Migne Reading Room

PG 42 · cols. 845–856 · Read from the page

Anacephalaeosis sive Eorum Quae in Panario Dicta Sunt Summa Comprehensio

Anacephalaeosis sive Eorum Quae in Panario Dicta Sunt Summa Comprehensio

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:845Read from the page
ἄλλας προφητείας μετὰ Μωϋσέως. Σαμαρειτῶν ἔθνη τέσσαρα, Γοροθηνοὶ, οι ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Σεβουαίους. Σεβουαῖοι διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς Γορθηνοὺς διαφερόμενοι. Ἐσσηνοὶ, μηδ' ὁποτέραις ἐναντιούμενοι, ταῖς δὲ παρατυγχάνουσιν ἑορτάζοντες ἀδιαφόρως. Δοσίθεοι τοῖς αὐτοῖς ἔθεσιν, οἷς καὶ Σαμαρεῖται ἐμπολιτευόμενοι, περιτομῇ τε καὶ Σαββάτῳ καὶ τοῖς ἄλλοις χρώμενοι τῇ τε Πεντατεύχῳ, περισσότερόν τε τῶν ἄλλων φυλάττοντες τὸ ἀπέχεσθαι ἐμψύχων, ἐν νηστείαις συνεχέστατα βιοῦντες. Ἔχουσι δὲ καὶ παρθενίαν τινὲς αὐτῶν, ἐγκρατεύονται δὲ ἄλλοι. Πιστεύουσι δὲ νεκρῶν ἀνάστασιν, ὅπερ ξένον ἐστὶ Σαμαρείταις.
other prophecies after Moses. Four nations of Samaritans: Gorothenes, who celebrate the feasts at other seasons in opposition to the Sebuaeans; Sebuaeans, who differ from the Gorthenes for the same cause of the feasts; Essenes, who oppose neither party, but keep feast indifferently with whichever they happen upon; Dositheans, who live by the same customs as the Samaritans, observing circumcision, the Sabbath, and the rest, and using the Pentateuch, yet more strictly than the others abstaining from animate things and living most continually in fasts. Some of them also practise virginity, while others practise continence; and they believe in the resurrection of the dead, which is foreign to Samaritans.
Ἰουδαίων αἱρέσεις ἑπτά· Γραμματεῖς, οἵτινες νομικοὶ μὲν ἦσαν, καὶ Δευτερωταὶ παραδόσεων τῶν παρ' αὐτοῖς πρεσβυτέρων, τῇ περιττοτέρᾳ ἐθελοθρησκείᾳ ἔθη φυλάττοντες, ἃ οὐ διὰ τοῦ νόμου μεμαθήκασιν, ἀλλ' ἑαυτοῖς ἐτύπωσαν σεβάσματα δικαιότητι τῆς νομοθεσίας.
Seven heresies of Jews: Scribes, who were lawyers and Repeaters of the traditions of the elders among them, keeping customs through more superfluous will-worship which they have not learned through the law, but framed for themselves observances as righteousness of the legislation.
Φαρισαῖοι, ἑρμηνευόμενοι Ἀφωρισμένοι, οι τὸ ἀκρότατον βιοῦντες, καὶ δῆθεν τῶν ἄλλων δοκιμώτεροι. Παρ' οἷς καὶ νεκρῶν ἀνάστασις, ὡς καὶ παρὰ τοῖς Γραμματεῦσι, καὶ ἡ περὶ ἀγγέλου τοῦ Πνεύματος ἁγίου, ὅτι ἔστι συγκατάθεσις. Πολιτεία διάφορος, ἐγκράτεια ἕως χρόνου, καὶ παρθενία νηστεία τε διὰ τοῦ Σαββάτου, ξεστῶν καθαρισμοὶ καὶ πινάκων καὶ ποτηρίων, ὡς καὶ οἱ Γραμματεῖς, ἀποδεκάτωσίς τε καὶ ἀπαρχαὶ καὶ ἐνδελεχὴς εὐχὴ καὶ σχήματα ἐθελοθρησκητικὰ τῆς ἐνδυμενείας διά τοι τῆς ἀμπεχόνης, καὶ τῶν δαλματικῶν ἤγουν κολοβίων, καὶ τοῦ πλατυσμοῦ τῶν φυλακτηρίων, τουτέστι σημάτων τῆς πορφύρας, καὶ κρασπέδων καὶ ῥοΐσκων ἐπὶ τὰ πτερύγια τῆς ἀμπεχόνης, ἅτινα ταῦτα ἐτύγχανε σημεῖα τῆς παρ' αὐτοῖς ἄχρι καιροῦ ἐγκρατείας· οἳ παὶ παρεισέφερον γένεσιν καὶ ειμαρμένην.
Pharisees, translated Separated, who live in the strictest manner, and forsooth more approved than the rest; among whom there is also the resurrection of the dead, as also among the Scribes, and assent concerning the angel of the Holy Spirit, that it exists. They had a distinctive way of life, continence for a time and virginity, fasting through the Sabbath-week, cleansings of pitchers, platters, and cups, as also the Scribes, tithing, firstfruits, unceasing prayer, and self-chosen religious fashions of attire by means of the cloak, dalmatics or sleeveless tunics, and the broadening of phylacteries—that is, stripes of purple—and fringes and pomegranate tassels upon the corners of the cloak, which served as signs of their temporary continence; and they also brought in nativity-casting and fate.
Σαδδουκαῖοι, οἱ ἑρμηνευόμενοι Δικαιότατοι, οἳ καὶ ἐκ γένους μὲν ἦσαν Σαμαρειτῶν, ὁμοῦ δὲ καὶ ἱερέως Σαδοὺκ, νεκρῶν μὲν ὀνάστασιν ἀρνούμενοι, καὶ μὴ παραδεχόμενοι ἄγγελον μηδὲ πνεῦμα, τὰ δὲ λοιπὰ πάντα ὄντες Ἰουδαῖοι.
Sadducees, translated Most Just, who were of the race of Samaritans and at the same time from a priest Zadok, denying the resurrection of the dead and accepting neither angel nor spirit, while in all other things being Jews.
Ἡμεροβαπτισταὶ, οἳ μὲν κατὰ πάντα Ἰουδαῖοι ἦσαν, ἔφασκον δὲ μηδένα ζωῆς αιωνίου τυγχάνειν, εἰ μή τι ἂν καθ' ἑκάστην βαπτίζοιτο.
Hemerobaptists, who were Jews in all things, yet alleged that no one attains eternal life unless one be baptized every day.
Ὀσσηνοὶ, οἳ δὴ Ἰταμώτατοι ἑρμηνεύονται. Ἦσαν δὲ οὗτοι κατὰ πάντα τὸν νόμον τελοῦντες, ἐχρῶντο δὲ καὶ Γραφαῖς ἑτέραις μετὰ τὸν νόμον· τοὺς δὲ πλείους τῶν μετέπειτα προφητῶν ἀπεβάλλοντο.
Ossenes, who are translated Most Audacious: these fulfilled the law in all things, yet also used other Scriptures after the law, while rejecting most of the later prophets.
Νασσαραῖοι, οι ἑρμηνευόμενοι Ἀφηνιασταὶ, οἳ
Nassaraeans, translated Rebellious, who
Notes, col. 845

