ἀληθινῶς σὺν ὀστέοις καὶ νεύροις καὶ πᾶσι τοῖς ἡμετέροις, μηδὲν ἀφ' ἡμῶν διηλλαγμένος, ἢ μόνον τὸ ἔνδοξον τῆς αὐτοῦ ἁγιότητος καὶ θεότητος, καὶ σκεύους ἁγιωσύνης καὶ δικαιοσύνης, καὶ ἀναμαρτήτως τὰ πάντα τελείως ἔχων, καὶ ἐσχηκὼς ψυχὴν τὴν ἀνθρωπίνην ἐν ἀληθείᾳ, νοῦν τὸν ἀνθρώπινον ἐν ἀληθείᾳ, οὐχ ὡς ἡμῶν διαβεβαιουμένων τὸν νοῦν εἶναι ὑπόστασιν, καθὼς ἄλλοι λέγουσι. Τὰ πάντα δὲ μὴ χρανθέντα ἐν ἁμαρτίᾳ, στόμα μὴ ψευσάμενον, χείλη μὴ λαλήσαντα δόλον, καρδίαν μὴ κλίνασαν εἰς ἐρεθισμὸν, νοῦν μὴ ἐκτραπέντα εἰς ἃ μὴ χρὴ, σάρκα μὴ τὰ σαρκὸς ἡδονῆς ἐργασαμένην. Τέλειος ἄνωθεν Θεὸς, οὐκ ἐλθὼν κατοικῆσαι ἐν ἀνθρώπῳ, ἀλλ' αὐτὸς ὁ Λόγος ἐνανθρωπήσας, οὐ τραπεὶς τὴν φύσιν, συμπεριειληφὼς ἅμα τῇ θεότητι τὴν ἰδίαν ἐνανθρώπησιν. Ἐν μήτρᾳ παρθένου γεγονὼς ἐν ἀληθείᾳ, κυοφορηθεὶς διὰ γεννητικῶν πόρων ἀνεπαισχύντως, ἀχράντως, ἀμολύντως. Ἀνατραφεὶς, καὶ ἐναγκαλισθεὶς ὑπό τε Συμεῶνος καὶ Ἄννης, βασταχθεὶς ὑπὸ Μαρίας, πεζεύσας, ὁδοιπορήσας, παιδίον γεγονὼς, ἁδρυνθεὶς τῇ ἡλικίᾳ, τὰ πάντα ἔχων ἐν ἑαυτῷ ἐν τελειότητι, ἐν ἀριθμῷ ἐτῶν λογισθεὶς, ἐν ἀριθμῷ μηνῶν ἐν κοιλίᾳ κυοφορηθεὶς, γενόμενος ὑπὸ νόμον, ἐλθὼν ἐπὶ τὸν Ἰορδάνην, βαπτισθεὶς ὑπὸ Ἰωάννου οὐκ ἐπιδεόμενος λουτρῶν· διά τε τὸ ἀκόλουθον τῆς ἐν νόμῳ ἐνανθρωπήσεως μὴ ταράσσων τὸ δίκαιον, ὅπως πληρωθῇ, ὡς αὐτὸς ἔφη, πᾶσα δικαιοσύνη, ἵνα δείξῃ ὅτι ἀληθινὴν σάρκα ἐνεδύσατο, ἀληθινὴν ἐνανθρώπησιν. Κατερχόμενος εἰς τὰ ὕδατα, διδοὺς ἤπερ λαμβάνων, παρερχόμενος ἤπερ ἐπιδεόμενος, φωτίζων αὐτὰ, ἐνδυναμῶν αὐτὰ εἰς τύπον τῶν μελλόντων ἐν αὐτῷ τελειοῦσθαι, ὅπως οἱ αὐτῷ πεπιστευκότες ἐν ἀληθείᾳ, καὶ ἔχοντες τὴν πίστιν τῆς ἀληθείας, μάθωσιν ὅτι ἀληθινῶς ἐνηνθρώπησεν, ἀληθινῶς ἐβαπτίσθη, καὶ οὕτως διὰ τῆς αὐτοῦ συγκαταθέσεως καὶ αὐτοὶ ἐρχόμενοι, λάβωσι τῆς αὐτοῦ καταβάσεως τὴν δύναμιν, καὶ φωτισθῶσιν ἀπὸ τῆς αὐτοῦ φωταγωγίας, πληρουμένου τοῦ ἐν τῷ προφήτῃ ῥητοῦ· Εἰς μεταλλαγὴν δυνάμεως, εἰς παροχὴν σωτηρίας τῆς δυνάμεως, εἰς παροχὴν σωτηρίας τῆς δυνάμεως τοῦ ἄρτου ἀπὸ τῆς Ἱερουσαλὴμ λαμβανομένης, καὶ τῆς ἰσχύος τοῦ ὕδατος.
