόν τινα αὐχοῦντες καὶ Πρίσκιλλαν.
2. Cataphrygians, also called Montanists, who accept the Old and New Testament, yet bring in other prophets besides the prophets, boasting in a certain Montanus and Priscilla.
Γʹ. Πεπουζιανοὶ, οἱ καὶ Κυῗντιλιανοὶ, οἷς συνάπτονται Ἀρτοτυρῖται, ἐκ τούτων μέν εἰσι τῶν κατὰ Φρύγας, ἕτερα δὲ παρ' ἐκείνους δογματίζοντες. Πέπουζάν τινα πόλιν ἔρημον ἀναμέσον Γαλατίας καὶ Καππαδοκίας καὶ Φρυγίας ἐκθειάζοντες, καὶ ταύτην Ἱερουσαλὴμ ἡγούμενοι. Ἔστι δὲ καὶ ἄλλη Πέπουζα. Γυναιξί τε ἀποδιδόντες τὸ ἄρχειν καὶ ἱερεύειν. Μυοῦνται δέ τινα παῖδα κατακεντοῦντες νέον. Καὶ δὴ τῇ Κυῗντίλλῃ ἢ καὶ Πρισκίλλῃ, Χριστὸν ἐκεῖσε ἐν Πεπούζῃ ἀποκεκαλύφθαι ἐν ἰδέᾳ ἀληθείας μυθολογοῦσι. Κέχρηνται δὲ ὡσσύτως Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ, κατὰ τὸν ἴδιον νοῦν μεταποιοῦντες.
3. Pepuzians, also called Quintilians, with whom the Artotyrites are conjoined; they spring from those Phrygians, yet teach other things beyond them. They deify a certain deserted town named Pepuza midway between Galatia and Cappadocia and Phrygia, and deem it to be Jerusalem; and there is also another Pepuza. They assign ruling and priestly ministry to women. They are initiated by piercing a certain young child all over. And they fable that there in Pepuza Christ was revealed to Quintilla, or Priscilla, in the form of truth. They likewise make use of the Old and New Testament, altering them according to their own mind.
Δʹ. Τεσσαρεσκαιδεκατῖται, οἱ μίαν ἡμέραν τοῦ ἔτους τὸ Πάσχα ἐκτελοῦντες, ἐν ὁποίᾳ δ' ἂν ἡμέρᾳ ἐμπέσοι τῆς σελήνης ἡ τεσσαρεσκαιδεκάτη, ἤτοι ἐν Σαββάτῳ ἢ ἐν Κυριακῇ, ἐκείνην τε νηστεύοντες, καὶ ἅμα ἀγρυπνοῦντες.
4. Quartodecimans, who celebrate Pascha on a single day of the year, on whatever day the fourteenth of the moon may fall, whether on the Sabbath or on the Lord's Day, both fasting on that day and keeping vigil together.
Εʹ. Ἄλογοι οἱ ἀφ' ἡμῶν κληθέντες, οἱ τὸ Εὐαγγέλιον Ἰωάννου, καὶ τὸν ἐν αὐτῷ ἄνωθεν ἀπὸ Πατρὸς ἀεὶ Θεὸν Λόγον παρεκβάλλοντες, τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον μὴ δεχόμενοι, μηδὲ τὴν Ἀποκάλυψιν.
5. Alogi, so called by us, who cast aside the Gospel of John and God the Word Spoken of in it, Who is ever from above from the Father, accepting neither the Gospel according to John nor the Apocalypse.
Ϛʹ. Ἀδαμιανοὶ, παρὰ δέ τισιν Ἀδὰμ ζῶντος κα-
6. Adamians, or among some called of the living Adam
Notes, col. 864
On the reading
Printed Καταφρύγας, for Καταφρύγες.
Printed Κυῗντιλιανοὶ, for Κυϊντιλιανοὶ.
Printed Κυῗντίλλῃ, for Κυϊντίλλῃ.
Printed ὡσσύτως, for ὡσαύτως.
