Migne Reading Room

PG 42 · cols. 821–832 · Read from the page

Expositio Fidei Catholicae et Apostolicae Ecclesiae (De Fide)

Expositio Fidei Catholicae et Apostolicae Ecclesiae (De Fide)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:821Read from the page
τε βίβλους διείλομεν τὴν πᾶσαν πραγματείαν· ἐν ἑκάστῳ δὲ βιβλίῳ περὶ πόσων καὶ ποίων εἰρήκαμεν· ὡς καὶ ἐνταῦθα πάλιν ἐπιμνημονεύσας ὁμοίως ὑποδείκνυμι, εἰς ὠφέλειαν πανταχόθεν τῶν ἐντυγχανόντων.
books also we divided the whole treatise, and in each book concerning how many and what sorts we spoke; as here also, calling them to mind again, I likewise point out for the benefit on every side of the readers.
Κʹ. Καὶ εἰσὶ μὲν βιβλία τρία, τόμοι ἑπτά. Καὶ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ αἱρέσεις μϛʹ, κατὰ ἀριθμὸν ὀνομάτων ἐγκείμεναι, καὶ κατὰ εἱρμὸν πρώτης καὶ δευτέρας ἕως τῆς τελευταίας τυχούσης βίβλου ἐγκειμένης· ὅτι ἡ μὲν πρώτη βίβλος ἔχει αἱρέσεις μϛʹ ἐν τόμοις τρισί. Ἡ δὲ δευτέρα βίβλος αἱρέσεις κγʹ, ἐν τήμοις δυσίν. Ἡ δὲ τρίτη βίβλος αἱρέσεις ιαʹ, ἐν τόμοις δυσίν. Πάντες τοίνυν οἱ τῷ πονήματι ἡμῶν συμπονοῦντες, καὶ σπουδάσματι ἐντυγχάνειν μακροθυμοῦντες, διερχόμενοί τε, παρακλήθητε καὶ ἀξιώθητε τὴν ὠφέλειαν ἐπικερδῆσαι, τὰ δὲ ἀηδῆ τῶν αἱρέσεων ἀπὸ τοῦ νηὸς ἀποτρέψαι. Οὐ γὰρ εἰς βλάβην ἀπεκαλύψαμεν, ἀλλ' εἰς ὠφέλειαν καὶ παρατήρησιν τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγὴν τῶν προειρημένων. Διελθόντες δὲ τὸν πάντα κάματον ἢ καὶ μέρη, ὑπὲρ ἡμῶν εὔξασθε καὶ καταξιώσατε ἵνα ὁ Θεὸς δώῃ μέρος ἡμῖν ἐν τῇ ἁγίᾳ καὶ μόνῃ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ καὶ ἀληθινῇ καὶ ζωτικῇ καὶ σωτηριώδει, καὶ ῥύσηται ἡμᾶς ἀπὸ πάσης αἱρέσεως· καὶ εἴ τι ὡς ἄνθρωποι μὴ δυνάμενοι ἐπὶ τὸ πέρας ἀποτεινόμενοι τῆς ἀκαταλήπτου καὶ ἀνεκδιηγήτου θεότητος, ἀλλ' ὡς στενοχωρούμενοι εἰς ἀπηλογίαν, ὑπὲρ Θεοῦ διηγήσασθαι ἀνθρωπίνως ἠναγκασμένοι τόλμῃ ἠνέχθημεν, συγγνωμονοῦντος τοῦ Θεοῦ καὶ ὑμεῖς αὐτοὶ συγγνωμονήσατε. Καὶ πάλιν ὑπερεύχεσθε, ἵνα ὁ Κύριος ἣν ᾐτησάμεθα μερίδα ἡμῖν δώῃ ἐν τῇ ἁγίᾳ αὐτοῦ πίστει καὶ μόνῃ ἀπηλλαγμένῃ πάσης ἐναντιότητος, καὶ τῶν ἰδίων ἁμαρτημάτων πολλῶν ὄντων συγχώρησιν ποιήσηται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματι εἰς αἰῶνας. Ἀμήν.
20. And there are three books, seven tomes. And in the first book forty-six heresies lie set down by number of names, and in the sequence of first and second up to the last book as it stands recorded: for the first book contains forty-six heresies in three tomes; the second book, twenty-three heresies in two tomes; and the third book, eleven heresies in two tomes. All you, therefore, who share in the toil of our labour, and patiently endure to read and traverse our study, be entreated and counted worthy to gain its profit, and to avert from your mind the unsavoury matters of the heresies. For not unto harm did we uncover them, but for profit and watchfulness, so as not to fall into the allurement of the aforesaid. When you have gone through our whole toil or even parts of it, pray on our behalf and vouchsafe to ask that God grant us a portion in the holy and sole catholic and apostolic Church, true, life-giving, and saving, and deliver us from every heresy; and if in anything, as mere men unable to reach to the utmost bound of the incomprehensible and ineffable Godhead, yet hard-pressed to make a defence and compelled to expound concerning God in human fashion, we have been carried into boldness, may you yourselves also grant indulgence as God grants indulgence. And again intercede in prayer, that the Lord may grant us the portion we have sought in His holy faith, which alone is free from all opposition, and may grant forgiveness of our own sins, which are many, in Christ Jesus our Lord: through Whom and with Whom be glory to the Father with the Holy Spirit unto the ages. Amen.
ΚΑʹ. Καὶ ἃ μὲν περὶ πίστεως ἔχει αὕτη ἡ μόνη καθολικὴ Ἐκκλησία, καὶ περιστερὰ ἄκακος, μία οὖσα τῷ ἀνδρὶ αὐτῆς, ὡς λέγει· Μία ἐστὶ περιστερά μου, καὶ ὁμοίως περὶ τῶν ἀμυθήτων νεανίδων ὧν οὐκ ἔστιν ἀριθμός, συντόμως ἔφημεν· περί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ὁμοουσιότητος, καὶ περὶ τῆς ἐνσάρκου Χριστοῦ καὶ τελείας παρουσίας, καὶ ἄλλων μερῶν τῆς πίστεως· περὶ θεσμῶν δὲ τῆς αὐτῆς ἐν ὀλίγῳ μέν μοί ἐστι πάλιν ἀνάγκη
21. What this sole catholic Church—the guileless dove, who is one unto her husband, as He says, My dove is one, and likewise concerning the innumerable maidens of whom there is no number—holds concerning the faith, we have stated concisely: both concerning the consubstantiality of Father and Son and Holy Spirit, and concerning the incarnate and perfect advent of Christ, and other parts of the faith; but concerning her ordinances also it is again necessary for me in brief
Notes, col. 821

