Migne Reading Room

PG 42 · cols. 640–649 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus II (Anacephalaeosis et Haereses LXXVII–LXXX)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus II (Anacephalaeosis et Haereses LXXVII–LXXX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:640Read from the page
ρῶσαι τὸ ἐπάγγελμα τῆς ἡμῶν σμικρότητος καὶ βραχύτητος.
fil the undertaking of our slenderness and brevity.
Αʹ. Διμοιρῖται, οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες· ὧν τινες ὁμοούσιον τὸ σῶμα τῇ θεότητί ποτε ἐτόλμησαν λέγειν· τινὲς δέ ποτε ψυχὴν αὐτὸν εἰληφέναι ἠρνοῦντο· τινὲς δὲ διὰ τοῦ λόγου τοῦ, Ὁ Λόγος σὰρξ ἐγένετο, ἐπερειδόμενοι ἠρνοῦντο τὸ ἀπὸ κτιστῆς σαρκός, τουτέστι Μαρίας, τὸ κατὰ σάρκα αὐτὸν εἰληφέναι· μόνον δὲ φιλονείκως ἔλεγον τὸν Λόγον σάρκα γεγενῆσθαι· εἰσύστερον δὲ τί διανοούμενοι οὐκ οἶδα εἰληφέναι.
I. Dimoeritae, those who do not confess the complete Incarnation of Christ; some of whom once dared to say that His body is consubstantial with the Godhead; and some at one time denied that He took a soul; whilst some, leaning upon the saying, The Word became flesh, denied that He received His fleshly nature from created flesh, that is, from Mary, but contentiously maintained only that the Word had become flesh; yet afterwards, with what notion I know not, what they said He took.
Βʹ. Ἀντιδικομαριανῖται, οἱ τὴν ἁγίαν Μαρίαν τὴν Ἀειπάρθενον, μετὰ τὸ τὸν Σωτῆρα γεγεννηκέναι, τῷ Ἰωσὴφ συνῆφθαι λέγοντες.
II. Antidicomarianitae, those who allege that holy Mary the Ever-Virgin, after bearing the Saviour, was joined in union with Joseph.
Γʹ. Κολλυριδιανοὶ, οἱ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας ἐν ἡμέρᾳ τινὶ τοῦ ἔτους ἀποτεταγμένῃ κολλυρίδα τινὰ προσφέροντες, οἷς ἐπεθέμεθα ὄνομα Κολλυριδιανῶν.
III. Collyridiani, those who on a certain appointed day of the year offer up a loaf-cake in the name of the same Mary, upon whom we bestowed the name of Collyridiani.
Δʹ. Μασσαλιανοὶ, ἑρμηνευόμενοι εὐχέμενοι. Συνάπτονται δὲ τούτοις καὶ τῶν ἀπὸ Ἑλλήνων ἐπιτετηδευμένων αἱρέσεων οὗτοι, οἱ λεγόμενοι Εὐφημῖται, καὶ Μαρτυριανοὶ, καὶ Σατανιανοί.
IV. Massaliani, interpreted as those who pray. And joined with these also are these from the sects practised among the Greeks, those called Euphemitae, and Martyriani, and Sataniani.
Αὕτη καὶ ἡ τοῦ ἑβδόμου τόμου ἀνακεφαλαίωσις, καὶ τέλος τῶν τριῶν βιβλίων, ὁμοῦ δὲ αἱ πᾶσαι αἱρέσεις πʹ. Ἐν αὐτῷ δὲ τῷ τέλει τοῦ τρίτου βιβλίου, ἑβδόμου δὲ τόμου, ἐν ὑστέρῳ ἡ πίστις τῆς καθολικῆς Ἐκκλησίας, καὶ ἀπολογία ὑπὲρ ἀληθείας, καὶ κήρυγμα τοῦ Εὐαγγελίου Χριστοῦ, καὶ χαρακτὴρ τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, τῆς ἀπ' αἰῶνος οὔσης, κατὰ δὲ διαδοχὴν χρόνων φανερώτατα ἐν τῇ τοῦ Χριστοῦ ἐνσάρκῳ παρουσίᾳ ἀποκαλυφθεῖσα.
This also is the recapitulation of the seventh tome, and the end of the three books, and altogether all the heresies are eighty. And at the very end of the third book, and seventh tome, last of all stands the faith of the Catholic Church, and a defence on behalf of truth, and the proclamation of the Gospel of Christ, and the character of the Catholic and Apostolic Church, which exists from eternity, yet in the succession of times was most manifestly revealed in the incarnate advent of Christ.
Notes, col. 640

On the reading

Printed εὐχέμενοι, for εὐχόμενοι.