On the reading

Printed οι, for οἱ.

Printed παὶ, for καὶ.

Printed ειμαρμένην, for εἱμαρμένην.

Printed ὀνάστασιν, for ἀνάστασιν.

Printed αιωνίου, for αἰωνίου.

PG 42:848Read from the page
πᾶσαν σαρκοφαγίαν ἀπαγορεύουσιν, ἐμψύχων δὲ οὐδ' ὅλως μεταλαμβάνουσιν. Ἄχρι δὲ Μωϋσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ τοῖς ἐν τῇ Πεντατεύχῳ ἁγίοις ὀνόμασι πατριαρχῶν κεχρημένοι τε καὶ πιστεύοντες, φημὶ δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τῶν ἀνωτάτω, καὶ αὐτοῦ Μωϋσέως καὶ Ἀαρὼν καὶ Ἰησοῦ. Τὰς δὲ τῆς Πεντατεύχου Γραφὰς οὐκ εἶναι Μωϋσέως δογματίζουσιν, ἄλλας δὲ παρὰ ταύτας ἔχειν διαβεβαιοῦνται.
forbid all eating of flesh, and do not partake of animate things at all. Up to Moses and Joshua the son of Nun, they use and believe in the holy names of the patriarchs in the Pentateuch—I mean Abraham, Isaac, Jacob, and the earliest fathers, as well as Moses himself, Aaron, and Joshua; yet they teach that the Scriptures of the Pentateuch are not Moses's, and maintain that they possess others besides these.
Ἡρωδιανοὶ, οἳ Ἰουδαῖοι μὲν ἦσαν κατὰ πάντα, Ἡρώδην δὲ Χριστὸν προσεδόκων, καὶ τούτῳ περὶ τοῦ Χριστοῦ ἐπεδίδουν γέρα καὶ ὄνομα.
Herodians, who were Jews in all things, yet looked for Herod as Christ, and accorded to him the honours and name of Christ.
Οὗτος πρῶτος τόμος περιέχων κατὰ πασῶν τῶν εἴκοσιν αἱρέσεων· ἐν αὐτῷ δὲ καὶ ἡ περὶ τῆς Χριστοῦ ἐνδημίας ὑπόθεσις, καὶ ἡ τῆς ἀληθείας ὁμολογία, ἡ μία καὶ μόνη οὖσα τοῦ Θεοῦ ἀληθὴς πίστις.
This is the first tome, comprising the account against all the twenty heresies; and in it also stands the subject of Christ's sojourn and the confession of the truth, which is the one and only true faith of God.
Καὶ ἕως μὲν ὧδε ἡ τῶν πρὸ Χριστοῦ εἴκοσιν αἱρέσεων ἀντιλογία, καὶ περὶ πίστεως καὶ περὶ τῆς ἐνσάρκου τοῦ Χριστοῦ παρουσίας.
And thus far extends the refutation of the twenty heresies before Christ, and the account concerning the faith and the incarnate presence of Christ.
Εὐθὺς ἐπεδήμησε κατὰ πόδας ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔνσαρκος παρουσία, ἥτις κατέλαβε (πρὸς) τὰς προειρημένας ἑπτὰ αἱρέσεις ἐν (δὲ) Ἱεροσολύμοις, ἔσβεσε δὲ ταύτας ἡ αὐτοῦ δύναμις καὶ διεσκέδασε. Λοιπὸν δὲ ἀπὸ τῆς αὐτοῦ ἐπιδημίας, μετὰ τὸ εὐαγγελισθῆναι Μαριὰμ ἐν Ναζαρὲτ, καὶ συνειληφθέναι τὸν Λόγον τὸν ὄντα ἀπ' οὐρανοῦ ἐκ κόλπων πατρῴων γεγεννημένον ἀχρόνως καὶ ἀνάρχως, ἐλθόντα δὲ ἐπ' ἐσχάτων τῶν ἡμερῶν Θεὸν Λόγον ὄντα, ἐκ Θεοῦ Πατρὸς ἀληθινῶς γεγεννημένον, ὁμοούσιον ὄντα τῷ Πατρὶ, καὶ οὐδὲν παρὰ τὸν Πατέρα ἠλλοιωμένον, ἀλλ' ἄτρεπτον