On the reading

Printed τήμοις, for τόμοις.

Printed νηὸς, for νοὸς.

Printed ἀπηλογίαν, for ἀπολογίαν.

PG 42:824Read from the page
παραθέσθαι τῶν αὐτῶν θεσμῶν ἀπὸ μέρους τὸ εἶδος, ὅσαπερ φύσει πεφύλακται ἐν αὐτῇ καὶ φυλάσσεται, τὰ μὲν ἐκ προστάγματος, τὰ δὲ κατὰ ἀποδοχὴν προαιρέσεως, τοῦ Θεοῦ χαίροντος ἐπὶ τῇ ἀρετῇ τῆς αὐτοῦ διδασκαλίας. Καὶ πρῶτον μὲν κρηπὶς καί, ὡς εἰπεῖν, βαθμὸς ἐν αὐτῇ ἡ παρθενία, ἀσκουμένη τε καὶ φυλαττομένη παρὰ πολλοῖς καὶ ἐνδοξαζομένη. Συνέπεται δὲ τῇ αὐτῇ παρθενίᾳ ἡ μονότης, παρὰ πλείοσι τῶν μοναζόντων καὶ μοναζουσῶν. Μετὰ ταύτην ἐγκράτεια ἐπὶ τὸν αὐτὸν δρόμον τεθεμελιωμένη. Ἔπειτα δὲ χηροσύνη μετὰ πάσης προσοχῆς καὶ ἀχράντου συναναστροφῆς. Ταύταις δὲ ταῖς τάξεσιν ἀκόλουθος ὁ σεμνὸς γάμος ἐν μεγάλῃ τιμῇ, ὁ ἐν μονογαμίᾳ μάλιστα καὶ παραφυλακῇ ἐνταλμάτων. Εἰ δέ τις τελευτησάσης τῆς αὐτοῦ γυναικός, ἢ ἀνδρὸς τελευτήσαντος τῆς τινος γυναικός, ἐφίεται δευτέρᾳ συναφθῆναι ἢ δευτέρῳ μετὰ θάνατον τοῦ πρώτου ἢ τῆς πρώτης. Στεφάνη δὲ τούτων πάντων ἢ μήτηρ, ὡς εἰπεῖν, καὶ γεννήτρια ἡ ἁγία ἱερωσύνη, ἐκ μὲν παρθένων τὸ πλεῖστον ὁρμωμένη· εἰ δὲ οὐκ ἐκ παρθένων, ἐκ μοναζόντων· εἰ δὲ μὴ εἶεν ἱκανοὶ εἰς ὑπηρεσίαν ἀπὸ μοναζόντων, ἐξ ἐγκρατευομένων τῶν ἰδίων γυναικῶν, ἢ χηρευσάντων ἀπὸ μονογαμίας. Δευτερόγαμον δὲ οὐκ ἔξεστι δέχεσθαι ἐν αὐτῇ εἰς ἱερωσύνην, κἄν τε ἐγκρατευόμενος εἴη χῆρος ἀπαρχῆς τάξεως ἐπισκόπου καὶ πρεσβυτέρου καὶ διακόνου καὶ ὑποδιακόνου. Μετὰ ταύτην τὴν ἱερωσύνην λοιπὸν ἀναγνωστῶν τάγμα ἐξ ὅλων τῶν ταγμάτων, τουτέστι παρθένων καὶ μοναζόντων καὶ ἐγκρατευομένων καὶ χηρευσάντων καὶ τῶν ἔτι ἐν σεμνῷ γάμῳ. Εἰ δὲ εἴη ἀνάγκη, καὶ ἀπὸ τῶν μετὰ θάνατον τῆς πρώτης γυναικὸς δευτέρᾳ συναφθέντων· καὶ γὰρ οὐκ ἔστιν ἱερεὺς ὁ ἀναγνώστης, ἀλλ' ὡς γραμματεὺς τοῦ λόγου. Καὶ διακόνισσαι δὲ καθίστανται εἰς ὑπηρεσίαν
to set forth in part the form of these same ordinances, whatever has by nature been kept in her and is still kept, some by commandment and some by acceptance of free choice, God rejoicing in the virtue of His teaching. And first, the foundation and, so to speak, the stepping-stone in her is virginity, practised and guarded among many and held in glory. Closely following this same virginity is the solitary life, among the greater part of monks and nuns. After this comes continence, grounded upon the same course. Next comes widowhood, with all heedfulness and undefiled conduct. Consequent upon these orders is honourable marriage in great honour, especially that in single marriage and observance of the precepts. Yet if anyone, when his wife has died, or when the husband of some woman has died, it is permitted to be joined to a second wife or a second husband after the death of the first husband or the first wife. And the crown of all