PG 42:641Read from the page
ΚΑΤΑ ΔΙΜΟΙΡΙΤΩΝ,
Against the Dimoeritae,
Τῶν ὑπό τινων κληθέντων, μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογούντων, πεντηκοστὴ ἑβδόμη, ἡ καὶ ἑπτακοστὴ ἑβδόμη.
So called by certain people, who do not confess the complete Incarnation of Christ; the fifty-seventh heresy, or seventy-seventh.
Αʹ. Καθεξῆς δὲ τούτοις πάλιν ἐπίπονος ἡμῖν ἐν προλήψει τῷ βίῳ ἐῤῥύη τις ἀλλοτρία τῆς πίστεως λέξις· ἐκ ποίας αἰτίας οὐκ ἔχω λέγειν· ἀλλ' ἵνα μὴ ἐάσῃ ὁ ἀεὶ ταράσσων τὴν ἀνθρωπείαν φύσιν, καὶ πολεμῶν, ὡς εἰπεῖν, διάβολος, ἐμβάλλων αὐτοῦ τὰ πικρὰ δηλητήρια ἐν τοῖς θαυμασίοις ἐδέσμασι, καὶ ὡς ἐν μέλιτι παραβάλλων τὴν πικρίαν, οὕτω διά τινων τῶν ἐπ' ἄκρον βίου θαυμαζομένων, καὶ ἐν ἐπαίνοις ὀρθοδοξίας ἀεὶ καταγγελλομένων. Καὶ γὰρ τοῦτό ἐστι τὸ ἔργον αὐτοῦ, τοῦ φθονήσαντος ἀπαρχῆς τῷ πατρὶ ἡμῶν Ἀδὰμ, καὶ πᾶσιν ἀνθρώποις ἐχθραίνοντος· ὡς καί που τινῶν σοφῶν εἴρηται, ὅτι Φθόνος ἀεὶ ταῖς μεγάλαις εὐπραγίαις ἀντίπαλος. Οὕτω καὶ διὰ τῶν μειζόνων προσώπων ἔβαλέ τινας προφάσεις, ἵνα ἡμᾶς καὶ τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν ἄλυπον μὴ ἐάσῃ, ὀλλὰ ἀεὶ θορυβουμένην τε καὶ πολεμουμένην. Ἔδοξε γάρ τισι καὶ τοῖς ἐξ ἡμῶν ὁρμωμένοις, καὶ ἐν μεγάλῃ διαθέσει ὑπάρχουσιν, ἐν ἐπαίνοις δὲ ἀεὶ παρ' ἡμῖν καὶ παρὰ πᾶσιν ὀρθοδόξοις ἐκθειαζομένοις, παρεκβάλλειν τὸν νοῦν ἀπὸ τῆς τοῦ Χριστοῦ ἒνσάρκου παρουσίας, καὶ λέγειν, ὅτι σάρκα ἔλαβεν ὁ Χριστὸς ἐλθὼν ὁ Κύριος ἡμῶν, καὶ ψυχήν, νοῦν δὲ οὐκ ἔλαβε, τουτέστι τέλειον ἄνθρωπον· τί ἐκ τούτου τῷ βίῳ συνεισενεγκάμενοι ἀγνοῶ λέγειν, ἢ παρὰ τίνων τῶν πρὸ αὐτῶν μεμαθηκότες, ἢ τί ὠφέλιμον ἐκ τούτου κερδήσαντες, ἢ χαρισάμενοι ἡμῖν τε καὶ τοῖς ἀκούουσι, καὶ τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ· οὐδὲν πλὴν ἢ ταραχὴν καὶ διαίρεσιν εἰς ἡμᾶς ἐργασάμενοι, καὶ λύπην, καὶ ζημίαν τῆς ἀπ' ἀλλήλων γλυκύτητος καὶ ἀγάπης. Τὴν γὰρ τῶν θείων Γραφῶν ἀκολουθίαν, καὶ εὐθύτητα, καὶ ἀκακίας ὁμολογίαν, προφητικήν τε καὶ εὐαγγελικὴν, καὶ ἀποστολικὴν πίστιν παρέντες, σοφιστικὴν ἡμῖν λέξιν καὶ μυθώδη παρεισήγαγον, μεθ' ἧς καὶ πολλῶν δεινῶν ἀκολουθίαν, πληροῦντες ἐν ἑαυτοῖς τὸ εἰρημένον, ὅτι Ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες μύθοις καὶ κενοφωνίαις.
I. Next after these, again a toilsome doctrine alien to the faith has flowed in upon us through preconception in life; from what cause I cannot say, save that, so as not to let go human nature, the devil who ever troubles and, so to speak, wars against it, casting his bitter poisons into admirable viands and mingling bitterness as it were in honey, has done so through certain men admired to the utmost for their way of life and ever celebrated with praises of orthodoxy. For this is his work, who from the beginning envied our father Adam and bears emnity towards all mankind; even as it has also somewhere been said by certain wise men, that Envy is ever the adversary of great prosperities. Thus too through personages of greater eminence he cast in certain pretexts, so that he might not leave us and the holy Church of God untroubled, but perpetually harassed and beleaguered. For it seemed good to certain men even sprung from our own ranks, who stand in high repute and are ever extolled with praises among us and among all the orthodox, to cast the mind out from the incarnate advent of Christ, and to say that when Christ our Lord came He took flesh and a soul, but did not take a mind, that is, a complete man; what they have contributed to life hereby I know not how to say, or from which of their predecessors they learnt it, or what profitable gain they have reaped therefrom or conferred upon us and the hearers and the holy Church of God—having wrought nothing save turmoil and division among us, and grief, and the loss of mutual sweetness and love. For setting aside the sequence of the divine Scriptures, and uprightness, and the confession of guilelessness, and the prophetic, evangelic, and apostolic faith, they have smuggled in upon us a sophistical and fabulous diction, and with it a train of many evils, fulfilling in themselves that which was spoken, that some shall fall away from sound teaching, giving heed to fables and empty chatterings.
Βʹ. Ὁ πρεσβύτης καὶ σεμνοπρεπὴς, ὁ ἀεὶ ἡμῖν ἀγαπητὸς, καὶ τῷ μακαρίτῃ πάπᾳ Ἀθανασίῳ, καὶ πᾶσιν ὀρθοδόξοις, Ἀπολλινάριος ὁ ἀπὸ Λαοδικείας,
II. The aged and venerable man, ever beloved by us, and by Papa Athanasius of blessed memory, and by all the orthodox, Apollinaris of Laodicea,
Notes, col. 641

On the reading

Printed ὀλλὰ, for ἀλλὰ.

Printed ἒνσάρκου, for ἐνσάρκου.