ὄντα καὶ ἀναλλοίωτον ἀπαθῆ τε ὅλως, συμπάσχοντα δὲ τῷ ἡμετέρῳ γένει, καὶ ἐλθόντα ἀπ' οὐρανοῦ, ἐγκυμονηθέντα οὐκ ἀπὸ σπέρματος ἀνδρὸς, ἀλλ' ἀπὸ Πνεύματος ἁγίου, ἀληθινῶς σῶμα ἀπὸ Μαρίας ἐσχηκότα, ἀναπλάσαντα ἑαυτῷ τὴν σάρκα ἀπὸ τῆς μήτρας τῆς ἁγίας, ψυχὴν τὴν ἀνθρωπίνην εἰληφότα καὶ νοῦν καὶ πᾶν εἴ τί ἐστιν ἄνθρωπος, εις ἑαυτὸν τῇ ἑαυτοῦ θεότητι συνενώσαντα, γεγεννημένον τε ἐν Βηθλεὲμ, περιτμηθέντα, προσενεχθέντα ἐν Ἱεροσολύμοις, ἐναγκαλισθέντα ὑπὸ Συμεὼν, ἀνθομολογηθέντα ὑπὸ Ἄννης τῆς τοῦ Φανουὴλ προφήτιδος, λειφθέντα εἰς Ναζαρὲτ, ἐλθόντα τῷ ἑξῆς ἐνιαυτῷ ὀφθῆναι ἐνώπιον Κυρίου, γενόμενόν τε ἐν Βηθλεὲμ διὰ τὴν συγγένειαν ὑπὸ τῆς μητρὸς βασταζόμενον, αὖθις πάλιν εις Ναζαρὲτ ἀπαρθέντα, καὶ κατὰ δευτέραν περίοδον ἐνιαυτῶν εἰς τὰ Ἱεροσόλυμα ἐληλυθότα βασταζόμενον ὑπὸ τῆς ἰδίας μητρός· ἐν Βηθλεὲμ ἐν οἰκίᾳ κατελθόντα σὺν τῇ ἰδίᾳ μητρὶ καὶ Ἰωσὴφ γέροντι ὄντι, σὺν τῇ Μαριὰμ δὲ ὄντι· κἀκεῖσε τῷ δευτέρῳ ἔτει τῆς αὐτοῦ γεννήσεως κατοπτευ-
Straightway upon their heels came the incarnate presence of our Lord Jesus Christ, which overtook (to) the aforesaid seven heresies in (and) Jerusalem, and His power quenched and scattered them. And thenceforth from His sojourn—after Mary had received the annunciation in Nazareth and the Word who is from heaven had been conceived, begotten timelessly and without beginning from the paternal bosom, having come in the last days as God the Word, truly begotten of God the Father, consubstantial with the Father and in nothing altered in comparison with the Father, but immutable, unchangeable, and altogether impassible, yet sharing in suffering with our race; having come from heaven, conceived not of man's seed but of the Holy Spirit, having truly possessed a body from Mary, having moulded for Himself flesh from the holy womb, having taken a human soul and mind and whatsoever else man is, uniting all into Himself with His own Godhead; born in Bethlehem, circumcised, presented in Jerusalem, embraced by Simeon, confessed by Anna the prophetess, daughter of Phanuel, left for Nazareth, having come in the following year to appear before the Lord, and having come to be in Bethlehem on account of kinship, carried by His mother, removed once again to Nazareth, and in a second cycle of years having come to Jerusalem carried by His own mother; having lodged in a house in Bethlehem with His own mother and Joseph, who was an old man, yet being with Mary; and there in the second year of His birth beheld
Notes, col. 848

On the reading

Printed εις, for εἰς.