these—or, so to speak, the mother and begetter—is the holy priesthood, drawn for the most part from virgins; or if not from virgins, from monks; and if there should not be enough from monks for the ministry, from those who abstain from their own wives, or who have remained widowers after a single marriage. One twice married, however, it is not lawful to receive in her into the priesthood, even if he should be continent or a widower—he is debarred from the order of bishop and presbyter and deacon and subdeacon. After this priesthood comes next the order of readers from all the orders—that is, virgins and monks and the continent and widowers and those still in honourable marriage. And if there should be necessity, even from those joined to a second wife after the death of the first wife; for the reader is not a priest, but as a scribe of the word. Deaconesses also are appointed for the ministry
PG 42:825Read from the page
γυναῖκῶν μόνον, διὰ τὴν σεμνότητα, ἂν χρεία κατασταίη, λουτροῦ ἕνεκα ἢ ἐπισκέψεως σωμάτων. Καὶ αὗται δὲ μονόγαμοι ἐγκρατευσάμεναι, ἢ χηρεύσασαι ἀπὸ μονογαμίας, ἢ ἀειπάρθενοι οὖσαι. Εἶθ' ἑξῆς τούτων, ἐπορκισταὶ καὶ ἑρμηνευταὶ γλώσσης εἰς γλῶσσαν, ἢ ἐν ταῖς ἀναγνώσεσιν, ἢ ἐν ταῖς προσομιλίαις. Λοιπὸν δὲ καὶ κοπιαταί, οἱ τὰ σώματα περιστέλλοντες τῶν κοιμωμένων, καὶ θυρωροὶ καὶ ἡ πᾶσα εὐταξία.
of women only, on account of modesty, should need arise, either for the sake of the laver or for the inspection of bodies. And these also are wives of one husband who practise continence, or widows after a single marriage, or perpetual virgins. Next after these come exorcists and interpreters from tongue to tongue, whether in the readings or in the homilies. Finally there are also grave-diggers, who lay out the bodies of those who have fallen asleep, and doorkeepers, and the whole well-ordered array.
ΚΒʹ. Συνάξεις δὲ ἐπιτελούμεναι ταχθεῖσαί εἰσιν ἀπὸ τῶν ἀποστόλων τετράδι καὶ προσαββάτῳ καὶ Κυριακῇ· τετράδι δὲ καὶ ἐν προσαββάτῳ ἐν νηστείᾳ ἕως ὥρας ἐνάτης, ἐπειδήπερ ἐπιφωσκούσῃ τετράδι συνελήφθη ὁ Κύριος καὶ τῷ προσαββάτῳ ἐσταυρώθη· καὶ παρέδωκαν οἱ ἀπόστολοι ἐν ταύταις νηστείας ἐπιτελεῖσθαι, πληρουμένου τοῦ ῥητοῦ, ὅτι Ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος,
22. Assemblies celebrated have been appointed by the apostles on Wednesday, on the day before the Sabbath, and on the Lord's Day; on Wednesday and on the day before the Sabbath in fasting until the ninth hour, since as Wednesday dawned the Lord was arrested and on the day before the Sabbath He was crucified; and the apostles handed down that fasts should be celebrated on these days, the saying being fulfilled: When the bridegroom shall be taken away from them,
Notes, col. 825

