ἦν ἐν τῷ σώματι, πῶς εὐθὺς προελθὼν ἀπὸ Μαρίας ἐκλήθη Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός; Πῶς δὲ καὶ Παῦλος, εἰ μὴ ὁ Λόγος ἦν ἐν σαρκὶ, Ῥωμαίοις ἔγραφεν, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν; Οὐκοῦν ὁμολογείτωσαν οἱ πρότερον ἀρνούμενοι τὸν ἐσταυρωμένον εἶναι Θεὸν ἐσφάλθαι, πειθόμενοι πάσαις ταῖς θείαις Γραφαῖς, μάλιστα δὲ τῷ Θωμᾷ, ὃς μετὰ τὸ ἰδεῖν ἐν αὐτῷ τοὺς τῶν ἥλων τύπους ἀνεβόησεν· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Θεὸς γὰρ καὶ Κύριος τῆς δόξης ὢν, Υἱὸς ἦν ἐν τῷ ἀδόξως καθηλουμένῳ καὶ ἀτιμαζομένῳ σώματι. Τὸ δὲ σῶμα ἔπασχε μὲν νυττόμενον ἐν τῷ ξύλῳ, καὶ ἔρρεεν ἀπὸ τῆς τούτου πλευρᾶς αἷμα καὶ ὕδωρ· ναὸς δὲ τοῦ Λόγου τυγχάνον πεπληρωμένος ἦν τῆς θεότητος. Διὰ τοῦτο ἥλιος, ὁρῶν τὸν δημιουργὸν ἑαυτοῦ ἐν τῷ ὑβριζομένῳ σώματι ἀνεχόμενον, τὰς ἀκτῖνας συνέστειλε καὶ ἐσκότασε τὴν γῆν· αὐτὸ δὲ σῶμα φύσιν ἔχον θνητὴν ὑπὲρ τὴν ἑαυτοῦ φύσιν, ἀνέστη διὰ τὸν ἐν αὐτῷ Λόγον, καὶ πέπαυται μὲν τῆς κατὰ φύσιν φθορᾶς, ἔνδυμα δὲ γέγονε τοῦ Λόγου· ἐνδυσάμενον δὲ τὸν ὑπὲρ ἄνθρωπον Λόγον, γέγονεν ἄφθαρτον. Περὶ δὲ τοῦ φαντάζεσθαί τινας καὶ λέγειν, ὅτι, ὥσπερ ἐφ' ἕκαστον τῶν προφητῶν ἐγένετο Λόγος, οὕτω καὶ ἐπὶ ἕνα τινὰ ἄνθρωπον ἐκ Μαρίας ῆλθεν ὁ Λόγος, περιττόν ἐστι γυμνάζειν, φανερὰν ἐχούσης τῆς ἀνοίας αὐτῶν τὴν κατάγνωσιν. Εἰ γὰρ οὕτως ῆλθε, διὰ τί οὗτος ἐκ παρθένου καὶ μὴ καὶ αὐτὸς ἐξ ἀνδρὸς καὶ γυναικός; Οὕτω γὰρ καὶ ἕκαστος τῶν ἁγίων ἐγεννήθη. Ἢ διὰ τί, οὕτως ἐλθόντος τοῦ Λόγου, οὐχ ὁ ἑκάστου θάνατος λέγεται ὑπὲρ ἡμῶν γεγενῆσθαι, ἀλλ' ὁ τούτου μόνος; Διὰ τί δὲ καθ' ἕκαστον τῶν προφητῶν ἐπιδημοῦντος τοῦ Λόγου, λέγεται ἐπὶ μόνου τοῦ ἐκ Μαρίας, ὡς ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπιδημήσαντος; Ἢ διὰ τί, οὕτως ἐλθόντος αὐτοῦ, ὡς ῆλθεν ἐν τοῖς ἔμπροσθεν ἁγίοις, οἱ μὲν ἄλλοι πάντες ἀποθανόντες οὔπω ἀνέστησαν, ὁ δὲ ἐκ Μαρίας μόνος ἀνέστη; Ἢ διὰ τί, ὁμοίως τοῖς ἄλλοις ἐλθόντος τοῦ Λόγου, λέγεται μόνος ὁ ἐκ Μαρίας Ἐμμανουήλ, ὡς σώματος πεπληρωμένου θεότητος καὶ τεχθέντος ἐξ αὐτῆς; Τὸ γὰρ Ἐμμανουὴλ ἑρμηνεύεται, Μεθ' ἡμῶν ὁ Θεός. Ἢ διὰ τί, εἴπερ οὕτως ῆλθεν, ἐσθίοντος ἑκάστου τῶν ἁγίων καὶ πίνοντος καὶ κοπιῶντος καὶ ἀποθνήσκοντος, οὐ λέγεται ὡσαύτως ἐσθίων καὶ κοπιῶν καὶ ἀποθανών, ἀλλ' ἐπὶ μόνου τοῦ ἐκ Μαρίας; Ἂ γὰρ ἔπασχε τοῦτο τὸ σῶμα, ταῦτα ὡς αὐτοῦ πάσχοντος εἴρηται. Καὶ τῶν ἄλλων δὲ πάντων λεγομένων μόνον, ὅτι ἐτέχθησαν, καὶ ἐγεννήθησαν, ἐπὶ τοῦ ἐκ Μαρίας μόνου εἴρηται· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο.
were not in the body, how, immediately upon coming forth from Mary, was He called Emmanuel, which is by interpretation, God is with us? And how also did Paul, unless the Word was in flesh, write to the Romans, From whom is the Christ according to flesh, Who is God over all, blessed unto the ages. Amen? Let those, therefore, who formerly denied that the Crucified One is God confess that they have erred, being persuaded by all the divine Scriptures, and above all by Thomas, who, after seeing in Him the marks of the nails, cried out: My Lord and my God. For being God and Lord of glory, He was Son in the body that was ingloriously nailed down and dishonoured. And the body indeed suffered when pierced on the tree, and blood and water flowed from its side; yet, being the temple of the Word, it was filled with the Godhead. Wherefore the sun, beholding its own Creator enduring in the outraged body, drew in its rays and darkened the earth; and the body itself, possessing a mortal nature, rose again beyond its own nature through the Word within it, and has ceased from natural corruption, and has become the garment of the Word; and having clothed itself with the superhuman Word, it has become incorruptible. Now as for some imagining and saying that, just as the Word came upon each of the prophets, so too the Word came upon a certain man from Mary, it is superfluous to debate this, since their folly carries its condemnation plainly on its face. For if He came thus, why was this One born from a virgin and not He also from a man and a woman? For thus each of the saints also was begotten. Or why, when the Word had come thus, is not the death of each one said to have taken place on our behalf, but that of this One alone? And why, although the Word sojourned in each of the prophets, is it spoken of Him from Mary alone as having sojourned once for all at the consummation of the ages? Or why, if He came thus as He came in the former saints, have all the others who died not yet risen again, whereas He from Mary alone rose again? Or why, when the Word came in like manner as to the others, is He from Mary alone called Emmanuel, as a body filled with Godhead and brought forth from her? For Emmanuel is interpreted, God is with us. Or why, if indeed He came thus, whereas each of the saints ate and drank and toiled and died, is He not said in the same way to eat and toil and die, but of Him from Mary alone? For what this body suffered has been spoken of as though He Himself suffered it. And whereas of all the others it is said only that they were borne and begotten, of Him from Mary alone has it been said: And the Word became flesh.