PG 42:644Read from the page
οὗτος ἦν ὁ ἐν ἀρχῇ τοῦτο τὸ ῥῆμα ἐπινοήσας τε καὶ προαγόμενος. Καὶ τὰ πρῶτα μὲν ἐνηχούμενοι ἀπό τινων τῶν ὑπ' αὐτοῦ μεμαθητευμένων, ἠπιστοῦμεν, εἰ ἄρα ὁ ἀνὴρ τοιοῦτος τυγχάνων τοῦτο παρεισήγαγε τῷ βίῳ τὸ ῥῆμα, ἔτι ἐν προσδοκίᾳ ἐλπίδος μακροθυμοῦντες, ἕως τἀκριβὲς ἐπιγνῶμεν. Ελέγομεν γὰρ τοὺς παῖδας τοὺς ὑπ' αὐτοῦ, πρὸς ἡμᾶς ἀφικομένους, μὴ νοοῦντας τὰ βαθέως ὑπὸ τοῦ τοιούτου λογίου ἀνδρὸς, καὶ συνετοῦ, καὶ διδασκάλου, ἀφ' ἑαυτῶν ταῦτα πλάττειν, μὴ ἀπ' αὐτοῦ μεμαθηκότας. Πολλὰ γὰρ ἦν, ἃ ἐν αὐτοῖς πρὸς ἡμᾶς ἐρχομένοις ἠμφιβάλλετο. Τινὲς μὲν γὰρ αὐτῶν ἐτόλμησαν λέγειν ἄνωθεν τὸν Χριστὸν τὸ σῶμα κατενηνοχέναι· ἐπιμένουσα δὲ ἐν τῇ τῶν ἀνθρώπων ἐννοίᾳ ἡ ξενολογία ἐπὶ τὴν δεινότητα προκοπὴν εἰργάζετο. Ἄλλοι δὲ ἐξ αὐτῶν καὶ τὸ ψυχὴν εἰληφέναι τὸν Χριστὸν ἠρνήσαντο. Τινὲς δὲ καὶ ὁμοούσιον τὸ σῶμα τοῦ Χριστοῦ τῇ θεότητι λέγειν ἐτόλμησαν, καὶ τὰ ἀνωτερικὰ μέρη εἰς πολλὴν ταραχὴν κατέστησαν· δι' οὓς ἀνάγκη γέγονε σύνοδον συγκροτηθῆναι, καὶ ἀναθεματίσαι τοὺς τοιούτους. Ἀλλὰ καὶ ὑπομνήματα πέπρακται, ὧν ἀντίγραφα τῷ μακαρίτῃ πάπᾳ Ἀθανασίῳ ἀπεστάλη· δι' ἣν αἰτίαν τῶν ὑπομνημάτων καὶ αὐτὸς ὁ μακαρίτης ἠναγκάσθη γράψαι ἐπιστολὴν κατὰ τῶν τὰ τοιαῦτα λεγόντων, μετὰ ἀπειλητικῶν λόγων ἐπιπεμψάμενος τῷ αἰδεσιμωτάτῳ ἐπισκόπῳ Ἐπικτήτῳ, ὅτι κατηξίωσε περὶ τούτου κἂν ἀπόκρισιν τοῖς ταράξασι δοῦναι. Σαφῶς δὲ περὶ τῆς πίστεως γράψας ὁ αὐτὸς μακαρίτης ἐν ταυτῷ, καὶ τοὺς αὐτὰ φάσκοντας καὶ ταράττοντας ἀπεκήρυξεν. Ἧς ἐπιστολῆς τὸ ἀντίγραφον ἐνταῦθα παραθέσθαι διόλου ἀναγκαῖον ἡγησάμην. Καὶ ἔστι τόδε·
was the one who in the beginning devised and brought forward this tenet. And at first, when informed by certain of his disciples, we disbelieved whether indeed a man of such stature had brought this doctrine into human life, still bearing patiently in expectation of hope until we should ascertain the exact truth. For we used to say that his pupils who came to us, not comprehending the deep utterances of such an eloquent and intelligent man and teacher, were fabricating these things of themselves without having learnt them from him. For there were many points in dispute among those who came to us. For some of them dared to say that Christ brought down His body from above; and as this strange teaching lingered in men's minds, it wrought an advance into graver mischief. And others of them denied even that Christ took a soul. And some dared to say that the body of Christ is consubstantial with His Godhead, and threw the upper regions into great turmoil; on whose account it became necessary that a synod should be convened and anathematize such men. Moreover, memoranda were drawn up, copies of which were sent to Papa Athanasius of blessed memory; by reason of which memoranda that blessed man himself was compelled to write an epistle against those who spoke such things, sending it with menacing words to the most reverend Bishop Epictetus, because he deemed it worthy to give at least an answer on this matter to those who had stirred up trouble. And writing clearly concerning the faith in the same letter, the same blessed man also renounced those who asserted such things and caused turmoil. A copy of which epistle I deemed it altogether necessary to set down here; and it runs thus:
Ἀθανάσιος ἐπίσκοπος Ἀλεξανδρείας πρὸς Ἐπίκτητον ἐπίσκοπον Κορινθίων.
Athanasius, Bishop of Alexandria, to Epictetus, Bishop of the Corinthians.
Γʹ. Ἐγὼ μὲν ἐνόμιζον πᾶσαν ματαιολογίαν πάντων, ὅσοι δηποτοῦν εἰσιν αἱρετικοὶ, πεπαῦσθαι ἐκ τῆς γενομένης ἐν Νικαίᾳ συνόδου. Ἡ γὰρ ἐν αὐτῇ παρὰ τῶν Πατέρων κατὰ τὰς ἁγίας Γραφὰς ὁμολογηθεῖσα πίστις αὐτάρκης ἐστὶ πρὸς ἀνατροπὴν μὲν πάσης ἀσεβείας, σύστασιν δὲ τῆς ἐν Χριστῷ εὐσεβοῦς πίστεως. Διὰ τοῦτο γοῦν καὶ νῦν διαφόρων γενομένων συνόδων, ἔν τε τῇ Γαλλίᾳ καὶ Σπανίᾳ, καὶ τῇ μεγάλῃ Ῥώμῃ, πάντες οἱ συνελθόντες τοὺς μὲν ἐπικρυπτομένους, καὶ φρονοῦντας τὰ Ἀρείου, Αὐξέντιον δὴ λέγω τὸν ἐν Μεδιολάνῳ, καὶ Οὐρσάκιον, καὶ Οὐάλεντα, Γάϊον ἀπὸ τῆς Παννονίας, παμψηφὶ, ὡς ἀπὸ ἑνὸς πνεύματος κινούμενοι, ἀνεθεμάτισαν· ἔγραψαν δὲ πανταχοῦ, διὰ τὸ τοὺς τοιούτους ἐπινοεῖν ἑαυτοῖς ὀνόματα συνόδων, μηδεμίαν ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ σύνοδον ὀνομάζεσθαι, ει μὴ μόνον τὴν ἐν Νικαίᾳ γενομένην, τρόπαιον μὲν οὖσαν πάσης αἱρέσεως, ἐξαιρέτως δὲ τῆς Ἀρειανῆς, δι' ἣν μάλιστα καὶ ἡ σύν-
III. For my part I supposed that all vain talk of all heretics whatsoever had been stopped as a result of the Synod held at Nicaea. For the faith confessed there by the Fathers in accordance with the holy Scriptures is sufficient both for the overthrow of all impiety and for the establishment of the pious faith in Christ. Therefore indeed even now, when various synods have been held both in Gaul and Spain, and in great Rome, all who assembled unanimously, as if moved by one spirit, anathematized those who conceal themselves and hold the views of Arius—I mean Auxentius in Milan, and Ursacius, and Valens, and Gaius from Pannonia; and they wrote everywhere, because such men devise for themselves names of synods, that no synod should be named in the Catholic Church save only that held at Nicaea, which is a trophy over every heresy, and above all the Arian, on whose account chiefly the syn-
Notes, col. 644