On the reading

Printed γυναῖκῶν, for γυναικῶν.

PG 42:828Read from the page
τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. Καὶ οὐχ ἵνα χάριν ποιήσωμεν τῷ ὑπὲρ ἡμῶν πεπονθότι, ἡ νηστεία ἡμῖν προστέτακται· ἀλλ' ὅπως ὁμολογήσωμεν εἰς ἡμῶν σωτηρίαν τὸ τοῦ Κυρίου πάθος, ὃ ὑπὲρ ἡμῶν αὐτὸς ἀνεδέξατο· καὶ ὅπως ὑπὲρ τῶν ἡμῶν ἁμαρτιῶν αἱ νηστεῖαι ἡμῖν εὐλόγιστοι Θεῷ γένωνται. Καὶ δι' ὅλου μὲν τοῦ ἔτους ἡ νηστεία φυλάττεται ἐν τῇ αὐτῇ ἁγίᾳ καθολικῇ Ἐκκλησίᾳ, φημὶ δὲ τετράδι καὶ προσαββάτῳ ἕως ὥρας ἐνάτης, δίχα μόνης τῆς Πεντηκοστῆς ὅλης τῶν πεντήκοντα ἡμερῶν, ἐν αἷς οὔτε γονυκλισίαι γίνονται, οὔτε νηστεία προστέτακται· ἀντὶ δὲ τῶν πρὸς τὴν ἐνάτην συνάξεων τετράδων καὶ προσαββάτων, ὡς ἐν ἡμέρᾳ Κυριακῇ κατὰ τὰς πρωϊνὰς αἱ συνάξεις ἐπιτελοῦνται. Ἔτι δὲ ἐν ταῖς νʹ ἡμέραις, αἷς προεῖπον, τῆς Πεντηκοπτῆς οὐκ ἔστιν οὔτε νηστεία· οὔτε ἐν τῇ ἡμέρᾳ τῶν Ἐπιφανίων, ὅτε ἐγεννήθη ἐν σαρκὶ ὁ Κύριος, ἔξεστι νηστεῦσαι, κἄν τε περιτύχῃ τετρὰς ἢ προσάββατον. Προαιρέσει δὲ ἀγαθῇ οἱ αὐτῆς ἀσκηταὶ διαπαντός, χωρὶς Κυριακῆς καὶ Πεντηκοστῆς, νηστεύουσι, καὶ ἀγρυπνίας διαπαντὸς ἐπιτελοῦσι. Τὰς δὲ Κυριακὰς ἁπάσας τρυφερὰς ἡγεῖται ἡ ἁγία αὕτῃ καθολικὴ Ἐκκλησία, καὶ συνάξεις ἀφ' ἕωθεν ἐπιτελεῖ, οὐ νηστεύει. Ἀνακόλουθον γάρ ἐστιν ἐν Κυριακῇ νηστεύειν. Τὴν δὲ Τεσσαρακοστὴν τὴν πρὸ τῶν ἑπτὰ ἡμερῶν τοῦ ἁγίου Πάσχα ὡσαύτως φυλάττειν εἴωθεν ἡ αὐτὴ Ἐκκλησία, ἐν νηστείαις διατελοῦσα· τὰς δὲ Κυριακὰς οὐδ' ὅλως, οὔτε ἐν αὐτῇ τῇ Τεσσαρακοστῇ. Τὰς δὲ ἓξ ἡμέρας τοῦ Πάσχα ἐν ξηροφαγίᾳ διατελοῦσι πάντες οἱ λαοί· φημὶ δὲ ἄρτῳ καὶ ἁλὶ καὶ ὕδατι τότε χρώμενοι πρὸς ἑσπέραν. Ἀλλὰ καὶ οἱ σπουδαῖοι διπλᾶς καὶ τριπλᾶς καὶ τετραπλᾶς ὑπερτίθενται, καὶ ὅλην τὴν ἑβδομάδα τινὲς ἄχρι ἀλεκτρυόνων κλαγγῆς τῆς Κυριακῆς ἐπιφωσκούσης. Ἀγρυπνίας δὲ διατελοῦσι τὰς ἕξ· πάλιν δὲ συνάξεις ἐπιτελοῦσι τὰς αὐτὰς ἕξ, καὶ ὅλην τὴν Τεσσαρακοστὴν ἀπὸ ἐνάτης ἕως ἑσπέρας. Ἔν τισι δὲ τόποις τὴν μετὰ τὴν πέμπτην ἀγρυπνοῦσιν ἐπιφώσκουσαν εἰς τὸ προσάββατον καὶ τὴν Κυριακὴν μόνας. Ἔν τισι δὲ τόποις λατρεία οἰκονομίας ἐν τῇ πέμπτῃ γίνεται ὥρᾳ ἐνάτῃ· καὶ οὕτως ἀπολύει, μενόντων ἐν τῇ αὐτῇ ξηροφαγίᾳ. Ἐν ἄλλοις δὲ τόποις οὐ γίνεται λατρεία τῆς οἰκονομίας ἢ μόνον ἐπιφωσκούσης τῆς Κυριακῆς, ὅτε ἀπολύει περὶ τὴν τῶν ἀλεκτρυόνων κλαγγὴν ἐν τῇ ἀναστασίμῳ ἡμέρᾳ, καὶ πανηγύρει μεγάλῃ ἡμέρᾳ τοῦ Πάσχα, ὡς προστέτακται. Τὰ δ' ἄλλα μυστήρια περὶ λουτροῦ καὶ τῶν ἔνδοθεν μυστηρίων, ὡς ἔχει ἡ παράδοσις τοῦ τε Εὐαγγελίου καὶ τῶν ἀποστόλων, οὕτως ἐπιτελεῖται.
