Λἰθιοπίδι ὅσαι, παρὰ Πέρσαις τε, ἢ ἐν τῇ Παρθίᾳ, ἢ Ἐλαμίτιδι, ἢ Κασπίᾳ, ἢ Γερμανῶν χώρᾳ, ἢ Σαρματίᾳ, ἢ ὁπόσοι ἐν τοῖς Δαύνισιν, ἢ παρὰ Ζικχοῖς, καὶ Ἀμαζόσι, Λαζοῖς τε καὶ Ἴβηρσι, καὶ Βοσπορηνοῖς, ἢ Γηλοῖς, ἢ Σηροῖς, ἢ τοῖς ἄλλοις ἔθνεσι, νόμων τε διαφοραὶ καὶ φιλοσοφιῶν, καὶ αἱρέσεων, καὶ διαφορῶν ἄμετρον πλῆθος. Ὡς Σηροὶ μὲν ἄνδρες ἐμπλέκονται, οἴκαδε καθεζόμενοι, μυριζόμενοί τε καὶ θηλευόμενοι γυναιξὶν ἑτοιμαζόμενοι· αἱ δὲ γυναῖκες τὸ ἀνάπαλιν, τὴν τρίχα τῆς κεφαλῆς κουρευόμεναι, ἀνδρείῳ ζώματι ζωννύμεναι, καὶ τὰ κατὰ τὴν ἄρουραν πάντα ἔργα ἐκτελοῦσαι· παρὰ Γηλοῖς δὲ τοὐναντίον οἱ τὰ φαῦλα δρῶντες πρὸς τῶν νόμων αὐτῶν ἐπαινοῦνται· παρ' Ἕλλησι δὲ πόσα μυστήρια καὶ τελεταί! ὡς αἱ Μεγαρίζουσαι γυναῖκες, καὶ Θεσμοφορίζουσαι ἄλληλαι πρὸς ἀλλήλας διαφέρονται, ὅσα τὰ ἄλλα, τά τε ἐν Ἐλευσῖνι μυστήρια, Δηοῦς καὶ Φερεφάττης, καὶ τῶν ἐκεῖσε ἀδύτων τὰ αἰσχρουργήματα, γυναικῶν ἀπογυμνώσεις, ἵνα σεμνότερον εἴπω, τύμπανά τε καὶ πόπανα, ῥόμβος τε καὶ κάλαθος, ἐρέα ἐξειργασμένη, καὶ κύμβαλον, καὶ κυκεὼν ἐν πώματι κατεσκευασμένος· ὅσα τε ἄλλα τὰ ἐν Πυθοῖ Ἀρχεμόρου τὰ μυστήρια, ἐν Ἰσθμοῖς δὲ ἕτερα, Ἀθάμαντός τε καὶ Μελικέρτου τοῦ Ἰνοῦς γόνου, καὶ ὅσοι τὸν φαλλὸν ἀναστρέφοντες, αἵ τε φαλαρίζουσαι αἰσχρουργίας μελετήματα· οἵ τε τὴν Ῥέαν θεραπεύοντες ἄνδρες, παρακόψαντές τε τὸν παῖδα τὸν ἄῤῥενα ἄνευ σχήματος μορίων διατελέοντες, οὔτε μὴν ἄνδρες δυνάμενοι ἔτι εἶναι, οὔτε γυναῖκες γεγενημένο⟨ι⟩· Διονύσιοί τε ἕτεροι, οἱ τοὺς Κουρῆτας, καὶ τὴν
Ethiopia as many as there are, and among the Persians, or in Parthia, or Elamitis, or Caspia, or the land of the Germans, or Sarmatia, or as many as are among the Daunians, or among the Zicchi, and Amazons, and Lazi and Iberians, and Bosporans, or Gelae, or Seres, or the other nations, there are both diversities of laws and of philosophies, and of sects, and an immeasurable multitude of differences: how among the Seres the men braid their hair, sitting at home, anointing themselves with unguents and behaving effeminately as they ready themselves for their wives; whilst the women, on the contrary, shearing the hair of their head, girding themselves with a man's girdle, and performing all the labours in the tilled field; whilst among the Gelae, on the contrary, those who commit base deeds are praised by their laws; and among the Greeks, how many mysteries and initiations! How the women celebrating the Megara and celebrating the Thesmophoria differ one from another, and all the other things—both the mysteries at Eleusis, of Deo and Pherephatta, and the shameful deeds of the innermost shrines there, the strippings of women, to speak more decently, drums and sacrificial cakes, bullroarer and basket, worked wool, and cymbal, and kykeon prepared in a draught; and all the other things—the mysteries of Archemorus at Pytho, and others at the Isthmus, of Athamas and Melicertes the offspring of Ino, and all those who parade the phallus, and the phalarizing practices of shameful conduct; and the men who serve Rhea, who, having mutilated the male boy, continue without the form of their members, neither able indeed any longer to be men, nor having become women; and other Dionysiacs, who [initiate] the Curetes, and the