PG 42:849Read from the page
θέντα, δῶρα λαβόντα, καὶ ἐν αὐτῇ νυκτὶ ὑπ' ἀγγέλου τῷ Ἰωσὴφ χρηματίσαντος εἰς Αἴγυπτον παραληφθέντα· καὶ κατεληλυθότα ἐκεῖθεν πάλιν, διὰ δύο ἐτῶν ἀνεληλυθότα, τελευτήσαντος τοῦ Ἡρώδου, Ἀρχελάου δὲ διαδεξαμένου.
and having received gifts, and on that same night, when an angel had warned Joseph, taken away into Egypt; and having gone down thither, come up thence again after two years, when Herod had died and Archelaus had succeeded.
Τῷ γὰρ τριακοστῷ τρίτῳ Ἡρώδου, τεσσαρακοστῷ δὲ δευτέρῳ Αὐγούστου τοῦ βασιλέως γεννᾶται ὁ Σωτὴρ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Κάτεισι δὲ εἰς Αἴγυπτον τῷ τριακοστῷ πέμπτῳ Ἡρώδου· ἄνεισι δὲ ἀπ' Αιγύπτου μετὰ τὴν Ἡρώδου τελευτήν. Δι' ὧν ἐπὶ τριάκοντα ἑπτὰ ἔτεσι τῆς αὐτῆς τοῦ Ἡρώδου ἀρχῆς ἦν ὁ παῖς τεσσάρων ἐτῶν, ὅτε Ἡρώδης τριακοστὸν ἕβδομον πληρώσας κατέστρεψε τὸν βίον. Ἀρχέλαος δὲ ἐννέα ἔτη βασιλεύει. Ὡς ἐξιὼν Ἰωσὴφ ἅμα τῇ Μαρίᾳ καὶ τῷ παιδίῳ, ἀκούσας τὸν Ἀρχέλαον βασιλεύειν, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ κατῴκησεν εἰς Ναζαρέτ. Ἀρχέλαος δὲ γεννᾷ τὸν Ἡρώδην τὸν νεώτερον, καὶ βασιλεύει Ἡρώδης τῷ ἐννάτῳ ἔτει τῆς τοῦ πατρὸς βασιλείας Ἀρχελάου κατὰ διαδοχήν. Καὶ γέγονε λογιζόμενα δεκατρία ἔτη τῇ ἐνσάρκῳ Χριστοῦ παρουσίᾳ. Ὀκτωκαιδεκάτῳ δὲ ἔτει Ἡρώδου τοῦ ἐπικληθέντος Ἀγρίππα, ἤρξατο ὁ Ἰησοῦς τοῦ κηρύγματος, καὶ τὸ βάπτισμα τὸ ἀπὸ Ἰωάννου τότε λαμβάνει, καὶ κηρύσσει ἐνιαυτὸν δεκτὸν, ὑπ' οὐδενὸς ἀντιλεγόμενος, οὔτε ὑπὸ Ἰουδαίων, οὔτε ὑπὸ Ἑλλήνων, οὔτε ὑπὸ Σαμαρειτῶν, οὔτε ὑπό τινος ἑτέρου. Ἔπειτα ἀντιλεγόμενος ἐκήρυξεν ἐνιαυτὸν δεκτόν· καὶ γέγονεν ἐννεακαίδεκα ἔτη τῷ αὐτῷ Ἡρώδῃ, τῷ δὲ Σωτῆρι τριακοστὸν δεύτερον. Ἐν δὲ τῷ εικοστῷ ἔτει Ἡρώδου τοῦ Τετράρχου καλουμένου, γίνεται τὸ σωτήριον πάθος καὶ ἡ ἀπάθεια, γεῦσίς τε θανάτου ἄχρι σταυροῦ, πάσχοντος ἐν ἀληθείᾳ, ἀπαθοῦς δὲ μένοντος ἐν θεότητι. Χριστοῦ γὰρ παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, φησὶν ἡ θεία Γραφή· καὶ πάλιν· Θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι, καὶ τὰ ἑξῆς. Σταυροῦται, θάπτεται, κατέρχεται εις τὰ καταχθόνια ἐν θεότητι καὶ ἐν ψυχῇ,
For in the thirty-third year of Herod and the forty-second of the emperor Augustus, the Saviour is born in Bethlehem of Judaea. He goes down into Egypt in the thirty-fifth year of Herod, and comes up from Egypt after Herod's death. Therefore, across thirty-seven years of that same reign of Herod, the Child was four years old when Herod, having completed his thirty-seventh year, ended his life. And Archelaus reigns nine years. When Joseph, departing with Mary and the young Child, heard that Archelaus was reigning, he withdrew into the parts of Galilee and dwelt in Nazareth. Archelaus begets Herod the younger, and Herod reigns in succession in the ninth year of the reign of his father Archelaus; and thus thirteen years are reckoned for the incarnate presence of Christ. In the eighteenth year of Herod surnamed Agrippa, Jesus began His preaching, and then receives the baptism from John, and proclaims an acceptable year, gainsaid by no one—neither by Jews, nor by Greeks, nor by Samaritans, nor by anyone else. Afterwards, while gainsaid, He proclaimed an acceptable year; and nineteen years came to pass for the same Herod, and the thirty-second for the Saviour. And in the twentieth year of Herod called the Tetrarch, there takes place the saving passion and impassibility, and the tasting of death unto the cross—suffering in truth, while remaining impassible in Godhead. Since Christ suffered on our behalf in flesh, says divine Scripture; and again: Put to death in flesh, yet quickened in spirit, and the sequel. He is crucified, is buried, descends to the netherworld in Godhead and in soul,
Notes, col. 849

On the reading

Printed Αιγύπτου, for Αἰγύπτου.