then shall they fast in those days. And not to confer a favour upon Him Who suffered on our behalf has fasting been enjoined upon us, but so that we may confess unto our salvation the passion of the Lord, which He Himself took upon Himself on our behalf, and so that our fasts may prove acceptable to God for our sins. And throughout the whole year fasting is observed in the same holy catholic Church—I mean on Wednesday and the day before the Sabbath until the ninth hour—except alone the whole Pentecost of the fifty days, during which neither are kneelings made, nor is fasting enjoined; and in place of the ninth-hour assemblies of Wednesdays and days before the Sabbath, the assemblies are celebrated in the morning hours as on the Lord's Day. Furthermore, during the fifty days of Pentecost, of which I spoke before, there is no fasting at all; nor on the day of Epiphany, when the Lord was born in the flesh, is it lawful to fast, even if Wednesday or the day before the Sabbath should fall upon it. Yet by voluntary devotion her ascetics fast continually, except on the Lord's Day and Pentecost, and keep vigils continually. All the Lord's Days, however, this holy catholic Church regards as festal, and she celebrates assemblies from dawn and does not fast; for it is incongruous to fast on the Lord's Day. The Forty Days before the seven days of holy Pascha the same Church is likewise accustomed to observe, persevering in fasts—yet on the Lord's Days not at all, not even during the Forty Days itself. During the six days of Pascha all the peoples continue in dry diet—I mean partaking then of bread and salt and water towards evening. Moreover, the zealous also extend their fasts over two, three, and four days, and some through the whole week until cock-crow as the Lord's Day dawns. They keep vigils through the six days; and again they celebrate assemblies on the same six days, and throughout the whole Forty Days, from the ninth hour until evening. In some places they keep vigil only on the night after Thursday dawning into the day before the Sabbath, and on that dawning into the Lord's Day. In some places the liturgy of the dispensation takes place on Thursday at the ninth hour, and thus dismisses the congregation, while they remain in the same dry diet. In other places the liturgy of the dispensation does not take place save only as the Lord's Day dawns, when dismissal is made about cock-crow on the day of the Resurrection and the great festival day of Pascha, as has been enjoined. The other mysteries, concerning the laver and the inner mysteries, are celebrated thus according as the tradition of the Gospel and of the apostles holds.
Notes, col. 828

On the reading

Printed Πεντηκοπτῆς, for Πεντηκοστῆς.