PG 42:865Read from the pageλούμενοι, χλεύης ἢ ἀληθείας μᾶλλον τὸ δόγμα ἔχοντες. Γυμνοὶ γὰρ ὡς ἐκ μητρὸς ἄνδρες τε καὶ γυναῖκες ἐπιτοαυτὸ συνάγονται, καὶ οὕτως τὰς ἀναγνώσεις καὶ τὰς εὐχὰς καὶ πᾶν ὁτιοῦν ἐπιτελοῦσι, δῆθεν μονάζοντες καὶ ἐγκρατευόμενοι ὄντες, καὶ γάμον μὴ δεχόμενοι, τὴν αὐτῶν Ἐκκλησίαν παράδεισον ἡγούμενοι.
having a doctrine of mockery rather than of truth. For men and women gather together naked as from their mother, and thus perform the readings and the prayers and whatever else it may be, professedly living as monastics and practising continence, and rejecting marriage, deeming their own Church to be paradise.
Ζʹ. Σαμψαῖοι καὶ Ἐλκεσαῖοι, ἔτι δεῦρο τὴν Ἀραβίαν κατοικοῦντες, καθύπερθεν τῆς Ἐρυθρᾶς θαλάσσης κειμένην χώραν. Οἵ τινες ἀπὸ Ἐλκεσαίου τινὸς φευδοπροφήτου ἠπατημένοι· οὗ ἔτι δεῦρο ἐκ τοῦ γένους ὑπῆρχε Μαρθοὺς καὶ Μαρθίνη, γυναῖκες δύο προσκυνούμεναι ὑπὸ τῆς αἱρέσεως ὡς θεῖαι, παραπλησίως τοῖς Ἐβιωναίοις πάντα ἔχοντες.
7. Sampsaeans and Elcesaeans, who down to this day inhabit Arabia, the region lying above the Red Sea. These were deluded by a certain false prophet Elxai, from whose lineage there lived down to this day Marthus and Marthina, two women worshipped as divine by the sect; in all respects they hold the same views as the Ebionites.
Ηʹ. Θεοδοτιανοὶ, ἀπὸ τοῦ Θεοδότου τοῦ σκυτέως τοῦ ἀπὸ Βυζαντίου. Οὗτος ἐν παιδείᾳ Ἑλληνικῇ γέγονεν ἄκρος, ἅμα δὲ ἄλλοις ὢν ἐν ἡμέραις τοῦ διωγμοῦ, μόνος ἐκπεσὼν, καὶ ἐκείνων μαρτυρησάντων. Διὰ τὸ ὀνειδίζεσθαι, ἐπενόησε λέγειν ψιλὸν ἄνθρωπον τὸν Χριστὸν, ἵνα μὴ ὑπὸ ἔγκλήμα γένηται Θεὸν ἀρνησάμενος, οὕτως ἐδίδαξεν.
8. Theodotians, stemming from Theodotus the cobbler of Byzantium. This man was exceedingly versed in Greek learning; being with others in the days of the persecution, he alone fell away while they suffered martyrdom. Because he was reproached, he devised the clever plea of calling Christ a mere man, and taught thus so that he might not incur the charge of having denied God.
Θʹ. Μελχισεδεκιανοὶ. Οἱ τὸν Μελχισεδὲκ γεραίροντες, τινὰ δύναμιν αὐτὸν φάσκοντες, καὶ μὴ ἄνθρωπον ψιλὸν, καὶ εἰς τὸ τούτου ὄνομα πάντα ἀνάγειν τετολμηκότες.
9. Melchisedecians. Those who revere Melchizedek, alleging that he is a certain power and not a mere man, and daring to refer all things to his name.
Ιʹ. Βαρδησανισταί. Βαρδησανῆς οὗτος ἐκ τῆς Μεσοποταμίας ὡρμᾶτο, τὰ πρῶτα μὲν τῆς ἀληθινῆς πίστεως ὑπάρχων καὶ ἐν σοφίᾳ διαπρέπων. Ἐκκλίνας δὲ τῆς ἀληθείας, παραπλησίως Οὐαλεντίνῳ ἐδογμάτισε χωρὶς ἐνίων ὧν διαφέρεται πρὸς Οὐαλεντῖνον.
10. Bardesanists. This Bardesanes hailed from Mesopotamia; at first he belonged to the true faith and excelled in wisdom, but turning aside from the truth he taught doctrines much like Valentinus, save for a few points in which he differs from Valentinus.