Printed εικοστῷ, for εἰκοστῷ.

Printed εις, for εἰς.

PG 42:852Read from the page
αιχμαλωτεύει τὴν αἰχμαλωσίαν, καὶ ἀνίσταται τριήμερος σὺν αὐτῷ τῷ ἁγίῳ Πνεύματι, συνενώσας τὸ σῶμα τῇ θεότητι, μηκέτι λυόμενον, μηκέτι πάσχον, μηκέτι ὑπὸ τοῦ θανάτου κυριευόμενον, ὥς φησιν ὁ Ἀπόστολος· Θάνατος αὐτοῦ οὐκέτι κυριεύει.
leads captivity captive, and rises on the third day together with the Holy Spirit Himself, having united the body to the Godhead—no longer dissolved, no longer suffering, no longer ruled over by death, as the Apostle declares: Death holds mastery over Him no longer.
Αὐτὸ τὸ σῶμα ἀληθινῶς, αὐτὴν τὴν σάρκα, αὐτὴν τὴν ψυχὴν, αὐτὰ τὰ πάντα, οὐκ ἄλλο τι παρὰ τὸ ὂν σῶμα, ἀλλ' αὐτὸ ὂν ἐνδυναμώσας καὶ ἑνώσας εις μίαν ἑνότητα καὶ εις μίαν θεότητα, τὸ σαρκικὸν ἄφθαρτον, τὸ σωματικὸν πνευματικὸν, τὸ παχυμερὲς λεπτομερὲς, τὸ θνητὸν ἀθάνατον, μὴ ἑωρακὸς ὅλως διαφθορὰν, μὴ καταλειφθείσης τῆς ψυχῆς εἰς ᾅδην, μὴ μερισθέντος τοῦ ὀργάνου εἰς ἁμαρτίαν, μὴ χρανθέντος τοῦ νοῦ εις τροπήν· ἀλλὰ τὰ ὅλα ἀνθρώπου λαβὼν, φυλάξας δὲ ὅλα (τὰ) τέλεια, ἐπιδεδωκυίας τῆς θεότητος τῇ ἀληθινῇ ἐνανθρωπήσει, ταῖς χρείαις ταῖς εὐλογίαις κατὰ τὰς σωματικάς τε καὶ ψυχικὰς, καὶ ἐκ νοῦ ἀνθρωπίνου κεκτημένας τὴν πληροφορίαν, τὰ τῇ πείνῃ καὶ δίψῃ, καὶ κλαυθμῷ τε καὶ ἀθυμίᾳ, δάκρυσί τε καὶ ὕπνῳ, καμάτῳ καὶ ἀναπαύσει. Ταῦτα γὰρ οὐχ ἁμαρτίας εἶδος, ἀλλ' ἀνθρωπισμοῦ ἀληθεστάτου, ἀληθείᾳ τῆς θεότητος συνούσης, οὐ τὰ ἀνθρώπινα πασχούσης, ἀλλὰ τῆς θεότητος συνευδοκούσης εἰς τὰ εὔλογα, καὶ ἐκτὸς ἁμαρτίας καὶ τροπῆς ἀπηγορευμένης ὑπαρχούσης. Ἀλλὰ καὶ ἀνέστη, καὶ θυρῶν κεκλεισμένων εἰσῆλθεν, ἵνα τὸ παχυμερὲς λεπτομερὲς ἀποδείξῃ, αὐτὸ τὸ ὂν σὺν σαρκὶ καὶ ὀστέοις. Μετὰ γὰρ τὸ εἰσελθεῖν ἔδειξε χεῖρας καὶ πόδας καὶ πλευρὰν νενυγμένην, ὀστέα τε καὶ νεῦρα καὶ τὰ ἄλλα, ὡς μὴ εἶναι φαντασίαν τὸ ὁρώμενον· πίστεώς τε καὶ ἐλπίδος τῆς ἡμετέρας τὴν ὑπόσχεσιν ἐποιεῖτο δι' ἑαυτοῦ, τὰ ὅλα τελειώσας καὶ συνεσθίων καὶ συναυλιζόμενος οὐ δοκήσει ἀλλ' ἀληθείᾳ· παιδεύων τε ἐδίδαξε βασιλείαν οὐρανῶν, ἐκήρυσσεν ἐν ἀληθείᾳ τὸ μέγα καὶ κορυφαιότατον σημαίνων τοῖς μαθηταῖς, καὶ λέγων· Μαθητεύσατε τὰ ἔθνη, τουτέστι, μεταβάλλετε τὰ ἔθνη ἀπὸ κακίας εἰς τὴν ἀλήθειαν, ἀπὸ αἱρέσεων εις μίαν θεότητα· βαπτίζοντες αὐτοὺς εις ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, εἰς τὴν Κυριακὴν ὀνομασίαν τῆς Τριάδος, ἁγίαν καὶ βασιλικὴν σφραγῖδα· ἵνα δείξῃ ἐκ τοῦ ὀνόματος μηδεμίαν ἀλλοίωσιν εἶναι τῆς μιᾶς ἑνότητος. Ὅπου γὰρ οι βαπτιζόμενοι κελεύονται εις ὄνομα Πατρὸς, καὶ ἀσφαλῶς ἡ δοξολογία· εις ὄνομα Υἱοῦ, ουκ ἀποδέοντος ἡ ἐπίκλησις· εἰς ὄνομα ἁγίου Πνεύματος, οὐ διῃρημένη ἡ ἕνωσις, οὐδὲ ἀπηλλοτριωμένη τῆς μιᾶς θεότητος.