Printed αὕτῃ, for αὕτη.

PG 42:829Read from the page
ΚΓʹ. Ἐπὶ δὲ τῶν τελευτησάντων, ἐξ ὀνόματος τὰς μνήμας ποιοῦνται, προσευχὰς τελοῦντες καὶ λατρείας καὶ οἰκονομίας· ἑωθινοί τε ὕμνοι ἐν αὐτῇ τῇ ἁγίᾳ Ἐκκλησίᾳ διηνεκεῖς γίνονται καὶ προσευχαὶ ἑωθιναί, λυχνικοί τε ἅμα ψαλμοὶ καὶ προσευχαί. Τινὲς δὲ τῶν μοναζόντων αὐτῆς κατοικοῦσι τὰς πόλεις, τινὲς δὲ καὶ ἐν μοναστηρίοις καθέζονται, καὶ ἀπὸ μήκοθεν ἀναχωροῦσιν. Ἤρεσε δέ τισι καὶ κόμας ἔχειν τριχῶν ἕνεκεν δῆθεν πολιτείας, ἀπ' ἰδίου νοός, οὐ τοῦ Εὐαγγελίου προστάξαντος, οὐ τῶν ἀποστόλων δεξαμένων· ὁ γὰρ ἅγιος ἀπόστολος Παῦλος ἀπέκαψε τοῦτο τὸ σχῆμα. Εἰσὶ δὲ πολιτεῖαι ἄλλοι ἐξαίρετοι ἐν τῇ αὐτῇ καθολικῇ Ἐκκλησίᾳ φυλαττόμεναι· φημὶ δὲ τοῦ ἀπέχεσθαι κρεῶν πάντων, τετραπόδων τε καὶ ὀρνέων καὶ ἰχθύων, ὠοῦ τε καὶ τυροῦ· καὶ ἕτεραι διάφοροι πολιτεῖαι, ὅτι ἕκαστος κατὰ τὸν ἴδιον κάματον μισθὸν λήψεται· καὶ οἱ μὲν ἀπέχονται πάντων τούτων, οἱ δὲ τετραπόδων μόνων, λαμβάνουσι δὲ ὀρνέων καὶ τὰ μετέπειτα· ἕτεροι δὲ καὶ ὀρνέων ἀπέχονται, λαμβάνουσι δὲ ὠῶν καὶ ἰχθύων· ἕτεροι δὲ οὐδὲ ὠῶν λαμβάνουσιν· ἄλλοι δὲ ἰχθύων ἀπέχονται, τυροῦ δὲ λαμβάνουσιν· ἕτεροι δὲ οὐδὲ τυροῦ λαμβάνουσιν. Ἤδη δὲ καὶ ἄλλοι ἄρτου ἀπέχονται, ἕτεροι δὲ καὶ ἀκροδρύων καὶ ἑψημάτων. Πολλοὶ δὲ καὶ χαμευνοῦσιν, ἄλλοι δὲ οὐδὲ ὑποδέννυνται, ἄλλοι δὲ σάκκον φοροῦσι κεκρυμμένον, οἱ καλῶς φοροῦντες δι' ἀρετὴν καὶ μετάνοιαν· ἀπρεπὲς γάρ ἐστιν ἐν προφανεῖ σάκκῳ προϊέναι, ὥς τινες οὕτω πράττουσιν. Ἀπρεπὲς δέ, ὡς ἔφημεν, καὶ τὸ κλοιοῖς προϊέναι, ὥς τισιν ἔδοξεν· οἱ πλείους δὲ βαλανείου ἀπέχονται. Καί τινες ἀπετάξαντο τῷ βίῳ, τέχνας λεπτὰς καὶ ἀπράγμονας ἑαυτοῖς ἐπινοήσαντες, ἵνα μὴ ἀργὸν βίον διατελῶσι, μηδὲ τὸν ἄρτον βεβαρημένον ἐσθίωσιν. Ἐν ψαλμῳδίαις δὲ οἱ πλείους, καὶ εὐχαῖς διηνεκέσιν, ἀναγνώσεσί τε Γραφῶν ἁγίων καὶ ἀποστηθισμοῖς ἀσκοῦνται.
23. As regards those who have died, they make commemorations by name, performing prayers and liturgies and dispensations; morning hymns also are celebrated continually in the same holy Church and morning prayers, and at the same time lamp-lighting psalms and prayers. Some of her monks inhabit the cities, while some also abide in monasteries and withdraw afar off. It has pleased some also to wear long locks of hair, supposedly for the sake of a way of life, out of their own mind, without the Gospel having commanded it or the apostles having received it; for the holy apostle Paul cut off