ΙΑʹ. Νοητιανοί. Νοητὸς οὗτος ἀπὸ Σμύρνης ὑπῆρχε τῆς Ἀσίας. Ἐφ' ἅρματι δὲ ἐνεχθεὶς σὺν ἄλλοις τρισὶν, Υἱοπάτορα τὸν Χριστὸν ἐδίδαξε, τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα. Ἑαυτὸν δὲ ἔλεγεν εἶναι Μωϋσέα, καὶ ἑαυτοῦ ἀδελφὸν ἔλεγεν εἶναι τὸν Ἀαρών.
11. Noetians. This Noetus was from Smyrna in Asia. Carried away upon a chariot with three others, he taught that Christ is Son-Father, the very same being Father and Son and Holy Spirit. And he said that he himself was Moses, and said that his brother was Aaron.
ΙΒʹ. Οὐαλήσιοι. Οὗτοι, καθὼς ὑπειλήφαμεν, οἱ τὴν Βάκαθον κατοικοῦντες, μητροκωμίαν τῆς Ἀραβίας τῆς Φιλαδελφίας, οἳ τοὺς παρατυγχάνοντας καὶ ἐπιξενομένους παρ' αὐτοῖς εὐνουχίζουσιν· οι πλείους δὲ καὶ αὐτῶν εὐνοῦχοί εἰσιν ἀποτετμημένοι. Τινὰ δὲ ἕτερα διδάσκουσιν αἱρέσεων, ἐν τῇ Παλαιᾷ ἀφανίζοντες τὸν νόμον καὶ τοὺς προφήτας, καί τινας ἑτέρας αἰσχρουργίας παρεισφέροντες.
12. Valesians. These, as we have supposed, are those who inhabit Bacathus, a chief village of Philadelphian Arabia, who make eunuchs of passers-by and strangers lodging with them; and most of them too are castrated eunuchs. They also teach certain other doctrines of heresies, obliterating the Law and the prophets in the Old Testament, and bringing in certain other shameful practices.
Notes, col. 865
On the reading
Printed φευδοπροφήτου, for ψευδοπροφήτου.
Printed ἔγκλήμα, for ἔγκλημα.
Printed οι πλείους, for οἱ πλείους.
PG 42:868Read from the pageΙΓʹ. Καθαροὶ, οἱ ἅμα Ναβάτῳ συναφθέντες τῷ Ῥωμαίῳ. Καὶ τοὺς διγάμους παντελῶς ἀποβαλλόμενοι, καὶ μετάνοιαν μὴ δεχόμενοι.
13. Cathari, those conjoined with Novatus the Roman, who altogether reject the twice-married and do not admit penance.
ΙΔʹ. Ἀγγελικοί. Οὗτοι παντελῶς ἐξέλιπον. Αὐχοῦντες δὲ ἦσαν ἀγγελικὴν τάξιν ἔχειν, ἢ διὰ τὸ Ἀγγέλους προσκεκλῆσθαι.
14. Angelici. These have altogether died out; they used to boast of possessing an angelic order, or were so named from invoking angels.
ΙΕʹ. Ἀποστολικοὶ, οἱ καὶ Ἀποτακτικοὶ, καὶ αὐτοὶ περὶ Πισιδίαν, μόνον Ἀποτακτικοὺς δεχόμενοι, καθ' ἑαυτοὺς δὲ εὐχόμενοι, παραπλησιάζουσι δὲ τοῖς Ἐγκρατίταις. Ἄλλας δὲ παρ' αὐτοὺς φρονοῦσιν αἱρέσεις.
15. Apostolici, also called Apotactici, these too around Pisidia, admitting only Renunciants and praying by themselves; they closely resemble the Encratites, yet hold other heretical views beyond them.
ΙϚʹ. Σαβελλιανοὶ, οἱ τὰ ὅμοια ἀνοήτως δοξάζοντες, παρὰ τοῦτο μόνον· λέγουσι γὰρ μὴ πεπονθέναι τὸν Πατέρα.
16. Sabellians, who foolishly hold similar views, save for this alone: for they say that the Father did not suffer.
ΙΖʹ. Ὠριγενιανοί τινος Ὠριγένους, αἰσχροποιοὶ δὲ οὗτοί εἰσιν, ἀῤῥητοποιοῦντες, καὶ τὰ ἑαυτῶν σώματα φθορᾷ παραδιδόντες.