The very body in truth, the very flesh, the very soul, all the very elements—nothing else beside the existing body, but having empowered that very existing body and united it into one unity and into one Godhead: the fleshly incorruptible, the bodily spiritual, the coarse-textured subtle-textured, the mortal immortal, having not seen corruption at all, the soul not having been left behind in Hades, the bodily instrument not having been partitioned unto sin, the mind not having been defiled unto alteration; but having assumed all that belongs to man, and having preserved all (the) properties complete, since the Godhead granted to the true incarnation, for the needs, the blessings according to those bodily and psychical, and possessing full assurance from a human mind—namely the experiences of hunger and thirst, weeping and dejection, tears and sleep, toil and rest. For these are not a form of sin, but of truest humanity, the Godhead truly coexisting, not suffering human affections, but the Godhead consenting to what is reasonable and existing without sin and forbidden alteration. Moreover He also rose, and when the doors were shut He entered, so as to show that what was coarse-textured had become subtle-textured—that very body existing with flesh and bones. For after entering He showed His hands, feet, and pierced side, bones, sinews, and the rest, so that what was seen was no phantom; and He fulfilled through Himself the promise of our faith and hope, bringing all things to completion, eating with them and dwelling with them not in semblance but in truth; and instructing them He taught the kingdom of the heavens, and proclaimed in truth, declaring to the disciples the great and supreme mystery and saying: Make disciples of the nations—that is, turn the nations from wickedness to the truth, from heresies to one Godhead—baptizing them into the name of the Father and of the Son and of the Holy Spirit, into the sovereign appellation of the Trinity, the holy and royal seal; so that He might show from the name that there is no alteration of the one unity. For where those being baptized are commanded into the name of the Father, securely stands the doxology; into the name of the Son, not defectively stands the invocation; into the name of the Holy Spirit, undivided is the union, nor estranged from the one Godhead.
Ἀνελήφθη εἰς οὐρανοὺς ἐν αὐτῷ τῷ σώματι καὶ τῇ ψυχῇ καὶ τῷ νῷ, συνενώσας εις μίαν ἑνότητα καὶ
He was taken up into the heavens in that very body and soul and mind, having united them into one unity and
Notes, col. 852