On the reading

Printed Ελέγομεν, for Ἐλέγομεν.

Printed ει, for εἰ.

PG 42:645Read from the page
οδος τότε συνήχθη. Πῶς τοίνυν ἔτι μετὰ τοσαῦτα ἀμφισβητεῖν τινες ἢ ζητεῖν ἐπιχειροῦσιν ; Εἰ μὲν οὖν ἐκ τῶν Ἀρειανῶν εἰσιν, οὐδὲν θαυμαστὸν, εἰ τὰ καθ' ἑαυτῶν γραφέντα διαβάλλουσιν· ὥσπερ καὶ Ἕλληνες ἀκούουσι· Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον, καὶ χρυσίον, ἔργον χειρῶν ἀνθρώπων, μωρίαν ἡγοῦνται τὴν περὶ τοῦ ἁγίου Πνεύματος διδασκαλίαν. Εἰ δὲ τῶν δοκούντων ὀρθῶς πιστεύειν, καὶ ἀγαπᾷν τὰ δηλωθέντα παρὰ τῶν Πατέρων εἰσὶν οἱ διὰ τοῦ ζητεῖν ἀνασκευάζειν ἐθέλοντες, οὐδὲν ἕτερον ποιοῦσιν, ἢ κατὰ τὸ γεγραμμένον· Τὸν μὲν πλησίον ποτίζουσιν ἀνατροπὴν θολερὰν, λογομαχοῦσι δὲ ἐν οὐδενὶ χρησίμῳ ἢ ἐπὶ καταστροφῇ τῶν ἀκεραίων.
od was then convened. How then after so many proofs do certain men still attempt to dispute or to inquire? Now if they are of the Arians, it is no wonder if they slander what was written against themselves; even as the Greeks too, when they hear, The idols of the nations are silver and gold, the work of men's hands, account the teaching concerning the Holy Spirit folly. But if those who wish to subvert matters by questioning belong to those who seem to believe rightly and to cherish what was declared by the Fathers, they do nothing else than according to that which is written: They give their neighbour turbid subversion to drink, and wrangle over words to no useful end save to the ruin of the guileless.
Δʹ. Ταῦτα δὲ οὕτως γράφω, ἐντυχὼν τοῖς παρὰ τῆς σῆς θεοσεβείας προσαχθεῖσιν ὑπομνήμασιν· ἃ μηδὲ γραφῆναι ὤφελον, ἵνα μηδὲ μνήμη τις τούτων τοῖς μετὰ ταῦτα γένηται. Τίς γὰρ ἤκουσε τοιαῦτά ποτε ; τίς δὲ ὁ διδάξας, ἢ μαθών ; Ἐκ μὲν γὰρ Σιὼν ἐξελεύσεται λόγος Κυρίου, καὶ νόμος Θεοῦ ἐξ Ἱερουσαλήμ. Ταῦτα δὲ πόθεν ἐξῆλθε ; Ποῖος ᾅδης ἐξηρεύξατο, ὁμοούσιον εἰπεῖν ἐκ Μαρίας σῶμα τῇ τοῦ Λόγου θεότητι ; ἢ ὅτι ὁ Λόγος εἰς σάρκα, καὶ ὀστᾶ, καὶ τρίχας, καὶ ὅλον σῶμα μεταβέβληται, καὶ ἠλλάγη τῆς ἰδίας φύσεως ; Τίς ὅλως ἤκουσε παρὰ Χριστιανῶν, ὅτι θέσει, καὶ οὐ φύσει σῶμα πεφόρηκεν ὁ Υἱός ; Ἢ τίς τοσοῦτον ἠσέβησεν, ὥστε εἰπεῖν ἅμα καὶ φρονεῖν, ὅτι θεότης αὐτοῦ ἡ ὁμοούσιος τῷ Πατρὶ αὐτὴ περιετμήθη, καὶ ἀτελὴς ἐκ τελείου γέγονε ; καὶ τὸ ἐν τῷ ξύλῳ καθηλούμενον οὐκ ἦν τὸ σῶμα, ἀλλὰ αὐτὴ ἡ δημιουργὸς οὐσία τῆς φύσεως ; τίς δὲ ἀκούων, ὅτι οὐκ ἐκ Μαρίας, ἀλλ' ἐκ τῆς αὐτοῦ οὐσίας μετεποίησεν ἑαυτῷ σῶμα παθητὸν ὁ Λόγος, εἴποι ἂν Χριστιανὸν τὸν λέγοντα ταῦτα ; Τίς δὲ τὴν ἀθέμιτον ταύτην ἐπενόησεν ἀσέβειαν, ὥστε κἂν εἰς ἐνθύμησιν ἐλθεῖν, καὶ εἰπεῖν, ὅτι ὁ λέγων ἐκ Μαρίας εἶναι τὸ Κυριακὸν σῶμα, οὐκέτι Τριάδα, ἀλλὰ τετράδα ἐν τῇ θεότητι φρονεῖ ; ὡς διὰ τοῦτο τοὺς οὕτω διακειμένους τῆς οὐσίας τῆς Τριάδος λέγειν τὴν σάρκα, ἣν ἐνεδύσατο ἐκ Μαρίας ὁ Σωτήρ. Πόθεν δὲ πάλιν ἠρεύξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὥστε εἰπεῖν μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ Λόγου θεότητος, ἀλλὰ συναΐδιον αὐτῷ διαπαντὸς γεγενῆσθαι, ἐπειδὴ ἐκ τῆς σοφίας συνέστη ; Πῶς δὲ καὶ ἀμφιβάλλειν ἐτόλμησαν οἱ λεγόμενοι