17. Origenists, of a certain Origen; these are doers of shame, practising unspeakable things and giving their own bodies over to corruption.
ΙΗʹ. Ὠριγενιανοὶ ἄλλοι τοῦ καὶ Ἀδάμαντος τοῦ Συντακτικοῦ, οἱ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀποβαλλόμενοι. Χριστὸν δὲ κτίσμα καὶ τὸ ἅγιον Πνεῦμα εἰσηγούμενοι, παράδεισον δὲ καὶ οὐρανοὺς καὶ τὰ ἄλλα πάντα ἀλληγοροῦντες, καὶ τέλος ἕξειν τὴν Χριστοῦ βασιλείαν τολμῶσι λέγειν.
18. Other Origenists, of Origen also called Adamantius the Author, who reject the resurrection of the dead. They introduce Christ and the Holy Spirit as creatures, allegorize paradise and the heavens and all other things, and dare to say that the kingdom of Christ will have an end.
Αὗται πάλιν αἱ δεκαοκτὼ αἱρέσεις, καὶ ἐν τῷ πρώτῳ τόμῳ τοῦ δευτέρου βιβλίου.
These in turn are the eighteen heresies in the first tome of the second book.
Ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ βιβλίου, πέμπτῳ δὲ ὄντι κατὰ τὸν προειρημένον ἀριθμόν, αὗταί εἰσιν αἱ πέντε αἱρέσεις·
And in the second tome of the same book, which is the fifth according to the aforesaid numbering, these are the five heresies:
Αʹ. Παύλου Σαμοσατέως, ἐπισκόπου γενομένου Ἀντιοχείας τῆς μεγάλης. Οὗτος ἀνύπαρκτον τὸν Χριστὸν ὀλίγου δεῖν διαβεβαιοῦται, Λόγον προφορικὸν αὐτὸν σχηματίσας, ἀπὸ δὲ Μαρίας καὶ δεῦρο εἶναι. Προκαταγγελτικῶς μὲν τὰ περὶ αὐτοῦ ἐν ταῖς θείαις Γραφαῖς εἰρημένα ἔχοντος, μὴ ὄντος δὲ, ἀλλ' ἀπὸ Μαρίας καὶ δεῦρο διὰ τῆς ἐνσάρκου παρουσίας.
1. Of Paul of Samosata, who became bishop of Antioch the Great. This man all but affirms Christ to be non-existent, fashioning Him as an uttered Word and saying that He existed from Mary onwards; holding that the things spoken concerning Him in the divine Scriptures were said by way of prior announcement, while He did not yet exist except from Mary onwards through His advent in the flesh.
Βʹ. Μανιχαῖοι καὶ Ἀκουανῖται, οἱ τοῦ Μανῆ μαθηταὶ τοῦ Πέρσου, Χριστὸν σχήματι λέγοντες, ἥλιόν τε σέβοντες καὶ σελήνην, ἄστροις τε καὶ δυνάμεσι καὶ δαίμοσιν εὐχόμενοι. Ἀρχὰς δύο εἰσηγούμενοι, πονηράν τε καὶ ἀγαθήν. Χριστὸν δοκήσει πεφηνέναι, καὶ δοκήσει πεπονθέναι. Ηαλαιὰν Διαθήκην βλασφημοῦντες καὶ τὸν ἐν αὐτῇ λαλήσαντα Θεόν· κόσμον δὲ οὐ τὸν πάντα, ἀλλὰ μέρος ἐκ Θεοῦ γεγενῆσθαι ὁριζόμενοι.
2. Manichaeans and Acuanites, the disciples of Manes the Persian, who affirm Christ in outward semblance only, worship sun and moon, and pray to stars and powers and demons; they introduce two principles, evil and good; say that Christ appeared in semblance and suffered in semblance; blaspheme the Old Testament and the God Who spoke in it; and define that not the whole world, but a part of it, came into being from God.
Γʹ. Ἱερακῖται, οἱ ἀπὸ Ἱέρακος τοῦ Λεοντοπολίτου
3. Hieracites, those stemming from Hierax of Leontopolis
Notes, col. 868
On the reading
Printed Ηαλαιὰν, for Παλαιὰν.