On the reading

Printed αιχμαλωτεύει, for αἰχμαλωτεύει.

Printed εις, for εἰς.

Printed οι, for οἱ.

Printed ουκ, for οὐκ.

PG 42:853Read from the page
μίαν πνευματικὴν ὑπόστασιν, καὶ ἔνθεον ἀποτελέσας, ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, πέμψας κήρυκας εἰς ὅλην τὴν οἰκουμένην, Σίμωνα Πέτρον, Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, τοὺς υἱοὺς Ζεβεδαίου, οὓς πάλαι ἐξελέξατο. Φίλιππον καὶ Βαρθολομαῖον, Ματθαῖον καὶ Θωμᾶν καὶ Ἰούδαν καὶ Θαδδαῖον, Σίμωνα τὸν Ζηλωτὴν, Ιούδαν τε τὸν Ἰσκαριώτην καὶ προδότην αὐτοῦ γενόμενον· καὶ ἄλλους ἑβδομήκοντα δύο, ἐξ ὧν ἦσαν ἑπτὰ οἱ ἐπὶ τῶν χηρῶν, Στέφανος, Φίλιππος, Πρόχορος, Νικάνωρ, Τίμων, Παρμενᾶς καὶ Νικόλαος. Πρὸς τούτοις Ματθίας ὁ ἀντὶ Ἰούδα ἔσχατον συμψηφισθεὶς μετὰ τῶν δώδεκα ἀποστόλων. Μετὰ δὲ τούτων πάντων Μάρκος, Λουκᾶς, Ἰοῦστος, Βαρνάβας καὶ Ἀπελλῆς, Ῥοῦφος, Νίγερ καὶ οἱ λοιποὶ τῶν ἑβδομηκονταδύο. Μετὰ τούτους δὲ πάντας καὶ σὺν αὐτοῖς Παῦλον τὸν ἁγιώτατον ἀπόστολον ἐκλεξάμενος διὰ φωνῆς ἰδίας ἀπ' οὐρανοῦ, ἀπόστολον ὁμοῦ καὶ κήρυκα ἐθνῶν καὶ πληρωτὴν ἀποστολικῆς διακονίας ἀπέστειλε. Καὶ εὑρίσκει Λουκᾶν τῶν ἑβδομηκονταδύο ὄντα τῶν ἐσκορπισμένων, καὶ ἀκόλουθον αὐτὸν ἔλαβε καὶ συνεργὸν τοῦ Εὐαγγελίου. Οὕτως γοῦν ἐτελέσθη ἡ πᾶσα εὐαγγελικὴ πραγματεία ἕως τούτου τοῦ χρόνου.
one spiritual hypostasis, and having rendered it divine, He sat down at the right hand of the Father, sending heralds into all the inhabited world: Simon Peter, Andrew his brother, James and John, the sons of Zebedee, whom He had chosen of old, Philip and Bartholomew, Matthew and Thomas and Jude and Thaddaeus, Simon the Zealot, and Judas Iscariot who also became His betrayer; and seventy-two others, among whom were the seven set over the widows: Stephen, Philip, Prochorus, Nicanor, Timon, Parmenas, and Nicolaus. Besides these was Matthias, who in place of Judas was lastly reckoned by vote with the twelve apostles. After all these were Mark, Luke, Justus, Barnabas and Apelles, Rufus, Niger, and the rest of the seventy-two. And after all these and together with them, having chosen Paul the most holy apostle by His own voice from heaven, He sent him forth at once as apostle and herald of the Gentiles and fulfiller of the apostolic ministry. And he finds Luke, who was one of the seventy-two that had been scattered, and took him as follower and fellow-worker in the Gospel. Thus, then, the whole evangelical dispensation was accomplished down to this time.
Ἔσται δέ μοι ὁ λόγος ἕως ὧδε περὶ τῶν εἴκοσιν αἱρέσεων, καὶ τῆς κατὰ ἀκολουθίαν ἐν συντόμῳ εὐαγγελικῆς τοῦ κόσμου φωταγωγίας διὰ τοῦ Χριστοῦ καὶ τῶν μαθητῶν αὐτοῦ γεγεννημένης. Οἷς καὶ ὅμοια συλλέξαι καὶ παραθέσθαι τὰ προθεσπίσματά τε καὶ τὰς προφητείας ἀπὸ νόμου τε καὶ Ψαλμῶν, καὶ τῶν ἄλλων τὰς ἀκολουθίας καὶ ἀγωγάς· ἔνεστιν ἰδεῖν, καὶ τὴν ἀκρίβειαν καταλαβέσθαι, ὡς οὐ νόθος ἀλλ' ἀληθὴς, καὶ προκαταγγελθεῖσα ἀπὸ πάσης τῆς παλαιᾶς διαθήκης, καὶ ἀναμφίβολός ἐστιν ἡ τοῦ Χριστοῦ παρουσία καὶ εὐαγγελικὴ διδασκαλία. Ἵνα δὲ μὴ εἰς ὄγκον παρεκτείνω τὴν τῆς συντάξεως πραγματείαν, τούτοις ἀρκεσθήσομαι.
My discourse thus far shall be concerning the twenty heresies, and concerning the evangelical illumination of the world wrought subsequently, in brief, through Christ and His disciples. In accord with these things one may also gather and set side by side the prior oracles and prophecies from both the Law and the Psalms, and the sequences and courses of the other books; one can behold and grasp their exactness, that the advent and evangelical teaching of Christ is not spurious but true, proclaimed beforehand throughout all the Old Testament, and beyond doubt. Yet lest I stretch out the treatise of this compilation to excessive bulk, I shall content myself with these.
Προϊὼν δὲ ἐφεξῆς τὰς μετέπειτα τῷ βίῳ ἐπιφυείσας ἐπὶ κακῇ προφάσει δόξας ὁμοίως διαγράψω.
Advancing in order, I shall likewise delineate the opinions that sprang up afterwards in human life upon an evil pretext.
Αʹ. Καὶ ταῦτα γὰρ ἔνεστιν ἐν τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου διαλαμβάνοντα περὶ δεκατριῶν αἱρέσεων, ὧν πρώτη ἡ τοῦ Σίμωνος τοῦ Μάγου, ὃς εὐθὺς μετὰ Χριστὸν ἔτι κηρυσσόντων τῶν ἀποστόλων ἐφάνη, ἀφ' οὗ καὶ Σιμωνιανοὶ ἐκλήθησαν, οἱ τῇ αὐτοῦ αἱρέσει προσκείμενοι. Οὗτος ἐκ Σαμαρείας ὡρμᾶτο, κώμης Γιτθῶν, Χριστοῦ δὲ ὑπέδυεν ὄνομα μόνον. Ἔδειξε δὲ αισχροποιῗαν τὴν μίξιν μολυσμοῦ
1. For these matters too are contained in the second tome of the first book, treating of thirteen heresies, of which the first is that of Simon Magus, who appeared straightway after Christ while the apostles were still preaching, from whom also those attached to his heresy were called Simonians. This man hailed from Samaria, from the village of Gittha, and assumed only the name of Christ. And he taught shameless obscenity, a defiling intercourse of
Notes, col. 853

On the reading

Printed Ιούδαν, for Ἰούδαν.

Printed αισχροποιῗαν, for αἰσχροποιΐαν.