Χριστιανοὶ, ει ὁ ἐκ Μαρίας προελθὼν Κύριος, Υἱὸς μὲν τῇ οὐσίᾳ καὶ τῇ φύσει τοῦ Θεοῦ ἐστι, τὸ δὲ κατὰ σάρκα ἐκ σπέρματος Δαβίδ ἐστι, σαρκὸς δὲ τῆς ἁγίας Μαρίας ; Τίνες ἄρα οὕτω τολμηροὶ γεγόνασιν, ὥστε εἰπεῖν τὸν Χριστὸν τὸν σαρκὶ παθόντα, καὶ ἐσταυρωμένον, μὴ εἶναι Κύριον, καὶ Σωτῆρα, καὶ Θεὸν, καὶ Υἱὸν τοῦ Πατρός ; Ἢ πῶς Χριστιανοὶ θέλουσιν ὀνομάζεσθαι οἱ λέγοντες εἰς ἄνθρωπον ἅγιον, ὡς ἐπὶ ἕνα τῶν προφητῶν, ἐληλυθέναι τὸν Λόγον, καὶ μὴ αὐτὸν ἄνθρωπον γεγονέναι, λαβόντα ἐκ Μαρίας τὸ σῶμα, ἀλλ' ἕτερον εἶναι τὸν Χριστὸν, καὶ ἄλλον τὸν τοῦ Θεοῦ
IV. And I write these things thus, having met with the memoranda submitted by your piety—which ought not even to have been written, so that not even any remembrance of these matters might remain to posterity. For who ever heard such things? and who taught or learnt them? For out of Sion shall go forth the word of the Lord, and the law of God out of Jerusalem. But whence came these things forth? What Hades belched forth the assertion that the body from Mary is consubstantial with the Godhead of the Word? or that the Word has been transformed into flesh, and bones, and hairs, and a whole body, and was altered from His own nature? Who ever heard at all among Christians that the Son wore a body by mere convention and not by nature? Or who committed such impiety as at once to say and to think that His Godhead itself, which is consubstantial with the Father, was circumcised, and became imperfect from being perfect; and that what was nailed to the tree was not the body, but the very creative substance of nature? And who, hearing that the Word fashioned for Himself a passible body not from Mary but from His own substance, would call him who says such things a Christian? And who devised this unlawful impiety, so as even to conceive the thought and say that he who asserts the Lord's body to be from Mary no longer holds a Trinity, but a quaternity in the Godhead—as though those so disposed thereby declared the flesh which the Saviour put on from Mary to be of the substance of the Trinity? And whence again have certain men belched forth an impiety equal to those aforesaid, so as to say that the body is not more recent than the Godhead of the Word, but has perpetually existed coeternal with Him, since it was constituted out of wisdom? And how have those called Christians dared even to doubt whether the Lord who came forth from Mary is in substance and in nature the Son of God, yet according to the flesh is of the seed of David, and of the flesh of holy Mary? Who then have grown so audacious as to say that the Christ who suffered in the flesh and was crucified is not Lord, and Saviour, and God, and Son of the Father? Or how do those wish to be called Christians who say that the Word came into a holy man, as upon one of the prophets, and that He Himself did not become man, taking His body from Mary, but that Christ is one, and another is God's
Notes, col. 645

On the reading

Printed ει, for εἰ.