this fashion. There are also other choice ways of life observed in the same catholic Church—I mean abstaining from all meats, both of quadrupeds and of birds and of fishes, and from eggs and cheese—and other diverse ways of life, because each shall receive his reward according to his own toil. And some abstain from all these, while others abstain from quadrupeds alone, yet partake of birds and what follows; others abstain from birds also, yet partake of eggs and fishes; others do not partake even of eggs; others abstain from fishes, yet partake of cheese; others do not partake even of cheese. Further, others abstain from bread also, and others from tree-fruits and boiled dishes. Many also sleep upon the ground, others go unshod, and others wear sackcloth concealed—those who wear it nobly for the sake of virtue and repentance; for it is unseemly to go abroad in visible sackcloth, as some do. Unseemly also, as we said, is going abroad in collars, as has seemed fit to some; and the greater part abstain from the bath. And some have renounced the world, devising for themselves light and unburdensome crafts, so that they may not spend an idle life, nor eat bread that burdens anyone. And the greater part train themselves in psalmody, unceasing prayers, readings of the holy Scriptures, and recitations by heart.
ΚΔʹ. Περὶ δὲ ξενοδοχίας καὶ φιλανθρωπίας ἐλεημοσύνης τε εἰς πάντας, πᾶσιν ὁ τῆς ἁγίας ταύτης καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας καρπὸς κεκήρυκται. Τὸ δὲ λουτρὸν ἔχει ἀντὶ τῆς παλαιωθείσης περιτομῆς ἐν Χριστῷ· διαναπαύεται ἐν τῷ μεγάλῳ σαββάτῳ, ἀντὶ τοῦ μικροῦ σαββάτου. Ἀπέχεται κοινωνίας ἁπάντων αἱρέσεων· ἀποκηρύττει πορνείαν, καὶ μοιχείαν, καὶ ἀσέλγειαν, καὶ εἰδωλολατρείαν, καὶ φόνον. καὶ πᾶσαν παρανομίαν, καὶ μαγείαν, καὶ φαρμακείαν, ἀστρονομίαν, κληδονισμούς, παλμῶν
24. Concerning hospitality and humane kindness and almsgiving towards all, the fruit of this holy catholic and apostolic Church has been proclaimed to all. She holds the laver in Christ in place of the obsolete circumcision; she rests in the Great Sabbath in place of the lesser Sabbath. She abstains from communion with all heresies; she bans fornication, and adultery, and licentiousness, and idolatry, and murder, and all lawlessness, and magic, and sorcery, astrology, omens from sounds, and the of twitchings
Notes, col. 829