PG 42:856Read from the page
γυναικῶν ἀδιάφορον. Σωμάτων δὲ ἀπέβαλε τὴν ἀνάστασιν, καὶ τὸν κόσμον μὴ εἶναι Θεοῦ ἔλεγε. Εικόνα δὲ ἑαυτοῦ καὶ τῆς σὺν αὐτῷ πόρνης Ἑλένης ὡσεὶ Διὸς καὶ Ἀθηνᾶς παρεδίδου τοῖς ἑαυτοῦ μαθηταῖς εἰς προσκύνησιν. Ἔλεγε δὲ ἑαυτὸν Σαμαρείταις μὲν τὸν Πατέρα, Ἰουδαίοις δὲ τὸν Χριστόν.
women without distinction. And he rejected the resurrection of bodies, and said that the world is not of God. And he handed down an image of himself and of the harlot Helen who was with him, in the guise of Zeus and Athena, to his own disciples for worship. To the Samaritans he said that he himself was the Father, and to the Jews that he was the Christ.
Βʹ. Μενανδριανοὶ, οἱ ἀπὸ Μενάνδρου τινὸς, οὓς διέφερε μὲν κατά τι πρὸς τοὺς Σιμωνιανούς. Ἀπὸ ἀγγέλων δὲ ἔλεγε τὸν κόσμον γεγεννῆσθαι.
2. Menandrians, those stemming from a certain Menander, whom [who] differed in some respect from the Simonians; and he said that the world had been begotten by angels.
Γʹ. Σατορνιλιανοὶ, οἱ κατὰ τὴν Συρίαν τὴν τῶν Σιμωνιανῶν κρατύναντες αἰσχρουργίαν· ἕτερα δὲ παρὰ τοὺς Σιμωνιανοὺς εἰς ἔκπληξιν περιττοτέραν κηρύττοντες. Ἀπὸ δὲ Σατορνίλου τὴν ἀρχὴν ἐσχηκότες, ὃς καὶ αὐτὸς κατὰ Μένανδρον ὑπὸ ἀγγέλων τὸν κόσμον γεγεννῆσθαι ἔφασκε, μόνον δὲ ἑπτὰ παρὰ τὴν τοῦ ἄνω Πατρὸς γνώμην.
3. Satornilians, who in Syria strengthened the shameful practices of the Simonians, while proclaiming other things beyond the Simonians so as to arouse still greater astonishment. They took their origin from Satornilus, who himself, like Menander, alleged that the world had been begotten by angels, but by seven only, contrary to the mind of the Father on high.
Δʹ. Βασιλιδιανοὶ, τῆς αὐτῆς αἰσχρουργίας τελεσταὶ, ἀπὸ Βασιλίδου τε ἅμα Σατορνίλῳ, τοῖς Σιμωνιανοῖς καὶ Μενανδριανοῖς μεμαθητευμένου· τὰ ὅμοια μὲν φρονοῦντος, κατά τι δὲ διαφερομένου. Λέγει δὲ τριακοσίους ἑξήκοντα πέντε οὐρανοὺς εἶναι, καὶ τούτους ὀνόματα ἀγγελικὰ ἐκτίθησι· διὸ καὶ τὸν ἐνιαυτὸν τοσούτων ἡμερῶν εἶναι. Καὶ τὸ Ἀβρασὰξ ὄνομα τῆς αὐτῆς ψήφου εἶναι, καὶ εἶναι τριακοσίων ἑξηκονταπέντε, καὶ εἶναι τοῦτο τὸ ἅγιον ὄνομά φησι.
4. Basilidians, initiates of the same shameful practices, stemming from Basilides, who together with Satornilus had been a disciple of the Simonians and Menandrians; he held similar views, yet differed in some respect. He says that there are three hundred and sixty-five heavens, and he sets forth angelic names for them; wherefore the year also consists of so many days. And he says that the name Abrasax is of the same numerical value, amounting to three hundred and sixty-five, and that this is the holy name.
Εʹ. Νικολαῗται, ἀπὸ Νικολάου τοῦ ἐπὶ ταῖς χήραις ὑπὸ τῶν ἀποστόλων ταχθέντος, διὰ ζῆλον τῆς ἰδίας γαμετῆς τὴν αἰσχρουργίαν ἅμα τοῖς ἄλλοις ἐπιτελεῖν τοὺς ἑαυτοῦ μαθητὰς διδάξας. Καὶ περὶ τοῦ Καυλακαὰκ, καὶ Προυνίκου, καὶ ἄλλων βαρβαρικῶν ὀνομάτων εἰσηγησάμενος.
5. Nicolaitans, stemming from Nicolaus who was appointed over the widows by the apostles, having taught his own disciples, out of jealousy over his own wife, to practise shameful lewdness with others; and having also introduced teaching concerning Caulacaac, and Prunicus, and other barbaric names.
Ϛʹ. Γνωστικοὶ, τὰς αὐτὰς αἱρέσεις διαδεξάμενοι, πλέον καὶ αὐτοὶ πάντων τὴν αἰσχρότητα ἐμ-
6. Gnostics, who succeeded to the same heresies, themselves practising baseness more furiously than all
Notes, col. 856

On the reading

Printed Εικόνα, for Εἰκόνα.

Printed οὓς, for ὃς.

Printed Νικολαῗται, for Νικολαΐται.