PG 42:648Read from the page
Υἱὸν, τὸν πρὸ Μαρίας καὶ πρὸ αἰώνων Υἱὸν ὄντα τοῦ Πατρός ; Ἢ πῶς Χριστιανοὶ εἶναι οἱ λέγοντες ἄλλον τὸν Θεὸν εἶναι, καὶ ἄλλον εἶναι τὸν τοῦ Θεοῦ Λόγον ;
Son, who before Mary and before the ages is the Son of the Father? Or how can those be Christians who say that God is one, and another is the Word of God?
Εʹ. Ταῦτα ἦν ἐν τοῖς ὑπομνήμασιν διαφόρως μὲν εἰρημένα, μίαν δὲ τὴν διάνοιαν καὶ τὴν αὐτὴν ἔχοντα πρὸς ἀσέβειαν βλέπουσαν. Διὰ ταῦτα διεκρίνοντο, καὶ διεμάχοντο πρὸς ἀλλήλους οἱ αὐχοῦντες ἐπὶ τῇ ὁμολογίᾳ τῶν Πατέρων τῶν ἐν Νικαίᾳ γενομένῃ. Ἐγὼ δὲ τὴν σὴν ἐθαύμασα θεοσέβειαν ἀνασχομένην, καὶ ὅτι μὴ τούτους μὲν ἔπαυσε ταῦτα λέγοντας, τὴν δὲ εὐσεβῆ πίστιν παρέθηκεν αὐτοῖς, ἵνα ἢ ἀκούσαντες ἠρεμήσωσιν, ἢ ἀντιλέγοντες ὡς αἱρετικοὶ ὀνομασθῶσι. Τὰ γὰρ προειρημένα οὔτε λεκτὰ οὔτε ἀκουστὰ παρὰ Χριστιανοῖς, ἀλλὰ ἀλλότρια κατὰ πάντα τρόπον τῆς ἀποστολικῆς διδασκαλίας ἐστί. Διὰ τοῦτο γοῦν κἀγὼ τὰ παρ' ἐκείνων, ὡς εἴρηται, γυμνῶς πεποίηκα ἐγγραφῆναι τῇ ἐπιστολῇ, ἵνα καὶ μόνον ὁ ἀκούων θεωρῇ τὴν ἐν αὐτοῖς αἰσχύνην καὶ ἀσέβειαν. Καὶ εἰ καὶ ἔδει διὰ πλειόνων κατηγορεῖν, καὶ διελέγχειν τὴν τῶν ταῦτα διανοηθέντων αἰσχύνην, ἀλλὰ [καὶ] καλὸν ἕως τούτων εἶναι τὴν ἐπιστολὴν, καὶ μηδὲν πλέον γράφειν. Τὰ γὰρ οὕτως φανερῶς δεικνύμενα φαῦλα γυμνάζειν ἐπιπλέον, καὶ περιεργάζεσθαι οὐ δεῖ, ἵνα μὴ τοῖς φιλονεικοῦσιν ὡς ἀμφίβολα νομισθῇ. Τοῦτο μόνον ἀποκρίνασθαι πρὸς τὰ τοιαῦτα καὶ εἰπεῖν ἀρκεῖ, ὅτι οὐκ ἔστι ταῦτα τῆς καθολικῆς Ἐκκλησίας, οὐδὲ ταῦτα οἱ Πατέρες ἐφρόνησαν. Ἵνα δὲ μὴ ἐκ τῆς τέλεον σιωπῆς πρόφασιν ἀναίσχυντον ἑαυτοῖς οἱ τῶν κακῶν ἐφευρεταὶ πορίσωνται, καλὸν ἐκ τῶν θείων Γραφῶν ὀλίγων μνημονεῦσαι. Τάχα γὰρ κἂν οὕτως αἰδεσθέντες παύσονται ἀπὸ τῶν ῥυπαρῶν τούτων ἐπινοιῶν.
V. These things were stated variously in the memoranda, yet possessing one and the same purport tending towards impiety. On account of these things those who glory in the confession of the Fathers made at Nicaea were at variance and contended with one another. And for my part I marvelled at your piety for bearing with them, and that it did not stop them from saying such things, and set the pious faith before them, so that either upon hearing it they might keep quiet, or by gainsaying it might be named as heretics. For the things aforesaid are neither fit to be uttered nor fit to be heard among Christians, but are in every way alien to the apostolic teaching. For this reason, therefore, I too have caused their tenets, as has been stated, to be inscribed barely in the epistle, so that merely by hearing them one may behold the shame and impiety in them. And although one ought at greater length to accuse and confute the shame of those who conceived such things, yet it is [also] well for the epistle to go no further than this, and to write nothing more. For one must not debate at greater length or busy oneself over basenesses so manifestly exposed, lest to the contentious they be deemed doubtful. It suffices merely to answer such views and say this alone: that these are not the doctrines of the Catholic Church, nor did the Fathers hold these views. But lest from complete silence the inventors of evils should procure a shameless pretext for themselves, it is well to call to mind a few passages from the divine Scriptures; for perhaps even so, being put to shame, they will cease from these foul inventions.
Ϛʹ. Πόθεν ἡμῖν ἐπῆλθεν εἰπεῖν, ὦ οὗτοι, τὸ ὁμοούσιον εἶναι τὸ σῶμα τῆς τοῦ Λόγου θεότητος ; Ἀπὸ γὰρ τούτου καλὸν ἄρξασθαι, ἵνα, τούτου δεικνυμένου σαθροῦ, καὶ πάντα τὰ ἄλλα τοιαῦτα δειχθῇ. Ἀπὸ μὲν οὖν τῶν Γραφῶν οὐκ ἔστιν εὑρεῖν. Θεὸν γὰρ ἐν ἀνθρωπίνῳ σώματι γεγονέναι λέγουσιν. Ἀλλὰ γὰρ καὶ οἱ Πατέρες οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ τὸ σῶμα, ἀλλ' αὐτὸν τὸν Υἱὸν εἰρήκασιν ὁμοούσιον τοῦ Πατρός· καὶ τοῦτον μὲν ἐκ τῆς οὐσίας τοῦ Πατρὴς, τὸ δὲ σῶμα ἐκ Μαρίας ὡμολόγηται εἶναι πάλιν κατὰ τὰς Γραφάς. Ἢ τοίνυν ἀρνήσασθε τὴν ἐν Νικαίᾳ σύνοδον, καὶ ὡς αἱρετικοὶ παρεισφέρετε ταῦτα· ἢ εἰ βούλεσθε τέκνα τῶν Πατέρων εἶναι, μὴ φρονεῖτε παρ' ἐκεῖνα, ἅπερ ἔγραψαν αὐτοί. Καὶ γὰρ ἐκ τούτου τὸ ἄτοπον θεωρεῖν ἡμᾶς ἔξεστιν. Ει ὁμοούσιος ὁ Λόγος τῷ σώματι ἐκ γῆς ἔχοντι τὴν φύσιν, ὁμοούσιος δὲ ὁ Λόγος τῷ Πατρὶ, κατὰ τὴν τῶν Πατέρων ὁμολογίαν· ὁμοούσιος ἔσται καὶ αὐτὸς ὁ Πατὴρ τῷ σώματι τῷ ἐκ γῆς γενυμένῳ. Καὶ τί ἔτι μέμφεσθε τοῖς Ἀρειανοῖς λέγουσι τὸν Υἱὸν κτί-
VI. Whence did it occur to you—O you men!—to say that the body is consubstantial with the Godhead of the Word? For it is well to begin from this point, so that when this is shown to be unsound, all the other notions of this kind may be exposed as well. Now from the Scriptures this cannot be found; for they say that God has come to be in a human body. Moreover, the Fathers who assembled at Nicaea have declared not the body, but the Son Himself to be consubstantial with the Father; and whilst He is from the substance of the Father, the body again has been confessed in accordance with the Scriptures to be from Mary. Either, then, repudiate the Synod at Nicaea and bring these things in as heretics; or, if you wish to be children of the Fathers, do not hold views beyond what they themselves wrote. For indeed from this we may perceive the absurdity: if the Word is consubstantial with the body that has its nature from earth, and the Word is consubstantial with the Father according to the confession of the Fathers, the Father Himself will also be consubstantial with the body produced from earth. And why do you still find fault with the Arians who call the Son a crea-
Notes, col. 648