truly with bones and sinews and all that is ours, in nothing differentiated from us save only the glory of His holiness and Godhead, and of a vessel of sanctity and righteousness, and having all things perfectly without sin, and possessing a human soul in truth, a human mind in truth—not as though we affirmed the mind to be a hypostasis, as others say. And all things undefiled in sin: a mouth that did not lie, lips that spoke no guile, a heart that did not incline to provocation, a mind that did not turn aside to things that ought not to be, flesh that wrought nothing of carnal pleasure. Perfect God from above, not having come to dwell in a man, but the Word Himself having become incarnate, not changed in nature, having encompassed together with the Godhead His own incarnation. Having come to be in a virgin's womb in truth, borne through generative passages without shame, without stain, without pollution. Reared, and embraced in the arms of Symeon and Anna, carried by Mary, having walked on foot, travelled, become a little child, grown mature in stature, having all things in Himself in perfection, reckoned in a number of years, borne in the womb in a number of months, made under the law, having come to the Jordan, baptized by John while in no need of washings—both on account of the consequence of His incarnation in the law not disturbing what was righteous, so that all righteousness might be fulfilled, as He Himself said, and in order to show that He clothed Himself with true flesh, a true incarnation. Descending into the waters, giving rather than receiving, passing by rather than standing in need, illumining them, empowering them for a type of the things about to be perfected in Him, so that those who have believed in Him in truth, and hold the faith of the truth, may learn that He truly became incarnate, was truly baptized, and thus through His condescension they too, coming, may receive the power of His descent, and be illumined from His guiding light, while the saying in the prophet is fulfilled: For a transformation of power, for a bestowal of salvation of the power, for a bestowal of salvation of the power of the bread received from Jerusalem, and of the strength of the water.
ΙϚʹ. Ἐνταῦθα δὲ ἐν Χριστῷ ἰσχυροποιουμένων τῆς δυνάμεως τοῦ ἄρτου καὶ τῆς ὕδατος ἰσχύος, ἵνα οὐκ ἄρτος ἡμῖν γένηται δύναμις, ἀλλὰ δύναμις ἄρτου· καὶ βρῶσις μὲν ὁ ἄρτος, ἡ δὲ δύναμις ἐν αὐτῷ εἰς ζωογόνησιν. Καὶ οὐχ ἵνα τὸ ὕδωρ ἡμᾶς καθάρῃ μόνον, ἀλλ' ἵνα ἐν τῇ ἰσχύϊ τοῦ ὕδατος διὰ τῆς πίστεως καὶ ἐνεργείας καὶ ἐλπίδος καὶ μυστηρίων τελειώσεως, καὶ ὀνομασίας τῆς ἁγιαστείας, γένηται ἡμῖν εἰς
XVI. And here in Christ the power of the bread and the strength of the water are made strong, so that bread may not become power to us, but the power of bread; and the bread indeed is food, but the power in it is unto quickening. And not that the water may cleanse us only, but that in the strength of the water, through faith and operation and hope and consummation of mysteries, and invocation of sanctification, it may become to us unto