On the reading

Printed ἀπέκαψε, for ἀπέκοψε.

Printed ἄλλοι, for ἄλλαι.

Printed ἁπάντων αἱρέσεων, for ἁπασῶν αἱρέσεων.

PG 42:832Read from the page
παρατηρήσεις, ἐπαοιδίας, περίαπτα, τὰ δὴ καλούμενα φυλακτήρια. Ἀποκηρύσσει θέατρα, καὶ ἱππικούς, καὶ κυνήγια, μουσικούς τε καὶ πᾶσαν κακολογίαν καὶ καταλαλιάν, καὶ πᾶσαν μάχην, καὶ βλασφημίαν, ἀδικίαν τε καὶ πλεονεξίαν, καὶ τοκοληψίαν. Πραγματευτὰς οὐκ ἀποδέχεται, ἀλλὰ ὑποδεεστέρους πάντων ἡγεῖται. Προσφορὰς λαμβάνει παρὰ τῶν οὐκ ἀδικούντων, οὐδὲ παρανομούντων, ἀλλὰ δικαίως βιούντων. Εὐχὰς δὲ ἐνδελεχῶς προστάσσεται μετὰ πάσης πυκνότητος καὶ ἐκτενείας, καὶ γονυκλισίας ἐν ταῖς τεταγμέναις ἡμέραις, νύκτωρ καὶ μεθ' ἡμέραν ἀναπέμπειν Θεῷ. Ἔν τισι δὲ τόποις καὶ ἐν τοῖς σάββασι συνάξεις ἐπιτελοῦσιν· οὐ πάντῃ δέ, ἀλλὰ παρὰ τοῖς ἀκρέμοσι φυλάσσεται τὸ μὴ ὀμνύναι ὅλως, μηδὲ λοιδορήσασθαι, μηδὲ καταρᾶσθαι, ἐκ προστάγματος αὐτοῦ τοῦ Σωτῆρος, μήτε μὴν ψεύσασθαι ὅσον κατὰ τὸ δυνατόν. Οἱ πλείους δὲ πιπράσκουσι τὰ ὑπάρχοντα καὶ διδόασι πτωχοῖς.
observations, incantations, amulets—that is, so-called phylacteries. She bans theatres, and horse-races, and hunting-shows, and musicians, and all evil-speaking and backbiting, and all strife, and blasphemy, injustice and covetousness, and usury. Traders she does not approve, but deems them inferior to all. Oblations she receives from those who wrong no one, nor transgress the law, but live righteously. Prayers she commands to be sent up unceasingly to God with all frequency and fervour, and with kneeling on the appointed days, by night and by day. In some places they celebrate assemblies on Sabbaths also; not everywhere, however, but among the foremost is observed the rule not to swear at all, nor to revile, nor to curse, by commandment of the Saviour Himself, nor indeed to utter falsehood so far as possible. And the greater part sell their possessions and give to the poor.
ΚΕʹ. Οὗτος ὁ χαρακτὴρ ταύτης τῆς ἁγίας μετὰ τῆς προδηλωθείσης πίστεως, καὶ οὗτοι οἱ θεσμοὶ ἐν αὐτῇ ἀναφέρονται. Οὗτος γάρ ἐστιν ὁ χαρακτὴρ τῆς Ἐκκλησίας, ἀπὸ νόμου καὶ προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν συνηγμένος· ὥσπερ ἐκ πολλῶν μυρίων ἀντίδοτος ἀγαθὴ τοῖς χρωμένοις εἰς σωτηρίαν κατεσκευασμένη ἐκ θελήματος Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Οὗτοι οἱ χαρακτῆρες τῆς σεμνῆς ταύτης νύμφης Χριστοῦ. Αὕτη ἡ προὶξ καὶ διαθήκη κληρονομίας καὶ βούλημα τοῦ αὐτῆς νυμφίου καὶ ἐπουρανίου Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμή, κράτος σὺν ἁγίῳ Πνεύματι εἰς αἰῶνας αἰώνων. Ἀμήν.
25. This is the character of this holy Church together with the faith declared above, and these are the ordinances recorded in her. For this is the character of the Church, gathered together from the Law and the Prophets and the Apostles and the Evangelists—just as out of many unguents a noble antidote has been compounded unto salvation for those who use it, by the will of Father and Son and Holy Spirit. These are the marks of this venerable bride of Christ. This is the dowry and covenant of inheritance and resolve of her heavenly Bridegroom Jesus Christ our Lord: through Whom and with Whom be glory, honour, and might to the Father with the Holy Spirit unto ages of ages. Amen.
Πάντες οἱ παρ' ἡμῖν ἀδελφοὶ προσαγορεύουσιν ὑμῶν τὴν τιμιότητα, μάλιστα Ἀνατόλιος, ὁ διά τε σημείων καὶ σχεδαρίων τῶν κατὰ τῶν αἱρέσεων τούτων τῶν ὀγδοήκοντά φημι, μετὰ πολλοῦ καμάτου καὶ προαιρέσεως καλλίστης γράψαι καὶ διορθώσασθαι καταξιωθείς· ἅμα τε καὶ Ὑπάτιος ὁ τιμιώτατος συνδιάκονος, ὁ τὴν μεταγραφὴν ἀπὸ τῶν σχεδαρίων ἐν τετράσι ποιησάμενος· ὑπὲρ ὧν καὶ εὔχεσθαι καταξιώσατε, τιμιώτατοι καὶ ποθεινότατοι ἀδελφοί, ὡς ἀληθῶς. Ἡ εἰρήνη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ χάρις καὶ ἡ ἀλήθεια, κατὰ τὸ αὐτοῦ πρόσταγμα μετὰ πάντων ὑμῶν, φιλοκαλώτατοι, ἀγαπητοὶ ἀδελφοί. Ἀμήν.
All the brethren with us salute your reverence, and above all Anatolius, who was counted worthy with much toil and most noble devotion to take down and revise both in shorthand signs and on draft leaves these discourses against the heresies—I mean the eighty—together also with Hypatius, our most reverend fellow-deacon, who made the fair copy from the draft leaves in quaternions; on whose behalf also vouchsafe to pray, most reverend and truly most longed-for brethren. The peace of our Lord Jesus Christ, and grace and truth, according to His commandment, be with you all, most noble-minded and beloved brethren. Amen.