On the reading

Printed Πατρὴς, for Πατρὸς.

Printed Ει, for Εἰ.

Printed γενυμένῳ, for γενομένῳ.

PG 42:649Read from the page
σμα, λέγοντες καὶ αὐτοὶ τὸν Πατέρα ὁμοούσιον τοῖς κτίσμασι, καὶ εἰς ἑτέραν ἀσέβειαν μετερχόμενοι, φάσκοντες εἰς σάρκα καὶ ὀστέα καὶ τρίχας καὶ νεῦρα, καὶ ὅλον σῶμα μεταβεβλῆσθαι τὸν Λόγον, καὶ ἠλλάχθαι τῆς ἰδίας φύσεως ; Ὥρα γὰρ εἰπεῖν ἡμᾶς φανερῶς ἐκ γῆς αὐτὸν γεγενῆσθαι. Ἐκ γῆς γὰρ ἡ τῶν ὀστέων καὶ ὅλου τοῦ σώματος φύσις. Τίς οὖν ἡ τοσαύτη παραφροσύνη, ἵνα καὶ πρὸς ἑαυτοὺς διαμάχησθε ; Ὁμοούσιον μὲν λέγοντες τὸν Λόγον τῷ σώματι, ἕτερον πρὸς ἕτερον σημαίνετε· τὸ δὲ εἰς σάρκα μεταβεβλῆσθαι, αὐτοῦ Λόγου τροπὴν φαντάζεσθε. Καὶ τίς ἔτι λοιπὸν ἡμῶν ἀνέξεται ταῦτα καὶ μόνον φθεγγομένων ; Πάσης γὰρ αἱρέσεως πλέον εἰς ἀσέβειαν ἐξεκλίνατε. Εἰ γὰρ ὁμοούσιος ὁ Λόγος τῷ σώματι, περιττὴ τῆς Μαρίας ἡ μνήμη καὶ ἡ χρεία, δυναμένου τοῦ σώματος καὶ πρὸ τῆς Μαρίας εἶναι ἀϊδίως· ὥσπερ οὖν ἐστι καὶ αὐτὸς ὁ Λόγος, εἴγε καθ' ὑμᾶς ὁμοούσιός ἐστι τῷ σώματι. Τίς δὲ καὶ ἡ χρεία τῆς ἐπιδημίας τοῦ Λόγου, ἵνα ἢ τὸ ἑαυτοῦ ὁμοούσιον ἐνδύσηται, ἢ τραπεὶς ἀπὸ τῆς ἰδίας φύσεως σῶμα γένηται ; Οὐ γὰρ αὐτὴ ἑαυτῆς ἡ θεότης ἐπιλαμβάνεται, ἵνα καὶ τὸ ὁμοούσιον αὐτῆς ἐνδύσηται. Ἀλλ' οὐδὲ γὰρ ἥμαρτεν ὁ τὰς ἄλλων ἁμαρτίας λυτρούμενος Λόγος, ἵνα τραπεὶς εἰς σῶμα ἑαυτὸν ὑπὲρ ἑαυτοῦ θυσίαν προσενέγκῃ καὶ ἑαυτὸν λυτρώσηται.
ture, when you yourselves declare the Father consubstantial with creatures, and pass over into another impiety, alleging that the Word has been transformed into flesh and bones and hairs and sinews and a whole body, and has been altered from His own nature? For it is time for us to say plainly that He has come into being from earth; for from earth is the nature of bones and of the whole body. What then is this great dementia, that you even contend against yourselves? In calling the Word consubstantial with the body, you signify one thing beside another; yet in saying He was transformed into flesh, you imagine a mutation of the Word Himself. And who henceforth will endure your merely uttering these things? For you have swerved into impiety more than every heresy. For if the Word is consubstantial with the body, superfluous is both the memory and the need of Mary, since the body could exist eternally even before Mary, even as the Word Himself also is, if indeed according to you He is consubstantial with the body. And what need was there also of the sojourn of the Word, that He should either put on what was consubstantial with Himself, or be transformed from His own nature and become a body? For the Godhead does not take hold of itself so as to put on what is consubstantial with itself; nor indeed did the Word, who redeems the sins of others, sin, that He should be transformed into a body and offer Himself as a sacrifice on His own behalf and redeem Himself.
Ζʹ. Ἀλλ' οὐκ ἔστιν οὕτως, μὴ γένοιτο! Σπέρματος γὰρ Ἀβραὰμ ἐπιλαμβάνεται, ὡς εἶπεν ὁ Ἀπόστολος. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, καὶ λαβεῖν ὅμοιον ἡμῖν σῶμα. Διὰ τοῦτο γοῦν καὶ ὑπόκειται ἀληθῶς ἡ Μαρία, ἵνα ἐξ αὐτῆς τοῦτο λάβῃ, καὶ ὡς ἴδιον ὑπὲρ ἡμῶν αὐτὸ προσενέγκῃ. Καὶ ταύτην ὁ μὲν Ἠσαΐας προφητεύων ἐδείκνυε, λέγων· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται· ὁ δὲ Γαβριὴλ ἀποστέλλεται πρὸς αὐτὴν, οὐχ ἁπλῶς πρὸς παρθένον, ἀλλὰ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ἵν' ἐκ τοῦ μνηστῆρος δείξῃ τὴν Μαρίαν ἀληθῶς ἄνθρωπον οὖσαν. Καὶ τοῦ τίκτειν μνημονεύει ἡ Γραφὴ, καί φησιν· Ἐσπαργάνωσε· καὶ ἐμακαρίζοντο μαστοὶ οὓς ἐθήλασε. Καὶ προσηνέχθη θυσία ὡς διανοίξαντος τοῦ τεχθέντος τὴν μήτραν. Ταῦτα δὲ πάντα τικτούσης ἦν Παρθένου γνωρίσματα. Καὶ ὁ Γαβριὴλ δὲ ἀσφαλῶς εὐηγγελίζετο αὐτῇ λέγων οὐχ ἁπλῶς, Τὸ γεννώμενον ἐν σοὶ, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῇ σῶμα νομισθείη, ἀλλ' ἐκ σοῦ, ἵνα φύσει τὸ γεννώμενον ἐξ αὐτῆς εἶναι πιστευθείη φανερῶς· καὶ τοῦτο τῆς φύσεως δεικνυούσης, ὡς ἀδύνατον σῶμα παρθένου φέρειν γάλα μὴ τεκούσης, καὶ ἀδύνατον γάλακτι τραφῆναι σῶμα, καὶ σπαργανωθῆναι, μὴ πρότερον φύσει τεχθέν. Τοῦτό ἐστι τὸ περιτμηθὲν ὀκταήμερον· τοῦτο Συμεὼν εἰς ἀγκάλας ἐδέξατο· τοῦτο γέγονε παιδίον, καὶ ηὔξησε, καὶ δεκαέτης γενόμενος, καὶ εἰς τὸν τριακοστὸν ἐνιαυτὸν ἦλθεν. Οὐ γὰρ, ὥς τινες ὑπενόησαν, ἡ οὐσία αὐτὴ τοῦ Λόγου τραπεῖσα περιετμήθη, ἀναλλοίωτος οὖσα
VII. But it is not so—far be it! For He takes hold of the seed of Abraham, as the Apostle said. Wherefore He ought in all things to be made like unto His brethren, and to take a body like unto ours. For this reason indeed Mary is truly present indeed, that He might receive this body from her, and offer it up as His own on our behalf. And Isaiah in prophesying pointed her out, saying: Behold, the virgin shall conceive in the womb and bear; and Gabriel is sent to her—not simply to a virgin, but to a virgin betrothed to a man, that through the betrothed husband he might show Mary to be truly a human being. And Scripture makes mention of her giving birth, and says: She wrapped Him in swaddling cloths; and the breasts which He sucked were called blessed. And a sacrifice was offered, inasmuch as He who was born opened the womb. And all these were tokens of a Virgin giving birth. And Gabriel also with unerring care brought her the glad tidings, saying not simply, That which is begotten in you, lest a body introduced into her from without should be supposed, but, from you, so that what was born might manifestly be believed to be from her by nature—nature itself also showing this, that it is impossible for the body of a virgin who has not given birth to bear milk, and impossible for a body to be nourished with milk and wrapped in swaddling cloths if it has not first been born by nature. This is that which was circumcised on the eighth day; this Symeon received into his arms; this became a little child, and grew, and became ten years old, and came to His thirtieth year. For it was not, as certain men surmised, the very substance of the Word that was transformed and circumcised, since it is unchangeable